ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος β´.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος β´.
Ὅτε κατῆλθες
πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α´.
Ἐν
τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες
Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις
ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος β´. Αὐτόμελον.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας,
καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Ταῖς Μυροφόροις
γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει
ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη
ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Καθορῶσαι
ἀληθῶς, αἱ τῶν Ἀγγέλων στρατιαί, τὴν Μετάστασιν τὴν σήν, ἄχραντε Μῆτερ
τοῦ Θεοῦ, εὐλογημένη πανύμνητε Παναγία, ἔχοντες βουλὴν τοῦ τεχθέντος
ἐκ σοῦ, στίφος Μαθητῶν συναθροίσασαι, ἐν εὐφροσύνῃ ἔφερον τὸ τίμιον,
εἰς τὸν Παράδεισον σῶμά σου, Χριστὸν ὑμνοῦσαι, τὸν ζωοδότην, ὄντα
εἰς τοὺς αἰῶνας.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος β´.
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι
μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς
παρέσχες πᾶσι. Κύριε δόξα σοι.
Δόξα.
Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις
γυναιξίν, ἀγάλλεται
συμφώνως· κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν,
εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως· καὶ δι᾿ αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐν
χερσὶ τοῦ δι᾿ ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν,
ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην·
ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον
ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς
ὃν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος
* κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα
* καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα
* καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί
τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν,
* ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις·
* Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν
πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου
θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται·
μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι
γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου,
Σῶτερ, * ἐνηχοῦντο, ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου·
* Τί μετὰ νεκρῶν *
τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν
Πατέρα * καὶ τὸν τούτου Υἱόν
τε * καὶ τὸ ἅγιον Πνεῦμα,
* τὴν ἁγίαν Τριάδα *
ἐν
μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην
τεκοῦσα, * ἐλυτρώσω, Παρθένε,
* τὸν Ἀδὰμ ἁμαρτίας· *
χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες·
* ῥεύσαντα ζωῆς, *
ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα,
ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί
Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος β´.
Μετὰ
τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ
ὁ
Θεός, εἶδον Ἀγγέλους
ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι
ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος β´.
Ἀντίφωνον Α´.
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ· σῶσόν με σῇ ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ᾿ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους,
τοῦ μετανοεῖν σοι.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς
γάρ ἐστιν, ὁμοούσιος
Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β´.
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος
φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου;
Τοῖς ὀδοῦσιν αὐτῶν,
μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον· λέοντος τρόπον κατ᾿ ἐμοῦ κινοῦνται,
καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι᾿ Υἱοῦ δέ.
Ἀντίφωνον Γ´.
Οἱ πεποιθότες ἐπὶ Κύριον,
ἐοίκασιν ὄρει τῷ ἁγίῳ· οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν
οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται,
Μάρτυρες, καὶ Προφῆται ὁρῶσιν.
Προκείμενον. Ψαλμὸς ζ´ (7).
Ἐξεγέρθητι,
Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. (δίς)
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ
σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με.
Ἐξεγέρθητι,
Κύριε ὁ Θεός μου...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως
τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε,
ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν ΙΑ´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 15-25).
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ·
Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε.
Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει
αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει
αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη
ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με,
καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.
Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν
ἀμὴν λέγω σοι, ὅτε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις
ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς
τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν
λέγει αὐτῷ· Ἀκολούθει
μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει
τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς
σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω
μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλθεν
οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι
ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ
ὁ
Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς
ὁ
μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται
καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Ἀμήν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν
ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον.
* Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν
* καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
* χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι
τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ
παντός.
Σοὶ
μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.
Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς
μοι.
Ῥαντιεῖς
με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ᾿ ἐμοῦ.
Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω
ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί
με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου.
Κύριε,
τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία
τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται
εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν
με, ὁ Θεός.
Δόξα.
Ταῖς
τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν,
* ἔδωκεν ἡμῖν *
τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ β´ τῆς Ἑορτῆς.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ποίημα Ἰωάννου μοναχοῦ
(τοῦ Δαμασκηνοῦ).
Ἦχος β´. Ὁ Εἱρμός.
Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις,
σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν
ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ τοῦ κόσμου ἄρχων
Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες,
τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε
τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Λυτρωτὴς
τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ ἀναστάσει
σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν
ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπερτέρα πέφηνας
Ἁγνή, πάσης ἀοράτου
τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτίστην τέτοκας,
ὡς
εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς Ἑορτῆς. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Παρθένοι
νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον, νῦν ἀλαλάξατε·
ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον, διαβιβάζεται.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Παρθένοι
νεάνιδες, …
Δόξα.
Ἀξίως
ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα·
καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ
καὶ Θεῷ.
Καὶ
νῦν.
Ἀξίως
ὡς ἔμψυχον, …
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος β´. Ὁ Εἱρμός.
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον
Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία
τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο
βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ᾿ ἀνόμων μυκτηριζόμενον,
τὸν ἑδράσαντα
πάντα θείῳ νεύματι.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐκ χοὸς κατ᾿ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι᾿ ἁμαρτίαν Χριστέ,
συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ τάγματα ἐξέστησαν,
τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ
τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέβομεν.
Τῆς Ἑορτῆς. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Θνητῆς
ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας·
τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν ἐνυπόστατον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Θνητῆς
ἐξ ὀσφύος προαχθεῖσα, …
Δόξα.
Δῆμος
Θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο,
παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.
Καὶ
νῦν.
Δῆμος
Θεολόγων ἐκ περάτων, …
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Μεσῴδιον Κάθισμα τῆς Ἑορτῆς.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὁ πάντιμος
χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,
τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε· οἷς συνύμνησαν, καὶ τῶν
Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει
ἑορτάζομεν.
[Δόξα. Καὶ νῦν. Τὸ αὐτό.]
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω
ζητῶν.
Ἀνέστης Σωτήρ,
ἐκ
τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα
συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Ὁ Οἶκος.
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας,
καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον,
καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν,
καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Συναξάριον.
Τῇ
ΙΘ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου,
καὶ τῶν σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων ἐνενήκοντα
τριῶν.
Στίχ. Ἔστησε τμηθεὶς
αἱμάτων λίμνας ὄχλος,
Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.
Ἐννεακαιδεκάτῃ τάμον
Ἀνδρέου αὐχένα λαμπρόν.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ Θέκλης.
Στίχ. Πυρεῖον ἡ κάμινος
ἐν μέσῳ, φλέγει
Ἄρωμα Τιμόθεον εὔοσμον μάλα.
Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς
φέρει,
Καὶ ψυχοδήκτης δάκνεται θὴρ καρδίαν.
Ἔμοιγε κλῆσις Θέκλα· πατρὶς
Βιζύη·
Γάζης τόπος θέατρον· ἆθλον θὴρ δάκνων.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐτυχιανοῦ, τοῦ στρατιώτου,
καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων.
Στίχ. Εὐτυχιανὸς καίεται,
κρίνας μέγα
Τὴν καῦσιν εὐτύχημα, μικρὸν τὸ πάθος.
Ὁ Στρατήγιος, Χριστὸν ὡς
ὅπλον φέρων,
Κατεστρατήγει καὶ πυρᾶς διηρμένης.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ νέου, τοῦ ἐν τῷ ὄρει
τῆς πόλεως Ναούσης ἀσκήσαντος.
Στίχ. Ὁ Θεοφάνης ἀρεταῖς
φάνας πάλαι,
Τὴν Νάουσαν νῦν λειψάνῳ ἐκλαμπρύνει.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πιτιρὶμ Ἐπισκόπου τοῦ Πέρμ.
Στίχ. Πίτυος Χριστοῦ τρυγᾷ Πιτιρὶμ μέλι,
Ὡς ποιμὴν τὸ Πὲρμ χριστοειδῶς ποιμάνας.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ὁσίου καὶ θεοφόρου
Πατρὸς ἡμῶν Γενναδίου τοῦ ἐν Κοστρομᾷ.
Στίχ. Εἰς φῶς ἤνεκται τὸ σκῆνος Γενναδίου,
Τοῦ φῶς ὁρῶντος Χριστοῦ ἐν Παραδείσῳ.
Τῇ αὐτῇ
ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ιε´ Αὐγούστου, Σύναξιν ἐπιτελοῦμεν εἰς τιμὴν
τῶν Ἁγίων Νεομαρτύρων Μανουὴλ καὶ Ἰωάννου τῶν ἐκ Σφακίων.
Στίχ. Δυὰς ἀθλητῶν Μανουήλ, Ἰωάννης,
Τριάδα ἐδόξασεν ὑστέροις χρόνοις.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Κοιμήσεως τῆς Θεοτόκου
Ψάλλονται ἀπὸ τῆς 15ης μέχρι τῆς
23ης Αὐγούστου.
ᾨδὴ α´. Ἦχος α´.
Πεποικιλμένη
* τῇ θείᾳ δόξῃ *
ἡ ἱερὰ καὶ εὐκλεής, * Παρθένε, μνήμη
σου * πάντας συνηγάγετο * πρὸς εὐφροσύνην τοὺς πιστούς, * ἐξαρχούσης Μαριὰμ *
μετὰ χορῶν καὶ τυμπάνων, * τῷ σῷ ᾄδοντας
μονογενεῖ· * Ἐνδόξως ὅτι δεδόξασται.
ᾨδὴ γ´.
Ἡ
δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων *
Θεοῦ σοφία καὶ δύναμις, * ἀκλινῆ, ἀκράδαντον
* τὴν Ἐκκλησίαν στήριξον, * Χριστέ· * μόνος
γὰρ εἶ ἅγιος, * ὁ ἐν ἁγίοις ἀναπαυόμενος.
ᾨδὴ δ´.
Ῥήσεις
προφητῶν καὶ αἰνίγματα * τὴν σάρκωσιν
ὑπέφηναν * τὴν ἐκ Παρθένου σου, Χριστέ,
* φέγγος ἀστραπῆς σου * εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι· * καὶ φωνεῖ σοι ἄβυσσος * ἐν ἀγαλλιάσει· * Τῇ δυνάμει
σου δόξα, φιλάνθρωπε.
ᾨδὴ ε´.
Τὸ
θεῖον καὶ ἄρρητον κάλλος * τῶν ἀρετῶν
σου, Χριστέ, διηγήσομαι· * ἐξ ἀιδίου
γὰρ δόξης συναΐδιον * καὶ ἐνυπόστατον
λάμψας ἀπαύγασμα, * παρθενικῆς ἀπὸ
γαστρός, * τοῖς ἐν σκότει καὶ σκιᾷ * σωματωθεὶς ἀνέτειλας ἥλιος.
ᾨδὴ στ´.
Ἅλιον,
ποντογενές, * κητῷον ἐντόσθιον πῦρ * τῆς τριημέρου ταφῆς σου * τὶ προεικόνισμα, *
οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· *
σεσωσμένος γάρ, ὡς καὶ προὐπέπωτο, * ἀσινὴς
ἐβόα· * Θύσω σοι μετὰ φωνῆς * αἰνέσεως, Κύριε.
ᾨδὴ ζ´.
Ἰταμῷ
θυμῷ τε καὶ πυρὶ * θεῖος ἔρως ἀντιταττόμενος
* τὸ μὲν πῦρ ἐδρόσιζε, * τῷ θυμῷ δὲ ἐγέλα, *
θεοπνεύστῳ λογικῇ * τῇ τῶν ὁσίων τριφθόγγῳ
λύρᾳ * ἀντιφθεγγόμενος * μουσικοῖς ὀργάνοις *
ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος * τῶν
πατέρων καὶ ἡμῶν * Θεός, εὐλογητὸς
εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν,
εὐλογοῦμεν, καὶ προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες
αὐτὸν εἰς τοὺς αἰῶνας.
Φλόγα
δροσίζουσαν ὁσίους, * δυσσεβεῖς δὲ καταφλέγουσαν
* ἄγγελος Θεοῦ *
ὁ πανσθενὴς ἔδειξε παισί· * ζωαρχικὴν
δὲ πηγὴν * εἰργάσατο τὴν Θεοτόκον, * φθορὰν θανάτου *
καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι· *
Τὸν δημιουργὸν μόνον ὑμνοῦμεν * οἱ λελυτρωμένοι
* καὶ ὑπερυψοῦμεν * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες
μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ
ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, *
τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν
ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ
μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος
ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας
ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο
Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Αἱ γενεαὶ
πᾶσαι * μακαρίζομέν σε *
τὴν μόνην Θεοτόκον.
Νενίκηνται
τῆς φύσεως οἱ ὅροι * ἐν σοί, Παρθένε ἄχραντε·
* παρθενεύει γὰρ τόκος * καὶ ζωὴν προμνηστεύεται θάνατος. * Ἡ μετὰ τόκον παρθένος * καὶ μετὰ θάνατον ζῶσα, * σῴζοις ἀεί, *
Θεοτόκε, * τὴν κληρονομίαν σου.
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε
τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον
ΙΑ´.
Μετὰ
τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ· Φιλεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προβάτων,
προβάλλεται ποιμενάρχην· ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην·
Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Καὶ τῆς Ἑορτῆς.
Ἀπόστολοι
ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ
μου τὸ σῶμα· καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
* * *
ΑΙΝΟΙ
Ἦχος β´.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε
αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος β´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Πᾶσα
πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου
ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Εἰπάτωσαν
Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν,
λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Χαίρετε
λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν
εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
ὁ
Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως
Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν· Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος,
ἐν
τῇ σῇ ἀναστάσει
ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου,
Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε
δόξα σοι.
Καὶ τῆς Ἑορτῆς, γ´ εἰς
δ´.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν
ἐν
χορδαῖς καὶ ὀργάνῳ.
Τῇ
ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ
στρατεύματα· πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδήν σοι ἐξόδιον, προσφωνοῦσα
τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε,
ἡ τὸ γένος, τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τῇ
ἐνδόξῳ Κοιμήσει σου, …
Στίχ. ζ´. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ
ἁγιάσματός σου.
Ἐκ
περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ νεύματι τοῦ
κηδεῦσαί σε· καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν
τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης·
χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Στίχ. η´. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Τὴν
ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον,
δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν,
καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ
σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Δόξα. Ἑωθινὸν ΙΑ´. Ἦχος
πλ. δ´.
Φανερῶν
σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων
νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν· διὸ καὶ ἔλεγες· Εἰ φιλεῖς με Πέτρε,
ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος
τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις
Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη
ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις
Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν
σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, *
δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι
* διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε
βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· *
Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ,
* καὶ ἅγιον Πνεῦμα.
Κύριε
ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, *
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον
ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι
τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ
τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι
σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος,
* Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿
ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον,
Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς
εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο,
Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς
εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά
σου. (ἐκ γ´)
Κύριε,
* καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε,
πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι
παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα
φῶς.
Παράτεινον
τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος
ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· *
ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος
ὁ Θεός, * ἅγιος
ἰσχυρός, * ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον
τροπάριον. Ἦχος δ´.
Σήμερον
σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν
τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς
ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν
θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ Τυπικά, οἱ Μακαρισμοί, δ´ ἐκ τῆς γ´ ᾠδῆς τοῦ ἀναστασίμου
κανόνος καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. (Ἐκλογή).
Στίχ. α´. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. (Ϟθ´ 1-2)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. (Ϟθ´ 14)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ. γ´. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων,
ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. (μζ´ 9)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ. δ´. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ
ἐν Σιών. (οε´ 3)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Δόξα. Καὶ
νῦν.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. (Ἐκλογή).
Στίχ. α´. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
(πστ´ 2)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ
νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. (πστ´ 3)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. (μζ´ 9)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε
τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (με´ 5)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ
νῦν.
Ὁ
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος
ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος
α´. (Ἐκλογή).
Στίχ. α´. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου,
ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. (ρζ´ 2).
Ἐν
τῇ γεννήσει τὴν παρθενίαν...
Στίχ. β´. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ
μοι; (ριε´ 3)
Ἐν
τῇ γεννήσει τὴν παρθενίαν...
Στίχ. γ´. Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς
παιδίσκης σου, διέρρηξας τοὺς δεσμούς μου. (ριε´ 7)
Ἐν
τῇ γεννήσει τὴν παρθενίαν...
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν.
Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται
ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τὸ Ἀπολυτίκιον τῆς Κοιμήσεως.
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς ἑορτῆς.
(Ψάλλεται
ἀπὸ ιε´ ἕως κγ´ Αὐγούστου).
Ἦχος β´. Αὐτόμελον.
Τὴν
ἐν πρεσβείαις * ἀκοίμητον Θεοτόκον * καὶ προστασίαις *
ἀμετάθετον ἐλπίδα * τάφος καὶ νέκρωσις
οὐκ ἐκράτησεν· * ὡς γὰρ ζωῆς μητέρα * πρὸς τὴν ζωὴν μετέστησεν * ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΑ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος β´. (Ψαλμὸς ριζ´).
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ
Ἀνάγνωσμα.
(θ´ 2-12)
Ἀδελφοί,
ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἡ ἐμὴ ἀπολογία
τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ
πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ
λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ
καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται
ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ
οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ
ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;
Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα». Μὴ τῶν
βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, «ὅτι
ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος
αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν,
μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν
μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ,
ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ
Χριστοῦ.
Ἀλληλούϊα (γ´).
Ἦχος β´. (Ψαλμὸς ιθ´).
Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.
Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον
ἡμῶν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΑ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον
(ιη´ 23-35).
Εἶπεν
ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ
βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου
δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι
καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ᾿ ἐμοί,
καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου
ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος
εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ
κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ
σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον
ἐπ᾿ ἐμοί, καὶ ἀποδώσω σοι· ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν
εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι
αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ
ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ
λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ
παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ
σὲ ἠλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς
ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος
ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν
ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται
τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς
ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως
τῆς Παναγίας…
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον,
* τὴν ἀειμακάριστον καὶ παναμώμητον
* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως
* Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, *
σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα
ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,
* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω
τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ
ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿
εὐχῶν... Ἀμήν.
* * * * *
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα...
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 15-25).
Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.
Ἄρωμα Τιμόθεον εὔοσμον μάλα.
Καὶ ψυχοδήκτης δάκνεται θὴρ καρδίαν.
Γάζης τόπος θέατρον· ἆθλον θὴρ δάκνων.
Τὴν καῦσιν εὐτύχημα, μικρὸν τὸ πάθος.
Κατεστρατήγει καὶ πυρᾶς διηρμένης.
Τὴν Νάουσαν νῦν λειψάνῳ ἐκλαμπρύνει.
Ὡς ποιμὴν τὸ Πὲρμ χριστοειδῶς ποιμάνας.
Τοῦ φῶς ὁρῶντος Χριστοῦ ἐν Παραδείσῳ.
Τριάδα ἐδόξασεν ὑστέροις χρόνοις.
εἰς τὸν ἦχον τῆς Κυριακῆς
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέπει σοι πᾶσα δόξα…
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος...
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
τοῦ Ἱεροῦ Χρυσοστόμου.