Σελίδες

▼

Τρίτη 24 Ιουλίου 2012

Ο Όρθρος της Κυριακής 29 Ιουλίου - `η´ Ματθαίου


 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον,
Συ­να­πτὴ με­γά­λη, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα...
Ἦ­χος βα­ρύς.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος βα­ρύς.

Κα­τέ­λυ­σας τῷ Σταυ­ρῷ σου τὸν θά­να­τον· ἠ­νέ­ῳ­ξας τῷ λῃ­στῇ τὸν Πα­ρά­δει­σον· τῶν Μυ­ρο­φό­ρων τὸν θρῆ­νον με­τέ­βα­λες, καὶ τοῖς σοῖς Ἀ­πο­στό­λοις κη­ρύτ­τειν ἐ­πέ­τα­ξας, ὅ­τι ἀ­νέ­στης Χρι­στὲ ὁ Θε­ός, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.

Δό­ξα. Τὸ αὐ­τό. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὡς τῆς ἡ­μῶν ἀ­να­στά­σε­ως θη­σαύ­ρι­σμα, τοὺς ἐ­πὶ σοὶ πε­ποι­θό­τας Πα­νύ­μνη­τε, ἐκ λάκ­κου καὶ βυ­θοῦ πται­σμά­των ἀ­νά­γα­γε· σὺ γὰρ τοὺς ὑ­πευ­θύ­νους τῇ ἁ­μαρ­τί­ᾳ, ἔ­σω­σας τε­κοῦ­σα τὴν σω­τη­ρί­αν, ἡ πρὸ τό­κου παρ­θέ­νος, καὶ ἐν τό­κῳ παρ­θέ­νος, καὶ με­τὰ τό­κον πά­λιν οὖ­σα παρ­θέ­νος.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις· 

Ὅ­τι σὸν τὸ κρά­τος...

* * *

ΚΑΘΙΣΜΑΤΑ

[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]

Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἀ­να­στά­σι­μον. Ἦ­χος βα­ρύς.

Ἡ ζω­ὴ ἐν τῷ τά­φῳ ἀ­νέ­κει­το, καὶ σφρα­γὶς ἐν τῷ λί­θῳ ἐ­πέ­κει­το· ὡς βα­σι­λέ­α ὑ­πνοῦν­τα, στρα­τι­ῶ­ται ἐ­φύ­λατ­τον Χρι­στόν, καὶ Ἄγ­γε­λοι ἐ­δό­ξα­ζον, ὡς Θε­ὸν ἀ­θά­να­τον· γυ­ναῖ­κες δὲ ἐ­κραύ­γα­ζον· Ἀ­νέ­στη ὁ Κύ­ρι­ος, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Δό­ξα.
Τῇ τρι­η­μέ­ρῳ τα­φῇ σου σκυ­λεύ­σας τὸν θά­να­τον, καὶ φθα­ρέν­τα τὸν ἄν­θρω­πον, τῇ ζω­η­φό­ρῳ ἐ­γέρ­σει σου, ἀ­να­στή­σας Χρι­στὲ ὁ Θε­ός, ὡς φι­λάν­θρω­πος· δό­ξα σοι.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὸν σταυ­ρω­θέν­τα ὑ­πὲρ ἡ­μῶν, καὶ ἀ­να­στάν­τα Χρι­στὸν τὸν Θε­όν, καὶ κα­θε­λόν­τα τοῦ θα­νά­του τὸ κρά­τος, ἀ­παύ­στως ἱ­κέ­τευ­ε Θε­ο­τό­κε Παρ­θέ­νε, ἵ­να σώ­σῃ τὰς ψυ­χὰς ἡ­μῶν.

Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἦ­χος βα­ρύς.

Ἐ­σφρα­γι­σμέ­νου τοῦ μνή­μα­τος, ἡ ζω­ὴ ἐκ τά­φου ἀ­νέ­τει­λας Χρι­στὲ ὁ Θε­ός· καὶ τῶν θυ­ρῶν κε­κλει­σμέ­νων, τοῖς Μα­θη­ταῖς ἐ­πέ­στης, ἡ πάν­των ἀ­νά­στα­σις· Πνεῦ­μα εὐ­θὲς δι᾿ αὐ­τῶν ἐγ­και­νί­ζων ἡ­μῖν, κα­τὰ τὸ μέ­γα σου ἔ­λε­ος.
Δό­ξα.
Ἐ­πὶ τὸ μνῆ­μα ἔ­δρα­μον γυ­ναῖ­κες, με­τὰ δα­κρύ­ων μύ­ρα φέ­ρου­σαι, καὶ στρα­τι­ω­τῶν φυ­λασ­σόν­των σε, τὸν τῶν ὅ­λων Βα­σι­λέ­α, ἔ­λε­γον πρὸς ἑ­αυ­τάς· Τίς ἀ­πο­κυ­λί­σει ἡ­μῖν τὸν λί­θον; καὶ φω­νῆς Ἀ­σω­μά­των ἤ­κου­ον λε­γού­σης. Ἀ­νέ­στη ὁ με­γά­λης βου­λῆς Ἄγ­γε­λος, πα­τή­σας τὸν θά­να­τον. Παν­το­δύ­να­με Κύ­ρι­ε, δό­ξα σοι.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Χαῖ­ρε Κε­χα­ρι­τω­μέ­νη Θε­ο­τό­κε Παρ­θέ­νε, λι­μὴν καὶ προ­στα­σί­α τοῦ γέ­νους τῶν ἀν­θρώ­πων· ἐκ σοῦ γὰρ ἐ­σαρ­κώ­θη ὁ Λυ­τρω­τὴς τοῦ κό­σμου· μό­νη γὰρ ὑ­πάρ­χεις Μή­τηρ καὶ Παρ­θέ­νος· ἀ­εὶ εὐ­λο­γη­μέ­νη, καὶ δε­δο­ξα­σμέ­νη, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, εἰ­ρή­νην δω­ρή­σα­σθαι, πά­σῃ τῇ οἰ­κου­μέ­νῃ.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]

Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.
Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το, ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.
Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.
Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.
Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις· 

Ὅ­τι ηὐ­λό­γη­ταί Σου...

* * *

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ

Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος βα­ρύς.

Ὁ ἡ­με­τέ­ραν μορ­φὴν ἀ­να­λα­βών, καὶ ὑ­πο­μεί­νας Σταυ­ρὸν σω­μα­τι­κῶς, σῶ­σόν με τῇ ἀ­να­στά­σει σου, Χρι­στὲ ὁ Θε­ός, ὡς φι­λάν­θρω­πος.

Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος βα­ρύς.

Ἀν­τί­φω­νον Α´.

Τὴν αἰχ­μα­λω­σί­αν Σι­ών, ἐκ πλά­νης ἐ­πι­στρέ­ψας, κἀ­μὲ Σω­τὴρ ζώ­ω­σον, ἐ­ξαί­ρων δου­λο­πα­θεί­ας.
Ἐν τῷ νό­τῳ ὁ σπεί­ρων θλί­ψεις, νη­στεί­ας με­τὰ δα­κρύ­ων, οὗ­τος χα­ρᾶς δρέ­ψε­ται, δράγ­μα­τα ἀ­ει­ζω­ο­τρο­φί­ας.
Δό­ξα. Καὶ νῦν.
Ἁ­γί­ῳ Πνεύ­μα­τι, πη­γὴ τῶν θεί­ων θη­σαυ­ρι­σμά­των, ἐξ οὗ σο­φί­α, σύ­νε­σις, φό­βος· αὐ­τῷ αἴ­νε­σις, δό­ξα, τι­μή, καὶ κρά­τος.

Ἀν­τί­φω­νον Β´.

Ἐ­ὰν μὴ Κύ­ρι­ος οἰ­κο­δο­μή­σῃ οἶ­κον τὸν τῆς ψυ­χῆς, μά­την κο­πι­ῶ­μεν· πλὴν γὰρ αὐ­τοῦ, οὐ πρᾶ­ξις, οὐ λό­γος τε­λεῖ­ται.
Τοῦ καρ­ποῦ τῆς γα­στρός, οἱ Ἅ­γι­οι πνευ­μα­το­κι­νή­τως, ἀ­να­βλα­στοῦ­σι, πα­τρῷ­α δόγ­μα­τα υἱ­ο­θε­σί­ας.
Δό­ξα. Καὶ νῦν.
Ἁ­γί­ῳ Πνεύ­μα­τι, τὰ σύμ­παν­τα τὸ εἶ­ναι ἔ­χει· πρὸ πάν­των γὰρ Θε­ός, τῶν ὅ­λων κυ­ρι­ό­της, φῶς ἀ­πρό­σι­τον, ζω­ὴ τῶν πάν­των.

Ἀν­τί­φω­νον Γ´.

Οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὁ­δοὺς ζω­ῆς εὑ­ρόν­τες, νῦν καὶ ἀ­εὶ μα­κα­ρι­οῦν­ται, δό­ξῃ ἀ­κη­ρά­τῳ.
Κύ­κλῳ τῆς τρα­πέ­ζης σου, ὡς στε­λέ­χη βλέ­πων τὰ ἔκ­γο­νά σου, χαῖ­ρε εὐ­φραί­νου, προ­σά­γων ταῦ­τα, τῷ Χρι­στῷ ποι­με­νάρ­χα.
Δό­ξα. Καὶ νῦν.
Ἁ­γί­ῳ Πνεύ­μα­τι, βυ­θὸς χα­ρι­σμά­των, πλοῦ­τος δό­ξης, κρι­μά­των βά­θος μέ­γα· ὁ­μό­δο­ξον Πα­τρὶ καὶ Υἱ­ῷ, λα­τρευ­τὸν γάρ.

Προ­κεί­με­νον. Ψαλ­μὸς θ´ (9).

Ἀ­νά­στη­θι, Κύ­ρι­ε ὁ Θε­ός μου, ὑ­ψω­θή­τω ἡ χείρ σου, μὴ ἐ­πι­λά­θῃ τῶν πε­νή­των σου εἰς τέ­λος. (δίς)
Στίχ. Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, δι­η­γή­σο­μαι πάν­τα τὰ θαυ­μά­σι­ά σου.
Ἀ­νά­στη­θι, Κύ­ρι­ε ὁ Θε­ός μου...

* * *

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.
Κύ­ρι­ε, ἐ­λέ­η­σον.
Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...
Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.
Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.
Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.
Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)
Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.
Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.
Καὶ τῷ Πνεύ­μα­τί σου.
Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.
Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει 

τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.

Ἑ­ωθινὸν Η´

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (κ´ 11-18).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, Μα­ρί­α εἱ­στή­κει πρὸς τὸ μνη­μεῖ­ον κλαί­ου­σα ἔ­ξω. Ὡς οὖν ἔ­κλαι­ε, πα­ρέ­κυ­ψεν εἰς τὸ μνη­μεῖ­ον καὶ θε­ω­ρεῖ δύ­ο ἀγ­γέ­λους ἐν λευ­κοῖς κα­θε­ζο­μέ­νους, ἕ­να πρὸς τῇ κε­φα­λῇ καὶ ἕ­να πρὸς τοῖς πο­σίν, ὅ­που ἔ­κει­το τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ. Καὶ λέ­γου­σιν αὐ­τῇ ἐ­κεῖ­νοι· Γύ­ναι, τί κλαί­εις; Λέ­γει αὐ­τοῖς· Ὅ­τι ἦ­ραν τὸν Κύ­ρι­όν μου, καὶ οὐκ οἶ­δα ποῦ ἔ­θη­καν αὐ­τόν. Καὶ ταῦ­τα εἰ­ποῦ­σα ἐ­στρά­φη εἰς τὰ ὀ­πί­σω, καὶ θε­ω­ρεῖ τὸν Ἰ­η­σοῦν ἑ­στῶ­τα, καὶ οὐκ ᾔ­δει ὅ­τι Ἰ­η­σοῦς ἐ­στι. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Γύ­ναι, τί κλαί­εις; Τί­να ζη­τεῖς; Ἐ­κεί­νη δο­κοῦ­σα ὅ­τι ὁ κη­που­ρός ἐ­στι, λέ­γει αὐ­τῷ· Κύ­ρι­ε, εἰ σὺ ἐ­βά­στα­σας αὐ­τόν, εἰ­πέ μοι ποῦ ἔ­θη­κας αὐ­τόν, κἀ­γὼ αὐ­τὸν ἀ­ρῶ. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Μα­ρί­α. Στρα­φεῖ­σα ἐ­κεί­νη λέ­γει αὐ­τῷ· Ῥαβ­βου­νί, ὃ λέ­γε­ται, δι­δά­σκα­λε. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Μή μου ἅ­πτου· οὔ­πω γὰρ ἀ­να­βέ­βη­κα πρὸς τὸν πα­τέ­ρα μου· πο­ρεύ­ου δὲ πρὸς τοὺς ἀ­δελ­φούς μου καὶ εἰ­πὲ αὐ­τοῖς· ἀ­να­βαί­νω πρὸς τὸν πα­τέ­ρα μου καὶ πα­τέ­ρα ὑ­μῶν, καὶ Θε­όν μου καὶ Θε­ὸν ὑ­μῶν. Ἔρ­χε­ται Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ ἀ­παγ­γέλ­λου­σα τοῖς μα­θη­ταῖς ὅ­τι ἑ­ώ­ρα­κε τὸν Κύ­ρι­ον, καὶ ταῦ­τα εἶ­πεν αὐ­τῇ.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.
Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.

Ἦ­χος β´.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.
Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.
Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.
Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.
Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.
Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.
Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.
Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.
Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.
Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.
Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.
Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.
Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.
Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.
Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.
Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.
Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.
Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.
Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.
Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.
Δό­ξα.
Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ νῦν.
Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
Ἀ­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.
Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´). Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... Ἀμήν.

* * *

ΟΙ ΚΑΝΟΝΕΣ

Ὁ Ἀ­να­στά­σι­μος καὶ οἱ δύ­ο τοῦ Μη­ναί­ου.

ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.

Ἦ­χος βα­ρύς. Ὁ Εἱρ­μός.

Νεύ­σει σου πρὸς γε­ώ­δη, ἀν­τι­τυ­πί­αν με­τή­χθη, ἡ πρὶν εὐ­δι­ά­χυ­τος, ὑ­δά­των φύ­σις Κύ­ρι­ε· ὅ­θεν ἀ­βρό­χως πε­ζεύ­σας, ᾄ­δει Ἰσ­ρα­ήλ σοι, ᾠ­δὴν ἐ­πι­νί­κι­ον.

Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Κέ­κρι­ται τοῦ θα­νά­του, ἡ τυ­ραν­νὶς δι­ὰ ξύ­λου, ἀ­δί­κῳ θα­νά­τῳ σου, κα­τα­κρι­θέν­τος Κύ­ρι­ε· ὅ­θεν ὁ ἄρ­χων τοῦ σκό­τους, σοῦ μὴ κα­τι­σχύ­σας, δι­καί­ως ἐκ­βέ­βλη­ται.
Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
ᾍ­δης σοι προ­σπε­λά­σας, καὶ τοῖς ὀ­δοῦ­σι μὴ σθέ­νων, συν­τρῖ­ψαι τὸ σῶ­μά σου, τὰς σι­α­γό­νας τέ­θλα­σται· ὅ­θεν Σω­τὴρ τὰς ὀ­δύ­νας, λύ­σας τοῦ θα­νά­του, ἀ­νέ­στης τρι­ή­με­ρος.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Λέ­λυν­ται αἱ ὀ­δύ­ναι, αἱ τῆς προ­μή­το­ρος Εὔ­ας· ὠ­δῖ­νας λα­θοῦ­σα γάρ, ἀ­πει­ρο­γά­μως τέ­το­κας· ὅ­θεν σα­φῶς Θε­ο­τό­κον, Πά­να­γνε εἰ­δό­τες, σὲ πάν­τες δο­ξά­ζο­μεν.

Κα­νὼν τοῦ Ἁ­γί­ου, οὗ ἡ ἀ­κρο­στι­χίς· Ἀ­θλη­τὰ Καλ­λί­νι­κε, τὴν ᾠ­δὴν δέ­χου εὐ­με­νῶς.

Ἦ­χος δ´. Ἅρ­μα­τα Φα­ρα­ώ.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἅρ­μα­τι νο­η­τῷ, ἐ­πι­βὰς ὡς ἀ­λη­θῶς, τρι­στά­τας ἐ­πόν­τι­σας, τοῦ νο­η­τοῦ Αἰ­γυ­πτί­ου, ἐν τῇ τῶν αἱ­μά­των σου ἐ­ρυ­θρᾷ, Μαρ­τύ­ρων κλέ­ος Καλ­λί­νι­κε.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Θεί­αν πε­ρι­βο­λήν, ἐν­δυ­σά­με­νος σο­φέ, στο­λὴν τὴν ἐ­πί­γει­ον, ἀ­πε­ξε­δύ­σω παμ­μά­καρ, καὶ πρὸς τὸν ἀ­γῶ­να ὥρ­μη­σας, καὶ τὸν ἐ­χθρὸν ἐ­θρι­άμ­βευ­σας.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Λύ­σας τὰς τοῦ ἐ­χθροῦ, πο­λυ­πλό­κους μη­χα­νάς, δε­σμεῖς ἐν τοῖς ἄ­θλοις σου, καὶ ἀ­νε­νέρ­γη­τον τοῦ­τον, ἔῤ­ῥι­ψας εἰς γῆν Καλ­λί­νι­κε, καὶ τοῖς πο­σί σου συ­νέ­τρι­ψας.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Ἥν­περ τῶν Προ­φη­τῶν, προ­ε­ώ­ρα­κε χο­ρός, ὡς πύ­λην οὐ­ρά­νι­ον, καὶ βά­τον ἀ­κα­τά­φλε­κτον, σὲ Παρ­θε­νο­μῆ­τορ ἄ­χραν­τε, Θε­ὸν τε­κοῦ­σαν ἐ­πέ­γνω­μεν.
Κα­νὼν τῆς Ἁ­γί­ας Θε­ο­δό­της, οὗ ἡ ἀ­κρο­στι­χίς· 

Τὴν πρὸς Θε­όν μοι, Μάρ­τυς, ἴ­θυ­νον τρί­βον.

Ἦ­χος δ´. Θα­λάσ­σης τὸ ἐ­ρυ­θραῖ­ον.

Στίχ. Ἁ­γί­α τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Τῆς θεί­ας, φω­το­δο­σί­ας χά­ρι­τι, κα­τα­λαμ­πρύ­νε­σθαι, τοὺς ὑ­μνη­τάς σου Μάρ­τυς τοῦ Χρι­στοῦ, Θε­ο­δό­τη δυ­σώ­πη­σον, μαρ­τυ­ρι­κῇ λαμ­πρό­τη­τι, καὶ παρ­θε­νί­ᾳ δι­α­λάμ­που­σα.
Στίχ. Ἁ­γί­α τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἡ θεί­ῳ, δυ­να­μω­θεῖ­σα Πνεύ­μα­τι, καὶ κα­ται­σχύ­να­σα, τῶν πο­νη­ρῶν πνευ­μά­των τὴν πλη­θύν, Θε­ο­δό­τη πα­νεύ­φη­με, πνευ­μα­τι­καῖς φαι­δρό­τη­σι, τοὺς σὲ ὑ­μνοῦν­τας κα­τα­φαί­δρυ­νον.
Δό­ξα.
Νο­μί­μως, πρὸς τοὺς ἀ­γῶ­νας ἔν­δο­ξε, Μάρ­τυς ἐ­χώ­ρη­σας, τῶν θε­ο­πνεύ­στων λό­γων δι­δα­χαῖς, κο­σμου­μέ­νη λαμ­πρό­τα­τα, καὶ τὰς βου­λὰς ἐ­μώ­ρα­νας, τῶν ἀ­σε­βούν­των πα­να­οί­δι­με.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Παρ­θέ­νος, τῷ Βα­σι­λεῖ πα­ρί­στα­σθαι, σὺ ἀ­πη­νέ­χθης Χρι­στῷ, τῆς ἐ­κλε­κτῆς ὀ­πί­σω καὶ σε­πτῆς, ὑ­πὲρ νοῦν Θε­ο­μή­το­ρος, καὶ ἱ­ε­ρὸ ἀ­νά­θη­μα, ἐ­που­ρα­νί­ου να­οῦ γέ­γο­νας.

ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.

Ἦ­χος βα­ρύς. Ὁ Εἱρ­μός.

Ὁ κατ᾿ ἀρ­χὰς τοὺς οὐ­ρα­νούς, παν­το­δυ­νά­μῳ σου Λό­γῳ, στε­ρε­ώ­σας Κύ­ρι­ε Σω­τήρ, καὶ τῷ παν­τουρ­γῷ καὶ θεί­ῳ Πνεύ­μα­τι, πᾶ­σαν τὴν δύ­να­μιν αὐ­τῶν, ἐν ἀ­σα­λεύ­τῳ με πέ­τρᾳ, τῆς ὁ­μο­λο­γί­ας σου στε­ρέ­ω­σον.

Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Σὺ ἀ­νελ­θὼν ἐ­πὶ ξύ­λου, ὑ­πὲρ ἡ­μῶν ὀ­δυ­νᾶ­σαι, ἑ­κου­σί­ως εὔ­σπλαγ­χνε Σω­τήρ, καὶ φέ­ρεις πλη­γὴν εἰ­ρή­νης πρό­ξε­νον, καὶ σω­τη­ρί­ας τοῖς πι­στοῖς, δι᾿ ἧς τῷ σῷ Ἐ­λε­ῆ­μον, πάν­τες κα­τηλ­λά­γη­μεν Γεν­νή­το­ρι.
Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.
Σύ με κα­θῇ­ρας τῆς πλη­γῆς, τὸν τῇ ψυ­χῇ τε­τρω­μέ­νον, δρα­κον­τί­ῳ δήγ­μα­τι Χρι­στέ, καὶ ἔ­δει­ξας φῶς ἐν σκό­τει πά­λαι μοι, κα­τῳ­κι­σμέ­νῳ καὶ φθο­ρᾷ· δι­ὰ Σταυ­ροῦ γὰρ εἰς ᾅ­δην, κα­τα­βε­βη­κώς με συ­να­νέ­στη­σας.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Τῆς ἀ­πει­ράν­δρου σου Μη­τρός, ταῖς ἱ­κε­σί­αις τῷ κό­σμῳ, τὴν εἰ­ρή­νην βρά­βευ­σον Σω­τήρ, καὶ τῷ βα­σι­λεῖ τὴν νί­κην δώ­ρη­σαι, κα­τὰ βαρ­βά­ρων δυ­σμε­νῶν, καὶ τῆς ἀ­φρά­στου σου δό­ξης, τοὺς δο­ξο­λο­γοῦν­τάς σε ἀ­ξί­ω­σον.

Τοῦ Ἁ­γί­ου. Ἦ­χος δ´. Ὁ στε­ρε­ῶν βρον­τήν.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Τῇ τοῦ Χρι­στοῦ ἀ­γά­πῃ τε­τρω­μέ­νος, ὁ Μάρ­τυς ἀ­νέ­κρα­ζεν, ἐν τοῖς ἀ­γῶ­σιν ἐγ­καρ­τε­ρῶν· Εἰς ὀ­σμὴν δρα­μοῦ­μαι μύ­ρων, ἀ­κο­λου­θῶν τῷ πά­θει σου, τῇ ἀ­θλή­σει τῇ δι᾿ αἵ­μα­τος.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἀ­νε­πι­βού­λευ­τος δι­ε­τη­ρή­θης, ἐκ τῶν βε­λῶν τοῦ ὄ­φε­ως· τὴν σὴν γὰρ πτέρ­ναν ὁ σο­φι­στής, ἐν τοῖς ἥ­λοις δι­α­τρή­σας, τὴν κε­φα­λὴν συν­τρί­βε­ται, Καλ­λί­νι­κε τοῖς ἄ­θλοις σου.
Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Κα­τα­τε­μὼν τῆς πλά­νης τὰς ἀ­κάν­θας, μα­χαί­ρᾳ τῇ τοῦ Πνεύ­μα­τος, τὴν τοῦ Χρι­στοῦ πί­στιν ἀ­πλα­νῶς, ἐ­γε­ώρ­γη­σας παμ­μά­καρ, εἰς ἑ­κα­τὸν τοὺς πό­νους, προ­σά­ξας τῷ Δε­σπό­τῃ σου.

Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.
Ἀ­νερ­μη­νεύ­του τό­κου καὶ λο­χεί­ας, σὺ μό­νη μή­τηρ γέ­γο­νας, ἐν τῇ νη­δύ­ι σου τὸν πρὸ σοῦ, συλ­λα­βοῦ­σα Θε­ὸν Λό­γον, καὶ γα­λου­χοῦ­σα Παρ­θέ­νος, ὡς βρέ­φος τὸν προ­ά­ναρ­χον.

Τῆς Ἁ­γί­ας. Ἦ­χος δ´. Εὐ­φραί­νε­ται ἐ­πὶ σοί.

Στίχ. Ἁ­γί­α τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ῥη­μά­των σου ταῖς πλο­καῖς, πε­ρι­σχε­θεὶς ὁ δυσ­σε­βὴς τύ­ραν­νος, ταῖς φυ­λα­καῖς ᾤ­ε­το, ἀν­τι­κα­τα­σχεῖν τὴν ἀν­δρεί­αν σου.
Στίχ. Ἁ­γί­α τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ὁ πό­θος ὁ τοῦ Θε­οῦ, τὴν προ­θυ­μί­αν τῆς ψυ­χῆς εὔ­το­νον, Μάρ­τυς Χρι­στοῦ ἔ­δει­ξε, καὶ ἡ τοῦ Σω­τῆ­ρος ἐ­πί­πνοι­α.
Δό­ξα.
Σαρ­κὸς μὲν πε­ρι­φρο­νεῖν, ἐ­πι­με­λεῖ­σθαι δὲ ψυ­χῆς ἔ­σπευ­σας· ὅ­θεν δει­ναῖς μά­στι­ξι, κα­τα­τε­μνο­μέ­νη ὑ­πέ­φε­ρες.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θυ­μί­α­μα προ­ση­νές, ἐ­πι­τε­θὲν μαρ­τυ­ρι­κοῖς ἄν­θρα­ξι, τῷ νο­η­τῷ ἄν­θρα­κι, τῷ ἐκ τῆς Παρ­θέ­νου σὺ γέ­γο­νας.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις· 

Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...

* * *

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

Με­σῴ­δι­ον Κά­θι­σμα ἐκ τοῦ Μη­ναί­ου.

Τοῦ Ἁ­γί­ου. Ἦ­χος γ´. Θεί­ας πί­στε­ως.

Ζῆ­λον ἔν­θε­ον, ἐν τῇ ψυ­χῇ σου, ἔ­χων ἔν­δο­ξε, τοὺς ἀ­νο­μοῦν­τας, δι­α­κε­νῆς καρ­τε­ρι­κῶς δι­ή­λεγ­ξας· καὶ ὁ­μι­λή­σας βα­σά­νοις δι­ή­νυ­σας, τὸν σὸν ἀ­γῶ­να γεν­ναί­ῳ φρο­νή­μα­τι. Μάρ­τυς Καλ­λί­νι­κε, Χρι­στὸν τὸν Θε­ὸν ἱ­κέ­τευ­ε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.

Δό­ξα. Τῆς Ἁ­γί­ας.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Τὸν ὡ­ραι­ό­τα­τον Χρι­στὸν ἀ­γα­πή­σα­σα, καὶ δι᾿ ἁ­γνεί­ας τὴν ψυ­χὴν ὡ­ρα­ΐ­σα­σα, δι­ὰ παν­τοί­ων πό­νων τε καὶ θλί­ψε­ων, τού­τῳ κα­τηγ­γύ­η­σαι, ὥς περ ἄ­μω­μος νύμ­φη· ὅ­θεν σε ἠ­ξί­ω­σεν, οὐ­ρα­νί­ων θα­λά­μων, ὑ­πὲρ ἡ­μῶν πρε­σβεύ­ου­σαν αὐ­τῷ, τῶν σὲ τι­μών­των σε­μνὴ παμ­μα­κά­ρι­στε.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῇ Θε­ο­τό­κῳ ἐ­κτε­νῶς νῦν προσ­δρά­μω­μεν, ἁ­μαρ­τω­λοὶ καὶ τα­πει­νοὶ καὶ προ­σπέ­σω­μεν, ἐν με­τα­νοί­ᾳ κρά­ζον­τες ἐκ βά­θους ψυ­χῆς· Δέ­σποι­να βο­ή­θη­σον, ἐφ᾿ ἡ­μῖν σπλαγ­χνι­σθεῖ­σα· σπεῦ­σον, ἀ­πολ­λύ­με­θα, ὑ­πὸ πλή­θους πται­σμά­των. Μὴ ἀ­πο­στρέ­ψῃς σοὺς δού­λους κε­νούς· σὲ γὰρ καὶ μό­νην ἐλ­πί­δα κε­κτή­με­θα.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις· 

Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.

Κον­τά­κι­ον. Ἦ­χος βα­ρύς. Οὐ­κέ­τι φλο­γί­νη ῥομ­φαί­α.

Οὐ­κέ­τι τὸ κρά­τος τοῦ θα­νά­του, ἰ­σχύ­σει κα­τέ­χειν τοὺς βρο­τούς· Χρι­στὸς γὰρ κα­τῆλ­θε συν­τρί­βων, καὶ λύ­ων τὰς δυ­νά­μεις αὐ­τοῦ· δε­σμεῖ­ται ὁ ᾅ­δης, Προ­φῆ­ται συμ­φώ­νως ἀ­γάλ­λον­ται· Ἐ­πέ­στη, λέ­γον­τες, Σω­τὴρ τοῖς ἐν σκό­τει· ἐ­ξέρ­χε­σθε οἱ πι­στοὶ εἰς τὴν ἀ­νά­στα­σιν.

Ὁ Οἶ­κος.

Ἔ­τρε­με κά­τω­θεν τὰ κα­τα­χθό­νι­α σή­με­ρον, ὁ ᾅ­δης καὶ ὁ θά­να­τος τὸν Ἕ­να τῆς Τρι­ά­δος· ἡ γῆ ἐ­κλο­νεῖ­το, πυ­λω­ροὶ δὲ ᾅ­δου ἰ­δόν­τες σε ἔ­πτη­ξαν· ἡ κτί­σις δὲ πᾶ­σα σὺν τοῖς Προ­φή­ταις χαί­ρου­σα ψάλ­λει σοι, ἐ­πι­νί­κι­ον ᾠ­δὴν τῷ λυ­τρω­τῇ ἡ­μῶν Θε­ῷ, τῷ κα­τα­λύ­σαν­τι νῦν θα­νά­του τὴν δύ­να­μιν. Ἀ­λα­λά­ξω­μεν καὶ βο­ή­σω­μεν τῷ Ἀ­δάμ, καὶ τοῖς ἐξ Ἀ­δάμ· Ξύ­λον τοῦ­τον εἰ­σή­γα­γεν· ἐ­ξέρ­χε­σθε οἱ πι­στοὶ εἰς τὴν ἀ­νά­στα­σιν.

Συ­να­ξά­ρι­ον.

Τῇ ΚΘ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τοῦ Ἁ­γί­ου Μάρ­τυ­ρος Καλ­λι­νί­κου.
Στίχ. Βλη­θεὶς ὁ Καλ­λί­νι­κος ἐν τῇ κα­μί­νῳ,
Τὸ νι­κο­καλ­λὲς εὗ­ρε καὶ θεῖ­ον στέ­φος.
Εἰ­κά­δι ἀμ­φε­νά­τῃ φλὸξ Καλ­λί­νι­κον κα­τέ­δα­ψε.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς Ἁ­γί­ας Μάρ­τυ­ρος Θε­ο­δό­της, καὶ τῶν τέ­κνων αὐ­τῆς.
Στίχ. Θε­ῷ δο­τὴν τί­θη­σι τὴν Θε­ο­δό­την,
Τὸ πῦρ κα­μί­νου σὺν τρι­σὶν τέ­κνοις φί­λοις.
Οἱ Ἅ­γι­οι Μάρ­τυ­ρες πα­τὴρ καὶ μή­τηρ με­τὰ δύ­ο τέ­κνων αὐ­τῶν, πυ­ρὶ τε­λει­οῦν­ται.
Στίχ. Πα­τὴρ ἐ­καύ­θη καὶ τε­κοῦ­σα καὶ τέ­κνα,
Τὸ πα­τρο­μη­τρό­τε­κνον ἀ­θλη­τῶν γέ­νος.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ἁ­γί­ων Μαρ­τύ­ρων Μά­μαν­τος καὶ Βα­σι­λί­σκου, ἐν τοῖς Δα­ρεί­ου· καὶ τῶν Ἁ­γί­ων Βε­νι­α­μὶν καὶ Βη­ρί­ου, πλη­σί­ον τῶν Πα­λα­τί­ων τοῦ Ἑ­βδό­μου. Καὶ μνή­μη τοῦ μα­κα­ρί­ου Ἰ­ω­άν­νου τοῦ Στρα­τι­ώ­του· καὶ Κων­σταν­τί­νου Πα­τρι­άρ­χου Κων­σταν­τι­νου­πό­λε­ως· καὶ τοῦ εὐ­σε­βοῦς βα­σι­λέ­ως Θε­ο­δο­σί­ου τοῦ Νέ­ου.
Στίχ. Ὡς οἷ­α μύ­στης τῶν ἁ­λι­έ­ων Μά­μας
Τολ­μᾷ θα­λάσ­σης ἐ­ξε­ρευ­νᾶν τὰ βά­θη.
Ναί, Βα­σι­λί­σκε, ψαλ­μι­κῶς ἐπ᾿ ἀ­σπί­δα
Καὶ βα­σι­λί­σκον βαῖ­νε τὴν το­μὴν φέ­ρων.
Δύ­ο ἀ­θλη­ταὶ τῇ Ἁ­γί­ᾳ Τρι­ά­δι
Πά­ρει­σιν ἤ­δη σὺν Νό­οις ἐν τῷ Πό­λῳ.
Εἰ βαρ­βά­ρους, οὐκ οἶ­δα, δαί­μο­νας τέ­ως,
Ἕ­ως τε­λευ­τῆς ἔ­τρε­πες, Χρι­στο­πλῖ­τα.
Ἔ­χεις ἄ­λη­κτον εἰς Ἐ­δὲμ προ­ε­δρί­αν,
Κων­σταν­τῖ­νε, Πρό­ε­δρε τῆς Κων­σταν­τί­νου.
Ἡ βα­σι­λεί­α ἐμ­πο­δὼν οὐχ ὡ­ρά­θη,
Σοί, ὦ Θε­ο­δό­σι­ε, πρὸς σω­τη­ρί­αν.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Λούπ­που, Ἐ­πι­σκό­που Τρου­ὰ τῆς Γαλ­λί­ας.
Στίχ. Μέ­γας ἀ­σκη­τὴς καὶ ἐ­πί­σκο­πος Λοῦπ­πος,
Λύ­κον νο­η­τὸν ἀ­φα­νί­ζει ἐκ ποί­μνης.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Ῥω­μα­νοῦ, Ἡ­γου­μέ­νου τῆς Μο­νῆς Κίρ­ζατς, μα­θη­τοῦ τοῦ Ὁ­σί­ου Σερ­γί­ου τοῦ Ῥαν­το­νέζ.
Στίχ. Ὢν πρὸς σα­τα­νᾶν Ῥω­μα­νὸς ῥω­μα­λέ­ος,
Τοῦ­τον νι­κή­σας Μο­νὴν ἱ­δρύ­ει Κίρ­ζατς.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ὁ­σί­ων Κων­σταν­τί­νου καὶ Κο­σμᾶ τῶν ἐν Κο­σίν­σκι.
Στίχ. Καὶ Κων­σταν­τῖ­νος καὶ Κο­σμᾶς ἐν Κο­σίν­σκι,
Κό­σμον κο­σμοῦ­σι τῶν θεί­ων μο­να­ζόν­των.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου παι­δὸς Μπογ­κο­λι­ὲμπ τοῦ ἐν Τσέρ­νι­γι­αρ.
Στίχ. Θεῖ­ος Μπογ­κο­λι­έμπ, ὡς ἡ αὐ­τοῦ κλῆ­σις,
Θε­ὸν ἠ­γά­πη­σεν ὑ­πὲρ πᾶν τι ζή­σας.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Μάρ­τυ­ρος Εὐ­στα­θί­ου, τοῦ ἐν Μτσχέ­τῃ τῆς Γε­ωρ­γί­ας.
Στίχ. Μεί­νας εὐ­στα­θὴς τῇ πί­στει τοῦ Κυ­ρί­ου,
Στέ­φος ὁ Εὐ­στά­θι­ος πλου­τεῖ Μαρ­τύ­ρων.
Ταῖς αὐ­τῶν ἁ­γί­αις πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

ΚΑΤΑΒΑΣΙΑΙ

Τῆς Με­τα­μορ­φώ­σε­ως

Ψάλ­λον­ται ἀ­πὸ τῆς 27ης Ἰ­ου­λί­ου μέ­χρι τῆς 5ης Αὐ­γού­στου πλὴν τῆς 1ης Αὐ­γού­στου.

ᾨ­δὴ α´. Ἦ­χος δ´.

Χο­ροὶ Ἰσ­ρα­ὴλ ἀ­νί­κμοις πο­σὶ * πόν­τον Ἐ­ρυ­θρὸν * καὶ ὑ­γρὸν βυ­θὸν δι­ε­λά­σαν­τες, * ἀ­να­βά­τας τρι­στά­τας * δυ­σμε­νεῖς ὁ­ρῶν­τες * ἐν αὐ­τῷ ὑ­πο­βρυ­χί­ους, * ἐν ἀ­γαλ­λι­ά­σει ἔ­μελ­πον· * ᾌ­σω­μεν τῷ Θε­ῷ ἡ­μῶν, * ὅ­τι δε­δό­ξα­σται.

ᾨ­δὴ γ´.

Τό­ξον δυ­να­τῶν ἠ­σθέ­νη­σε * καὶ οἱ ἀ­σθε­νοῦν­τες * πε­ρι­ε­ζώ­σαν­το δύ­να­μιν· * δι­ὰ τοῦ­το ἐ­στε­ρε­ώ­θη * ἐν Κυ­ρί­ῳ ἡ καρ­δί­α μου.

ᾨ­δὴ δ´.

Εἰ­σα­κή­κο­α τὴν ἔν­δο­ξον * οἰ­κο­νο­μί­αν σου, Χρι­στὲ ὁ Θε­ός· * ὅ­τι ἐ­τέ­χθης ἐκ τῆς Παρ­θέ­νου, * ἵ­να ἐκ πλά­νης ῥύ­σῃ τοὺς κραυ­γά­ζον­τας· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.

ᾨ­δὴ ε´.

Ὁ τοῦ φω­τὸς δι­α­τμή­ξας * τὸ πρω­τό­γο­νον χά­ος, * ὡς ἐν φω­τὶ τὰ ἔρ­γα * ὑ­μνεῖ σε, Χρι­στέ, * τὸν δη­μι­ουρ­γόν, * ἐν τῷ φω­τί σου * τὰς ὁ­δοὺς ἡ­μῶν εὔ­θυ­νον.

ᾨ­δὴ στ´.

Ἐν τῷ θλί­βε­σθαί με * ἐ­βό­η­σα πρὸς Κύ­ρι­ον, * καὶ ἐ­πή­κου­σέ μου * ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου.

ᾨ­δὴ ζ´.

Ἀ­βρα­μι­αῖ­οί πο­τε * ἐν Βα­βυ­λῶ­νι παῖ­δες * κα­μί­νου φλό­γα κα­τε­πά­τη­σαν * ἐν ὕ­μνοις κραυ­γά­ζον­τες· * Ὁ τῶν πα­τέ­ρων * Θε­ός, εὐ­λο­γη­τὸς εἶ.

ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν 
τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.
Οἱ ἐν Βα­βυ­λῶ­νι παῖ­δες * τῷ θεί­ῳ πυρ­πο­λού­με­νοι ζή­λῳ, * τυ­ράν­νου καὶ φλο­γὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως κα­τε­πά­τη­σαν· * καὶ μέ­σον πυ­ρὸς * ἐμ­βλη­θέν­τες, δρο­σι­ζό­με­νοι ἔ­ψαλ­λον· * Εὐ­λο­γεῖ­τε, πάν­τα τὰ ἔρ­γα * Κυ­ρί­ου, τὸν Κύ­ρι­ον.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

Ὁ τό­κος σου ἄ­φθο­ρος ἐ­δεί­χθη· * Θε­ὸς ἐκ λα­γό­νων σου προ­ῆλ­θε * σαρ­κο­φό­ρος, ὃς ὤ­φθη * ἐ­πὶ γῆς καὶ τοῖς ἀν­θρώ­ποις συ­να­νε­στρά­φη· * σέ, Θε­ο­τό­κε, * δι­ὸ πάν­τες με­γα­λύ­νο­μεν.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις· 

Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.
Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.
Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ὅ­τι ἅ­γι­ός ἐ­στιν.

Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Η´.

Δύ­ο Ἀγ­γέ­λους βλέ­ψα­σα, ἔν­δο­θεν τοῦ μνη­μεί­ου, Μα­ρί­α ἐ­ξε­πλήτ­τε­το, καὶ Χρι­στὸν ἀ­γνο­οῦ­σα, ὡς κη­που­ρὸν ἐ­πη­ρώ­τα· Κύ­ρι­ε ποῦ τὸ σῶ­μα, τοῦ Ἰ­η­σοῦ μου τέ­θει­κας; κλή­σει δὲ τοῦ­τον γνοῦ­σα, εἶ­ναι αὐ­τόν, τὸν Σω­τῆ­ρα ἤ­κου­σε· Μή μου ἅ­πτου, πρὸς τὸν Πα­τέ­ρα ἄ­πει­μι, εἰ­πὲ τοῖς ἀ­δελ­φοῖς μου.

Θε­ο­το­κί­ον.

Τρι­ά­δος Κό­ρη τέ­το­κας, ἀ­πορ­ρή­τως τὸν ἕ­να, δι­πλοῦν τῇ φύ­σει πέ­λον­τα, καὶ δι­πλοῦν ἐ­νερ­γεί­ᾳ, καὶ ἕ­να τῇ ὑ­πο­στά­σει· τοῦ­τον οὖν ἐκ­δυ­σώ­πει, ἀ­εὶ ὑ­πὲρ τῶν πί­στει σε, προ­σκυ­νούν­των, ἐκ πά­σης ἐ­πι­βου­λῆς, τοῦ ἐ­χθροῦ λυ­τρώ­σα­σθαι, ὅ­τι πάν­τες, πρὸς σὲ νῦν κα­τα­φεύ­γο­μεν, Δέ­σποι­να Θε­ο­τό­κε.

* * *

ΑΙΝΟΙ

Ἦ­χος βα­ρύς.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·

Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος βα­ρύς.

Στίχ. α´. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.
Ἀ­νέ­στη Χρι­στὸς ἐκ νε­κρῶν, λύ­σας θα­νά­του τὰ δε­σμά· εὐ­αγ­γε­λί­ζου γῆ χα­ρὰν με­γά­λην· αἰ­νεῖ­τε οὐ­ρα­νοὶ Θε­οῦ τὴν δό­ξαν.
Στίχ. β´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.
Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον, Ἰ­η­σοῦν τὸν μό­νον ἀ­να­μάρ­τη­τον.
Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.
Χρι­στοῦ τὴν ἀ­νά­στα­σιν, προ­σκυ­νοῦν­τες οὐ παυ­ό­με­θα· αὐ­τὸς γὰρ ἡ­μᾶς ἔ­σω­σεν, ἐκ τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἅ­γι­ος Κύ­ρι­ος Ἰ­η­σοῦς, ὁ δεί­ξας τὴν ἀ­νά­στα­σιν.
Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.
Τί ἀν­τα­πο­δώ­σω­μεν τῷ Κυ­ρί­ῳ, πε­ρὶ πάν­των ὧν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν; δι᾿ ἡ­μᾶς Θε­ὸς ἐν ἀν­θρώ­ποις· δι­ὰ τὴν κα­τα­φθα­ρεῖ­σαν φύ­σιν, ὁ Λό­γος σὰρξ ἐ­γέ­νε­το, καὶ ἐ­σκή­νω­σεν ἐν ἡ­μῖν· πρὸς τοὺς ἀ­χα­ρί­στους ὁ εὐ­ερ­γέ­της· πρὸς τοὺς αἰχ­μα­λώ­τους ὁ ἐ­λευ­θε­ρω­τής· πρὸς τοὺς ἐν σκό­τει κα­θη­μέ­νους, ὁ Ἥ­λι­ος τῆς δι­και­ο­σύ­νης· ἐ­πὶ τὸν Σταυ­ρὸν ὁ ἀ­πα­θής· ἐ­πὶ τὸν ᾅ­δην τὸ φῶς· ἐ­πὶ τὸν θά­να­τον ἡ ζω­ή· ἡ ἀ­νά­στα­σις δι­ὰ τοὺς πε­σόν­τας· πρὸς ὃν βο­ή­σω­μεν· Ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.

Ἕ­τε­ρα Στι­χη­ρά, Ἀ­να­το­λι­κά.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.
Πύ­λας ᾅ­δου συ­νέ­τρι­ψας Κύ­ρι­ε, καὶ θα­νά­του τὸ κρά­τος κα­τήρ­γη­σας, τῇ κρα­ται­ᾷ δυ­νά­μει σου· καὶ συ­νή­γει­ρας νε­κρούς, τοὺς ἀπ᾿ αἰ­ῶ­νος ἐν σκό­τει κα­θεύ­δον­τας, τῇ θεί­ᾳ καὶ ἐν­δό­ξῳ ἀ­να­στά­σει σου, ὡς Βα­σι­λεὺς τοῦ παν­τός, καὶ Θε­ὸς παν­το­δύ­να­μος.
Στίχ. Ϛ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.
Δεῦ­τε ἀ­γαλ­λι­α­σώ­με­θα τῷ Κυ­ρί­ῳ, καὶ εὐ­φραν­θῶ­μεν ἐν τῇ ἀ­να­στά­σει αὐ­τοῦ· ὅ­τι συ­νή­γει­ρε νε­κρούς, ἐκ τῶν τοῦ ᾅ­δου ἀ­λύ­των δε­σμῶν, καὶ ἐ­δω­ρή­σα­το τῷ κό­σμῳ ὡς Θε­ός, ζω­ὴν αἰ­ώ­νι­ον, καὶ τὸ μέ­γα ἔ­λε­ος.
Στίχ. ζ´. Ἀ­νά­στη­θι, Κύ­ρι­ε ὁ Θε­ός μου, ὑ­ψω­θή­τω ἡ χείρ σου, μὴ ἐ­πι­λά­θῃ τῶν πε­νή­των σου εἰς τέ­λος.
Ἐ­ξα­στρά­πτων Ἄγ­γε­λος, ἐν τῷ λί­θῳ ἐ­κά­θη­το τοῦ ζω­ο­δό­χου μνή­μα­τος, καὶ γυ­ναι­ξὶ Μυ­ρο­φό­ροις, εὐ­ηγ­γε­λί­ζε­το λέ­γων· Ἀ­νέ­στη ὁ Κύ­ρι­ος, κα­θὼς προ­εῖ­πεν ὑ­μῖν· ἀ­παγ­γεί­λα­τε τοῖς Μα­θη­ταῖς αὐ­τοῦ, ὅ­τι προ­ά­γει ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν· τῷ δὲ κό­σμῳ πα­ρέ­χει, ζω­ὴν αἰ­ώ­νι­ον, καὶ τὸ μέ­γα ἔ­λε­ος.
Στίχ. η´. Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, δι­η­γή­σο­μαι πάν­τα τὰ θαυ­μά­σι­ά σου.
Τί ἀ­πε­δο­κι­μά­σα­τε τὸν λί­θον τὸν ἀ­κρο­γω­νι­αῖ­ον, ὦ πα­ρά­νο­μοι Ἰ­ου­δαῖ­οι; οὗ­τός ἐ­στιν ὁ λί­θος, ὃν ἔ­θε­το ὁ Θε­ὸς ἐν Σι­ών, ὁ ἐκ πέ­τρας πη­γά­σας ἐν ἐ­ρή­μῳ τὸ ὕ­δωρ, καὶ ἡ­μῖν ἀ­να­βλύ­ζων ἐκ τῆς πλευ­ρᾶς αὐ­τοῦ ἀ­θα­να­σί­αν· οὗ­τός ἐ­στιν ὁ λί­θος, ὁ ἐξ ὄ­ρους παρ­θε­νι­κοῦ ἀ­πο­τμη­θείς, ἄ­νευ θε­λή­μα­τος ἀν­δρός, ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που, ὁ ἐρ­χό­με­νος ἐ­πὶ τῶν νε­φε­λῶν τοῦ οὐ­ρα­νοῦ, πρὸς τὸν Πα­λαι­ὸν τῶν ἡ­με­ρῶν, κα­θὼς εἶ­πε Δα­νι­ήλ· καὶ αἰ­ώ­νι­ος αὐ­τοῦ ἡ Βα­σι­λεί­α.

Δό­ξα. Ἑ­ωθινὸν Η´. Ἦ­χος πλ. δ´.

Τὰ τῆς Μα­ρί­ας δά­κρυ­α, οὐ μά­την χεῖν­ται θερ­μῶς· ἰ­δοὺ γὰρ κα­τη­ξί­ω­ται, καὶ δι­δα­σκόν­των Ἀγ­γέ­λων, καὶ τῆς ὄ­ψε­ως τῆς σῆς, ὦ Ἰ­η­σοῦ· ἀλλ᾿ ἔ­τι πρό­σγει­α φρο­νεῖ, οἷ­α γυ­νὴ ἀ­σθε­νής· δι­ὸ καὶ ἀ­πο­πέμ­πε­ται, μὴ προσ­ψαῦ­σαί σοι Χρι­στέ. Ἀλλ᾿ ὅ­μως κή­ρυξ πέμ­πε­ται, τοῖς σοῖς Μα­θη­ταῖς, οἷς εὐ­αγ­γέ­λι­α ἔ­φη­σε, τὴν πρὸς τὸν πα­τρῷ­ον κλῆ­ρον ἄ­νο­δον ἀ­παγ­γέλ­λου­σα. Μεθ᾿ ἧς ἀ­ξί­ω­σον καὶ ἡ­μᾶς, τῆς ἐμ­φα­νεί­ας σου, Δέ­σπο­τα Κύ­ρι­ε.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.

* * *

Καὶ εὐ­θὺς ψάλ­λε­ται 

εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.
Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.
Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.
Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.
Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.
Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.
Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.
Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.
Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.
Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)
Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.
Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.
Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.
Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.
Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.
Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος β´.

Ἀ­να­στὰς ἐκ τοῦ μνή­μα­τος * καὶ τὰ δε­σμὰ δι­αρ­ρή­ξας τοῦ ᾅ­δου, * ἔ­λυ­σας τὸ κα­τά­κρι­μα τοῦ θα­νά­του, Κύ­ρι­ε, * πάν­τας ἐκ τῶν πα­γί­δων τοῦ ἐ­χθροῦ ῥυ­σά­με­νος· * ἐμ­φα­νί­σας σε­αυ­τὸν τοῖς ἀ­πο­στό­λοις σου * ἐ­ξα­πέ­στει­λας αὐ­τοὺς ἐ­πὶ τὸ κή­ρυγ­μα * καὶ δι᾿ αὐ­τῶν τὴν εἰ­ρή­νην * πα­ρέ­σχες τῇ οἰ­κου­μέ­νῃ, * μό­νε πο­λυ­έ­λε­ε.

* * * * *

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν· 

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…

Τὰ Τυ­πι­κά, οἱ Μα­κα­ρι­σμοί, 

καὶ ἐκ τῶν Κα­νό­νων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠ­δή.

Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.

Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.
Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Δό­ξα. Καὶ νῦν.
Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν· 

Ὅ­τι σὸν τὸ κρά­τος...

Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.
Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...
Δό­ξα. Καὶ νῦν.
Ὁ μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν· 

Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...

Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

* * *

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰ­σο­δι­κόν. Ἦ­χος β´. 

(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

* * *

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Εἶ­τα τὸ Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.

Κον­τά­κι­ον τῆς Θεοτόκου. Ἦχος β´.

(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Προ­στα­σί­α * τῶν Χρι­στι­α­νῶν ἀ­κα­ταί­σχυν­τε, * με­σι­τεί­α * πρὸς τὸν ποι­η­τὴν ἀ­με­τά­θε­τε, * μὴ πα­ρί­δῃς * ἁ­μαρ­τω­λῶν δε­ή­σε­ων φω­νάς, * ἀλ­λὰ πρό­φθα­σον ὡς ἀ­γα­θὴ * εἰς τὴν βο­ή­θει­αν ἡ­μῶν, * τῶν πι­στῶς κραυ­γα­ζόν­των σοι· * Τά­χυ­νον εἰς πρε­σβεί­αν * καὶ σπεῦ­σον εἰς ἱ­κε­σί­αν, * ἡ προ­στα­τεύ­ου­σα ἀ­εί, * Θε­ο­τό­κε, τῶν τι­μών­των σε.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

* * *

ΑΠΟΣΤΟΛΟΣ

Κυ­ρι­α­κῆς Η´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.

Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.

Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. (Ψαλ­μὸς κη´).

Κύ­ρι­ος ἰ­σχὺν τῷ λα­ῷ αὐ­τοῦ δώ­σει.
Στίχ. Ἐ­νέγ­κα­τε τῷ Κυ­ρί­ῳ υἱ­οὶ Θε­οῦ,­.­.. ἐ­νέγ­κα­τε τῷ Κυ­ρί­ῳ δό­ξαν καὶ τι­μήν.
Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(α´ 10-17)

Ἀ­δελ­φοί, πα­ρα­κα­λῶ ὑ­μᾶς δι­ὰ τοῦ ὀ­νό­μα­τος τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ, ἵ­να τὸ αὐ­τὸ λέ­γη­τε πάν­τες, καὶ μὴ ᾖ ἐν ὑ­μῖν σχί­σμα­τα, ἦ­τε δὲ κα­τηρ­τι­σμέ­νοι ἐν τῷ νο­ῒ καὶ ἐν τῇ αὐ­τῇ γνώ­μῃ. Ἐ­δη­λώ­θη γάρ μοι πε­ρὶ ὑ­μῶν, ἀ­δελ­φοί μου, ὑ­πὸ τῶν Χλό­ης ὅ­τι ἔ­ρι­δες ἐν ὑ­μῖν εἰ­σι. Λέ­γω δὲ τοῦ­το, ὅ­τι ἕ­κα­στος ὑ­μῶν λέ­γει· Ἐ­γὼ μέν εἰ­μι Παύ­λου, ἐ­γὼ δὲ Ἀ­πολ­λώ, ἐ­γὼ δὲ Κη­φᾶ, ἐ­γὼ δὲ Χρι­στοῦ. Με­μέ­ρι­σται ὁ Χρι­στός; Μὴ Παῦ­λος ἐ­σταυ­ρώ­θη ὑ­πὲρ ὑ­μῶν; Ἢ εἰς τὸ ὄ­νο­μα Παύ­λου ἐ­βα­πτί­σθη­τε; Εὐ­χα­ρι­στῶ τῷ Θε­ῷ ὅ­τι οὐ­δέ­να ὑ­μῶν ἐ­βά­πτι­σα εἰς μὴ Κρί­σπον καὶ Γά­ϊ­ον, ἵ­να μή τις εἴ­πῃ ὅ­τι εἰς τὸ ἐ­μὸν ὄ­νο­μα ἐ­βά­πτι­σα. Ἐ­βά­πτι­σα δὲ καὶ τὸν Στε­φα­νᾶ οἶ­κον· λοι­πὸν οὐκ οἶ­δα εἴ τι­να ἄλ­λον ἐ­βά­πτι­σα. Οὐ γὰρ ἀ­πέ­στει­λέ με Χρι­στὸς βα­πτί­ζειν, ἀλλ᾿ εὐ­αγ­γε­λί­ζε­σθαι, οὐκ ἐν σο­φί­ᾳ λό­γου, ἵ­να μὴ κε­νω­θῇ ὁ σταυ­ρὸς τοῦ Χρι­στοῦ.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος βα­ρύς. (Ψαλ­μὸς α´).

Στίχ. Ἀ­γα­θὸν τὸ ἐ­ξο­μο­λο­γεῖ­σθαι τῷ Κυ­ρί­ῳ.
Τοῦ ἀ­ναγ­γέλ­λειν τὸ πρω­ὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

* * *

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς Η´ Ματ­θαί­ου

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 14-22).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, εἶ­δεν ὁ Ἰ­η­σοῦς πο­λὺν ὄ­χλον, καὶ ἐ­σπλαγ­χνί­σθη ἐπ᾿ αὐ­τοῖς καὶ ἐ­θε­ρά­πευ­σε τοὺς ἀρ­ρώ­στους αὐ­τῶν. Ὀ­ψί­ας δὲ γε­νο­μέ­νης προ­σῆλ­θον αὐ­τῷ οἱ μα­θη­ταὶ αὐ­τοῦ λέ­γον­τες· Ἔ­ρη­μός ἐ­στιν ὁ τό­πος καὶ ἡ ὥ­ρα ἤ­δη πα­ρῆλ­θεν· ἀ­πό­λυ­σον τοὺς ὄ­χλους, ἵ­να ἀ­πελ­θόν­τες εἰς τὰς κώ­μας ἀ­γο­ρά­σω­σιν ἑ­αυ­τοῖς βρώ­μα­τα. Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· Οὐ χρεί­αν ἔ­χου­σιν ἀ­πελ­θεῖν· δό­τε αὐ­τοῖς ὑ­μεῖς φα­γεῖν. Οἱ δὲ λέ­γου­σιν αὐ­τῷ· Οὐκ ἔ­χο­μεν ὧ­δε εἰ μὴ πέν­τε ἄρ­τους καὶ δύ­ο ἰ­χθύ­ας. Ὁ δὲ εἶ­πε· Φέ­ρε­τέ μοι αὐ­τούς ὧ­δε. Καὶ κε­λεύ­σας τοὺς ὄ­χλους ἀ­να­κλι­θῆ­ναι ἐ­πὶ τοὺς χόρ­τους, λα­βὼν τοὺς πέν­τε ἄρ­τους καὶ τοὺς δύ­ο ἰ­χθύ­ας, ἀ­να­βλέ­ψας εἰς τὸν οὐ­ρα­νὸν εὐ­λό­γη­σε, καὶ κλά­σας ἔ­δω­κε τοῖς μα­θη­ταῖς τοὺς ἄρ­τους οἱ δὲ μα­θη­ταὶ τοῖς ὄ­χλοις. Καὶ ἔ­φα­γον πάν­τες καὶ ἐ­χορ­τά­σθη­σαν, καὶ ἦ­ραν τὸ πε­ρισ­σεῦ­ον τῶν κλα­σμά­των δώ­δε­κα κο­φί­νους πλή­ρεις. Οἱ δὲ ἐ­σθί­ον­τες ἦ­σαν ἄν­δρες ὡ­σεὶ πεν­τα­κι­σχί­λι­οι χω­ρὶς γυ­ναι­κῶν καὶ παι­δί­ων. Καὶ εὐ­θέ­ως ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.

* * *

Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α 

τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.

* * *

Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

* * *

Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)
Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...
Δι᾿ εὐ­χῶν... Ἀ­μήν.

* * * * *