Παρασκευή 19 Οκτωβρίου 2012

Ο Όρθρος της Κυριακής 21 Οκτωβρίου - Κυριακή ΣΤ´ Λουκά

Ἱ­λα­ρί­ω­νος ὁ­σί­ου (†371). Χρι­στο­δού­λου τοῦ ἐν Πά­τμῳ· Θε­ο­δό­της καὶ Σω­κρά­τους μαρ­τύ­ρων, Ἰ­ω­άν­νου νε­ο­μάρ­τυ­ρος τοῦ ἐκ Μο­νεμ­βα­σί­ας (†1773), Φι­λο­θέ­ου ὁ­σί­ου.
Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν θ´. 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον,
Συ­να­πτὴ με­γά­λη, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα...
Ἦ­χος γ´.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος γ´.

Εὐ­φραι­νέ­σθω τὰ οὐ­ρά­νι­α, ἀ­γαλ­λι­ά­σθω τὰ ἐ­πί­γει­α, ὅ­τι ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, ὁ Κύ­ρι­ος· ἐ­πά­τη­σε τῷ θα­νά­τῳ τὸν θά­να­τον· πρω­τό­το­κος τῶν νε­κρῶν ἐ­γέ­νε­το· ἐκ κοι­λί­ας ᾅ­δου ἐρ­ρύ­σα­το ἡ­μᾶς, καὶ πα­ρέ­σχε τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Δό­ξα. Τοῦ ὁ­σί­ου. Ἦ­χος πλ. δ´.

Ταῖς τῶν δα­κρύ­ων σου ῥο­αῖς, τῆς ἐ­ρή­μου τὸ ἄ­γο­νον ἐ­γε­ώρ­γη­σας, καὶ τῆς ἐκ βά­θους στε­ναγ­μοῖς, εἰς ἑ­κα­τὸν τοὺς πό­νους ἐ­καρ­πο­φό­ρη­σας· καὶ γέ­γο­νας φω­στήρ, τῇ οἰ­κου­μέ­νῃ λάμ­πων τοῖς θαύ­μα­σι. Ἱ­λα­ρί­ων Πα­τὴρ ἡ­μῶν Ὅ­σι­ε, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]
Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἀ­να­στά­σι­μον. Ἦ­χος γ´.

Χρι­στὸς ἐκ νε­κρῶν ἐ­γή­γερ­ται, ἡ ἀ­παρ­χὴ τῶν κε­κοι­μη­μέ­νων· ὁ Πρω­τό­το­κος τῆς κτί­σε­ως, καὶ δη­μι­ουρ­γὸς πάν­των τῶν γε­γο­νό­των, τὴν κα­τα­φθα­ρεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν, ἐν ἑ­αυ­τῷ ἀ­νε­καί­νι­σεν. Οὐ­κέ­τι θά­να­τε κυ­ρι­εύ­εις· ὁ γὰρ τῶν ὅ­λων Δε­σπό­της, τὸ κρά­τος σου κα­τέ­λυ­σε.

Δό­ξα.

Σαρ­κὶ τοῦ θα­νά­του γευ­σά­με­νος Κύ­ρι­ε, τὸ πι­κρὸν τοῦ θα­νά­του, ἐ­ξέ­τε­μες τῇ ἐ­γέρ­σει σου, καὶ τὸν ἄν­θρω­πον κατ᾿ αὐ­τοῦ ἐ­νί­σχυ­σας, τῆς ἀρ­χαί­ας κα­τά­ρας τὴν ἧτ­ταν ἀ­να­κα­λού­με­νος. Ὁ ὑ­πε­ρα­σπι­στὴς τῆς ζω­ῆς ἡ­μῶν, Κύ­ρι­ε δό­ξα σοι.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Σὲ τὴν με­σι­τεύ­σα­σαν τὴν σω­τη­ρί­αν τοῦ γέ­νους ἡ­μῶν, ἀ­νυ­μνοῦ­μεν Θε­ο­τό­κε Παρ­θέ­νε· ἐν τῇ σαρ­κὶ γὰρ τῇ ἐκ σοῦ προσ­λη­φθεί­σῃ, ὁ Υἱ­ός σου καὶ Θε­ὸς ἡ­μῶν, τὸ δι­ὰ σταυ­ροῦ κα­τα­δε­ξά­με­νος πά­θος, ἐ­λυ­τρώ­σα­το ἡ­μᾶς, ἐκ φθο­ρᾶς ὡς φι­λάν­θρω­πος.
Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τη­τα.

Τὸ ἀ­ναλ­λοί­ω­τον τὸ τῆς θε­ό­τη­τος, καὶ τὸ ἑ­κού­σι­ον πά­θος σου Κύ­ρι­ε, εἰς ἑ­αυ­τὸν κα­τα­πλα­γείς, ὁ ᾅ­δης ἐ­πω­δύ­ρε­το· Τρέ­μω τὴν τοῦ σώ­μα­τος, μὴ φθα­ρεῖ­σαν ὑ­πό­στα­σιν· βλέ­πω τὸν ἀ­ό­ρα­τον, μυ­στι­κῶς πο­λε­μοῦν­τά με· δι­ὸ καὶ οὓς κα­τέ­χω κραυ­γά­ζου­σι· Δό­ξα Χρι­στὲ τῇ ἀ­να­στά­σει σου.

Δό­ξα.

Τὸ ἀ­κα­τά­λη­πτον τὸ τῆς σταυ­ρώ­σε­ως, καὶ ἀ­νερ­μή­νευ­τον τὸ τῆς ἐ­γέρ­σε­ως, θε­ο­λο­γοῦ­μεν οἱ πι­στοί, ἀ­πόρ­ρη­τον μυ­στή­ρι­ον· σή­με­ρον γὰρ θά­να­τος, καὶ ὁ ᾅ­δης ἐ­σκύ­λευ­ται, γέ­νος δὲ ἀν­θρώ­πι­νον, ἀ­φθαρ­σί­αν ἐν­δέ­δυ­ται· δι­ὸ καὶ εὐ­χα­ρί­στως κραυ­γά­ζο­μεν· Δό­ξα Χρι­στὲ τῇ ἀ­να­στά­σει σου.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὸν ἀ­κα­τά­λη­πτον καὶ ἀ­πε­ρί­γρα­πτον, τὸν ὁ­μο­ού­σι­ον, Πα­τρὶ καὶ Πνεύ­μα­τι, ἐν τῇ γα­στρί σου μυ­στι­κῶς, ἐ­χώ­ρη­σας Θε­ο­μῆ­τορ· μί­αν καὶ ἀ­σύγ­χυ­τον, τῆς Τρι­ά­δος ἐ­νέρ­γει­αν, ἔ­γνω­μεν τῷ τό­κῳ σου, ἐν τῷ κό­σμῳ δο­ξά­ζε­σθαι· δι­ὸ καὶ εὐ­χα­ρί­στως βο­ῶ­μέν σοι· Χαῖ­ρε ἡ Κε­χα­ρι­τω­μέ­νη.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]
Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος γ´.

Ἐκ­πλήτ­των τῇ ὁ­ρά­σει, δρο­σί­ζων τοῖς ῥή­μα­σιν, ὁ ἀ­στρά­πτων Ἄγ­γε­λος, ταῖς Μυ­ρο­φό­ροις ἔ­λε­γε· Τὸν ζῶν­τα τί ζη­τεῖ­τε ἐν μνή­μα­τι; ἠ­γέρ­θη κε­νώ­σας τὰ μνή­μα­τα· τῆς φθο­ρᾶς ἀλ­λοι­ω­τήν, γνῶ­τε τὸν ἀ­ναλ­λοί­ω­τον· εἴ­πα­τε τῷ Θε­ῷ· Ὡς φο­βε­ρὰ τὰ ἔρ­γα σου! ὅ­τι τὸ γέ­νος ἔ­σω­σας τῶν ἀν­θρώ­πων.
Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος γ´.
Ἀν­τί­φω­νον Α´.

Τὴν αἰχ­μα­λω­σί­αν Σι­ών, σὺ ἐ­ξεί­λου ἐκ Βα­βυ­λῶ­νος, κἀ­μὲ ἐκ τῶν πα­θῶν, πρὸς ζω­ὴν ἕλ­κυ­σον Λό­γε.

Ἐν τῷ νό­τῳ οἱ σπεί­ρον­τες, δά­κρυ­σιν ἐν­θέ­οις, θε­ρι­οῦ­σι στά­χυ­ας, ἐν χα­ρᾷ ἀ­ει­ζω­ΐ­ας.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, πᾶ­σα ἀ­γα­θο­δω­ρί­α, ὡς Πα­τρὶ καὶ Υἱ­ῷ συ­να­στρά­πτει· ἐν ᾧ τὰ πάν­τα ζῇ καὶ κι­νεῖ­ται.
Ἀν­τί­φω­νον Β´.

Ἐ­ὰν μὴ Κύ­ρι­ος οἰ­κο­δο­μή­σῃ οἶ­κον τῶν ἀ­ρε­τῶν, μά­την κο­πι­ῶ­μεν· τὴν δὲ ψυ­χὴν σκέ­πον­τος, οὐ­δεὶς ἡ­μῶν πορ­θεῖ­ται τὴν πό­λιν.

Τοῦ καρ­ποῦ τῆς γα­στρός, τῷ Πνεύ­μα­τι υἱ­ο­ποι­η­τῶς σοι τῷ Χρι­στῷ, ὡς Πα­τρὶ οἱ Ἅ­γι­οι πάν­το­τε εἰ­σί.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἐν­θε­ω­ρεῖ­ται πᾶ­σα ἁ­γι­ό­της, σο­φί­α· οὐ­σι­οῖ πᾶ­σαν γὰρ κτί­σιν· αὐ­τῷ λα­τρεύ­σω­μεν, Θε­ὸς γὰρ ὡς Πα­τρί τε, καὶ Λό­γῳ.
Ἀν­τί­φω­νον Γ´.

Οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, μα­κά­ρι­οι, τρί­βους βα­δι­οῦν­ται τῶν ἐν­το­λῶν, φά­γον­ται, ζω­η­ρὰν γὰρ παγ­καρ­πί­αν.

Κύ­κλῳ τῆς τρα­πέ­ζης σου εὐ­φράν­θη­τι, κα­θο­ρῶν σου ποι­με­νάρ­χα, τὰ ἔκ­γο­να φέ­ρον­τα, κλά­δους ἀ­γα­θο­ερ­γί­ας.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ὁ πᾶς πλοῦ­τος τῆς δό­ξης, ἐξ οὗ χά­ρις καὶ ζω­ὴ πά­σῃ τῇ κτί­σει· σὺν Πα­τρὶ γάρ, ἀ­νυ­μνεῖ­ται καὶ τῷ Λό­γῳ.
Προ­κεί­με­νον. Ψαλ­μὸς Ϟε´ (95).

Εἴ­πα­τε ἐν τοῖς ἔ­θνε­σιν, ὅ­τι Κύ­ρι­ος ἐ­βα­σί­λευ­σε· καὶ γὰρ κα­τώρ­θω­σε τὴν οἰ­κου­μέ­νην, ἥ­τις οὐ σα­λευ­θή­σε­ται. (δίς)

Στίχ. ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ ᾆ­σμα και­νόν, ᾄ­σα­τε τῷ Κυ­ρί­ῳ πᾶ­σα ἡ γῆ.

Εἴ­πα­τε ἐν τοῖς ἔ­θνε­σιν...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...

Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Καὶ τῷ Πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει
τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.
Ἑ­ωθινὸν Θ´
Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (κ´ 19-31).

Οὔ­σης ὀ­ψί­ας τῇ ἡ­μέ­ρᾳ ἐ­κεί­νῃ τῇ μι­ᾷ τῶν σαβ­βά­των, καὶ τῶν θυ­ρῶν κε­κλει­σμέ­νων ὅ­που ἦ­σαν οἱ μα­θη­ταὶ συ­νηγ­μέ­νοι δι­ὰ τὸν φό­βον τῶν Ἰ­ου­δαί­ων, ἦλ­θεν ὁ Ἰ­η­σοῦς καὶ ἔ­στη εἰς τὸ μέ­σον, καὶ λέ­γει αὐ­τοῖς· Εἰ­ρή­νη ὑ­μῖν. Καὶ τοῦ­το εἰ­πὼν ἔ­δει­ξεν αὐ­τοῖς τὰς χεῖ­ρας καὶ τὴν πλευ­ρὰν αὐ­τοῦ. Ἐ­χά­ρη­σαν οὖν οἱ μα­θη­ταὶ ἰ­δόν­τες τὸν Κύ­ρι­ον. Εἶ­πεν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς πά­λιν· Εἰ­ρή­νη ὑ­μῖν. Κα­θὼς ἀ­πέ­σταλ­κέ με ὁ πα­τήρ, κἀ­γὼ πέμ­πω ὑ­μᾶς. Καὶ τοῦ­το εἰ­πὼν ἐ­νε­φύ­ση­σε καὶ λέ­γει αὐ­τοῖς· Λά­βε­τε Πνεῦ­μα Ἅ­γι­ον· ἄν τι­νων ἀ­φῆ­τε τὰς ἁ­μαρ­τί­ας, ἀ­φί­εν­ται αὐ­τοῖς, ἄν τι­νων κρα­τῆ­τε, κε­κρά­την­ται. Θω­μᾶς δὲ εἷς ἐκ τῶν δώ­δε­κα, ὁ λε­γό­με­νος Δί­δυ­μος, οὐκ ἦν μετ᾿ αὐ­τῶν ὅ­τε ἦλ­θεν ὁ Ἰ­η­σοῦς. Ἔ­λε­γον οὖν αὐ­τῷ οἱ ἄλ­λοι μα­θη­ταί· Ἑ­ω­ρά­κα­μεν τὸν Κύ­ρι­ον. Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἐ­ὰν μὴ ἴ­δω ἐν ταῖς χερ­σὶν αὐ­τοῦ τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὸν δά­κτυ­λόν μου εἰς τὸν τύ­πον τῶν ἥ­λων, καὶ βά­λω τὴν χεῖ­ρά μου εἰς τὴν πλευ­ρὰν αὐ­τοῦ, οὐ μὴ πι­στεύ­σω. Καὶ μεθ᾿ ἡ­μέ­ρας ὀ­κτὼ πά­λιν ἦ­σαν ἔ­σω οἱ μα­θη­ταὶ αὐ­τοῦ καὶ Θω­μᾶς μετ᾿ αὐ­τῶν. Ἔρ­χε­ται ὁ Ἰ­η­σοῦς τῶν θυ­ρῶν κε­κλει­σμέ­νων, καὶ ἔ­στη εἰς τὸ μέ­σον καὶ εἶ­πεν· Εἰ­ρή­νη ὑ­μῖν. Εἶ­τα λέ­γει τῷ Θω­μᾷ· Φέ­ρε τὸν δά­κτυ­λόν σου ὧ­δε καὶ ἴ­δε τὰς χεῖ­ράς μου, καὶ φέ­ρε τὴν χεῖ­ρά σου καὶ βά­λε εἰς τὴν πλευ­ράν μου, καὶ μὴ γί­νου ἄ­πι­στος, ἀλ­λὰ πι­στός. Καὶ ἀ­πε­κρί­θη Θω­μᾶς καὶ εἶ­πεν αὐ­τῷ· Ὁ Κύ­ρι­ός μου καὶ ὁ Θε­ός μου. Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ὅ­τι ἑ­ώ­ρα­κάς με, πε­πί­στευ­κας· μα­κά­ρι­οι οἱ μὴ ἰ­δόν­τες καὶ πι­στεύ­σαν­τες. Πολ­λὰ μὲν οὖν καὶ ἄλ­λα ση­μεῖ­α ἐ­ποί­η­σεν ὁ Ἰ­η­σοῦς ἐ­νώ­πι­ον τῶν μα­θη­τῶν αὐ­τοῦ, ἃ οὐκ ἔ­στι γε­γραμ­μέ­να ἐν τῷ βι­βλί­ῳ τού­τῳ· ταῦ­τα δὲ γέ­γρα­πται ἵ­να πι­στεύ­ση­τε ὅ­τι ὁ Ἰ­η­σοῦς ἐ­στιν ὁ Χρι­στὸς ὁ υἱ­ὸς τοῦ Θε­οῦ, καὶ ἵ­να πι­στεύ­ον­τες ζω­ὴν ἔ­χη­τε ἐν τῷ ὀ­νό­μα­τι αὐ­τοῦ.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.

Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.
Ἦ­χος β´.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.

Δό­ξα.

Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ νῦν.

Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἀ­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´). Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀ­να­στά­σι­μος καὶ ὁ τοῦ Μη­ναί­ου.
ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.
Ἦ­χος γ´. Ὁ Εἱρ­μός.

Ὁ τὰ ὕ­δα­τα πά­λαι, νεύ­μα­τι θεί­ῳ, εἰς μί­αν συ­να­γω­γὴν συ­να­θροί­σας, καὶ τε­μὼν θά­λασ­σαν, Ἰσ­ρα­η­λί­τῃ λα­ῷ, οὗ­τος ὁ Θε­ὸς ἡ­μῶν, δε­δο­ξα­σμέ­νος ὑ­πάρ­χει· αὐ­τῷ μό­νῳ ᾄ­σω­μεν, ὅ­τι δε­δό­ξα­σται.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ὁ τὴν γῆν κα­τα­κρί­νας τῷ πα­ρα­βάν­τι, ἱ­δρῶ­τος φέ­ρειν καρ­πὸν τὰς ἀ­κάν­θας, ἀ­καν­θῶν στέ­φα­νον ἐκ πα­ρα­νό­μου χει­ρός, οὗ­τος ὁ Θε­ὸς ἡ­μῶν, σω­μα­τι­κῶς δε­δεγ­μέ­νος, τὴν κα­τά­ραν ἔ­λυ­σεν, ὅ­τι δε­δό­ξα­σται.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Νι­κη­τὴς τρο­παι­οῦ­χος κα­τὰ θα­νά­του, ὁ θά­να­τον δε­δυ­κὼς ἀ­νε­δεί­χθη· πα­θη­τὴν σάρ­κα γὰρ ἐμ­ψυ­χω­μέ­νην λα­βών, οὗ­τος ὁ Θε­ὸς ἡ­μῶν, καὶ συμ­πλα­κεὶς τῷ τυ­ράν­νῳ, πάν­τας συ­να­νέ­στη­σεν, ὅ­τι δε­δό­ξα­σται.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Ἀ­λη­θῆ Θε­ο­τό­κον πάν­τα τὰ ἔ­θνη, δο­ξά­ζει σε τὴν ἀ­σπό­ρως τε­κοῦ­σαν· ὑ­πο­δὺς μή­τραν γὰρ ἡ­γι­α­σμέ­νην τὴν σήν, οὗ­τος ὁ Θε­ὸς ἡ­μῶν, τὸ καθ᾿ ἡ­μᾶς οὐ­σι­ώ­θη, καὶ Θε­ὸς καὶ ἄν­θρω­πος, ἐκ σοῦ γε­γέν­νη­ται.
Καὶ τοῦ ὁ­σί­ου ὁ πα­ρών, οὗ ἡ ἀ­κρο­στι­χίς·
Τὸ φαι­δρὸν ὑ­μνῶ, παμ­μά­καρ, σῶν θαυ­μά­των. Ποί­η­μα Θε­ο­φά­νους.
Ἦ­χος β´. Ἐν βυ­θῷ κα­τέ­στρω­σε.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τὸν φω­σφό­ρον καὶ φω­το­ει­δῆ, βί­ον σου μα­κά­ρι­ε, πε­ρι­χα­ρῶς εὐ­φη­μεῖν προ­θυ­μού­με­νος, τῇ τῆς σῆς λαμ­πρό­τη­τος, ἱ­λα­ρό­τη­τι φαι­δρυν­θῆ­ναί με πρέ­σβευ­ε, καὶ τῆς ἁ­μαρ­τί­ας, Πά­τερ τὴν κα­τή­φει­αν ἀ­πέ­λα­σον.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ὁ­λο­τρό­πως μά­καρ τῷ Θε­ῷ, χαί­ρων προ­σε­χώ­ρη­σας, ἔ­ξω σαρ­κὸς καὶ τοῦ κό­σμου γε­νό­με­νος, καὶ τὸν νοῦν ἀ­θό­λω­τον, τε­τα­μέ­νης δι᾿ ἐγ­κρα­τεί­ας ἐ­τή­ρη­σας, τὸ τῆς ἀ­πα­θεί­ας, ἔν­θε­ον ἐν­τεῦ­θεν μνη­στευ­σά­με­νος.

Δό­ξα.

Φα­νο­τά­ταις σὺ μαρ­μα­ρυ­γαῖς, πε­ρι­αυ­γα­ζό­με­νος, τῆς ἀρ­χι­κῆς καὶ ἀ­κτί­στου Θε­ό­τη­τος, πα­τρι­κῆς ἠ­λό­γη­σας ἀ­θε­ΐ­ας, καὶ πο­λυ­τά­ρα­χον ἄ­γνοι­αν, ταύ­της ἀ­πε­στρά­φης, μό­νῃ τῇ Τρι­ά­δι συν­τασ­σό­με­νος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἀ­να­τεί­λας Ἥ­λι­ος ἐκ σοῦ, Μῆ­τερ ἀ­ει­πάρ­θε­νε, ὁ ἐκ Πα­τρὸς πρὸ αἰ­ώ­νων νο­ού­με­νος, καὶ τῷ ὁ­ρω­μέ­νῳ δέ, πα­ρα­δό­ξως πε­ρι­γρα­φό­με­νος σώ­μα­τι, τῷ τῆς εὐ­σε­βεί­ας, φέγ­γει τοὺς ἀν­θρώ­πους κα­τε­φώ­τι­σεν.
ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.
Ἦ­χος γ´. Ὁ Εἱρ­μός.

Ὁ ἐκ μὴ ὄν­των τὰ πάν­τα πα­ρα­γα­γών, τῷ Λό­γῳ κτι­ζό­με­να, τε­λει­ού­με­να Πνεύ­μα­τι, Παν­το­κρά­τορ ὕ­ψι­στε, ἐν τῇ ἀ­γά­πῃ τῇ σῇ στε­ρέ­ω­σόν με.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Δι­ὰ Σταυ­ροῦ σου ᾐ­σχύν­θη ὁ ἀ­σε­βής· εἰρ­γά­σα­το βό­θρον γάρ, ὃν ὀ­ρύ­ξας εἰ­σπέ­πτω­κε· τα­πει­νῶν ὑ­ψώ­θη δέ, Χρι­στὲ τὸ κέ­ρας ἐν τῇ σῇ ἀ­να­στά­σει.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Τῆς εὐ­σε­βεί­ας τὸ κή­ρυγ­μα τῶν ἐ­θνῶν, ὡς ὕ­δωρ ἐ­κά­λυ­ψε τὰς θα­λάσ­σας Φι­λάν­θρω­πε· ἀ­να­στὰς ἐκ τά­φου γάρ, τὸ τῆς Τρι­ά­δος ἀ­πε­κά­λυ­ψας φέγ­γος.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Δε­δο­ξα­σμέ­να λε­λά­λην­ται πε­ρὶ σοῦ, ἡ πό­λις ἡ ἔμ­ψυ­χος, τοῦ ἀ­εὶ βα­σι­λεύ­ον­τος· δι­ὰ σοῦ γὰρ Δέ­σποι­να, τοῖς ἐ­πὶ γῆς Θε­ὸς συ­να­νε­στρά­φη.
Καὶ τοῦ ὁ­σί­ου.
Ἦ­χος β´. Ἐν πέ­τρᾳ με τῆς πί­στε­ως.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ἰ­ώ­με­νος πα­θῶν τὰς ἐ­πα­να­στά­σεις, συν­τό­νοις ταῖς ἀ­σκή­σε­σιν Ἱ­λα­ρί­ων, ἐ­μά­ρα­νας ἀ­οί­δι­με ἀ­να­κρά­ζων· Οὐκ ἔ­στιν ἅ­γι­ος, ὡς ὁ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στι δί­και­ος, πλήν σου Κύ­ρι­ε.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Δερ­μα­τί­νους νε­κρώ­σε­ως τοὺς χι­τῶ­νας, ἀ­πέ­ξε­σας τῷ ξί­φει τῆς ἐγ­κρα­τεί­ας, καὶ ὕ­φα­νας ἱ­μά­τι­ον σω­τη­ρί­ου, βο­ῶν τῷ Κτί­στῃ σου· Σὺ εἶ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στι δί­και­ος, πλήν σου Κύ­ρι­ε.

Δό­ξα.

Ῥων­νύ­με­νος ἐλ­πί­δι τῶν αἰ­ω­νί­ων, καὶ Θε­ῷ προ­σα­γό­με­νος θε­ο­φό­ρε, πα­λά­μαις τοῦ θε­ό­φρο­νος Ἀν­τω­νί­ου· ὃν καὶ μι­μού­με­νος, φω­στὴρ γε­γέ­νη­σαι, Ἱ­λα­ρί­ων θαύ­μα­σι, λάμ­πων ὅ­σι­ε.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ πάν­τα τῇ βου­λή­σει μό­νῃ μορ­φώ­σας, τὸν ἄν­θρω­πον ἠ­ξί­ω­σε μορ­φω­θῆ­ναι, πλατ­τό­με­νος ἐν μή­τρᾳ σου Θε­ο­μῆ­τορ· ᾧ νῦν κραυ­γά­ζο­μεν· Σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν, καὶ οὐκ ἔ­στιν ἅ­γι­ος πλήν σου Κύ­ρι­ε.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μη­ναί­ου. Κά­θι­σμα.
Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.

Ἀν­τω­νί­ου τοῦ θεί­ου ἐ­ζη­λω­κώς, τὸν ἐ­νά­ρε­τον βί­ον πνευ­μα­τι­κῶς, ἐπ᾿ ὤ­μων σου ἔ­λα­βες, τὸν σταυ­ρὸν τοῦ Κυ­ρί­ου σου· κα­τα­λι­πὼν τοῦ βί­ου, τὴν ἅ­πα­σαν μέ­ρι­μναν, τῇ τῶν πα­θῶν νε­κρώ­σει, τῷ πνεύ­μα­τι ἔ­ζη­σας· ὅ­θεν καὶ τὴν κτί­σιν, πα­ρα­δό­ξων θαυ­μά­των, ἐ­πλή­ρω­σας Ὅ­σι­ε, τῇ τοῦ Πνεύ­μα­τος χά­ρι­τι, Ἱ­λα­ρί­ων πα­τὴρ ἡ­μῶν. Πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.
Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὴν οὐ­ρά­νι­ον πύ­λην καὶ κι­βω­τόν, τὸ πα­νά­γι­ον ὄ­ρος τὴν φω­τει­νήν, νε­φέ­λην ὑ­μνή­σω­μεν, βά­τον τὴν ἀ­κα­τά­φλε­κτον, τὸν λο­γι­κὸν Πα­ρά­δει­σον, τῆς Εὔ­ας τὴν λύ­τρω­σιν, τῆς οἰ­κου­μέ­νης πά­σης, τὸ μέ­γα κει­μή­λι­ον· ὅ­τι σω­τη­ρί­α, ἐν αὐ­τῇ δι­ε­πρά­χθη, τῷ κό­σμῳ καὶ ἄ­φε­σις, τῶν ἀρ­χαί­ων ἐγ­κλη­μά­των· δι­ὸ καὶ βο­ῶ­μεν αὐ­τῇ· Πρέ­σβευ­ε τῷ σῷ Υἱ­ῷ καὶ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς εὐ­σε­βῶς προ­σκυ­νοῦ­σι, τὸν πα­νά­γι­ον τό­κον σου.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.
Κον­τά­κι­ον. Ἦ­χος γ´. Ἡ παρ­θέ­νος σή­με­ρον.

Ἐ­ξα­νέ­στης σή­με­ρον, ἀ­πὸ τοῦ τά­φου Οἰ­κτίρ­μον, καὶ ἡ­μᾶς ἐ­ξή­γα­γες, ἐκ τῶν πυ­λῶν τοῦ θα­νά­του· σή­με­ρον Ἀ­δὰμ χο­ρεύ­ει, καὶ χαί­ρει Εὔ­α, ἅ­μα δέ, καὶ οἱ Προ­φῆ­ται σὺν Πα­τρι­άρ­χαις, ἀ­νυ­μνοῦ­σιν ἀ­κα­τα­παύ­στως, τὸ θεῖ­ον κρά­τος τῆς ἐ­ξου­σί­ας σου.
Ὁ Οἶ­κος.

Ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ σή­με­ρον χο­ρευ­έ­τω­σαν, καὶ Χρι­στὸν τὸν Θε­ὸν ὁ­μο­φρό­νως ὑ­μνεί­τω­σαν, ὅ­τι τοὺς δε­σμί­ους ἐκ τῶν τά­φων ἀ­νέ­στη­σε. Συγ­χαί­ρει πᾶ­σα ἡ κτί­σις, προ­σφέ­ρου­σα ἐ­πά­ξι­α ᾄ­σμα­τα, τῷ πάν­των Κτί­στῃ καὶ Λυ­τρω­τῇ ἡ­μῶν· ὅ­τι τοὺς βρο­τοὺς ἐξ ᾅ­δου σή­με­ρον, ὡς ζω­ο­δό­της συ­να­νελ­κύ­σας, πρὸς οὐ­ρα­νοὺς συ­να­νυ­ψοῖ, καὶ κα­ταρ­ράσ­σει τοῦ ἐ­χθροῦ τὰς ἐ­πάρ­σεις, καὶ πύ­λας τοῦ ᾅ­δου δι­α­θλάτ­τει, τῷ θεί­ῳ κρά­τει τῆς ἐ­ξου­σί­ας αὑ­τοῦ.
Συ­να­ξά­ρι­ον.

Τῇ ΚΑ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τοῦ ὁ­σί­ου πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος τοῦ με­γά­λου.

Στίχ. Ἐν δά­κρυ­σι πρὶν καὶ πό­νοις σπεί­ρας κά­τω,
Ἱ­λα­ρί­ων θέ­ρι­ζε νῦν χαί­ρων ἄ­νω.

Ὕ­στα­τα Ἱ­λα­ρί­ων κοι­μή­σα­το εἰ­κά­δι πρώ­τῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἁ­γί­ων Μαρ­τύ­ρων Γα­ΐ­ου, Δα­σί­ου καὶ Ζω­τι­κοῦ.

Στίχ. Εἰς ἁλ­μυ­ρὸν θα­νόν­τες ἄν­δρες τρεῖς ὕ­δωρ,
Γλυ­κὺν τρυ­φῆς πί­νου­σι χει­μάῤ­ῥουν ἄ­νω.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἁ­γί­ων νε­ο­φα­νῶν Μαρ­τύ­ρων Ἀν­δρέ­ου, Στε­φά­νου, Παύ­λου καὶ Πέ­τρου.

Στίχ. Τρεῖς ὁ Στέ­φα­νος συ­στε­φα­νί­τας ἔ­χεις,
Τοὺς σοὶ συ­να­θλή­σαν­τας ἐξ ἑ­νὸς ξί­φους.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ἁ­γί­ας Μάρ­τυ­ρος Θε­ο­δό­της, καὶ Σω­κρά­τους Πρε­σβυ­τέ­ρου.

Στίχ. Τὴν Θε­ο­δό­την, ἐκ ξί­φους τε­τμη­μέ­νην,
Θε­ῷ δο­τήν, ἔ­γνω­μεν ἁ­γνὴν θυ­σί­αν.

Ὁ Σω­κρά­της ἔ­σπευ­δεν ὀ­φθῆ­ναι, Λό­γε,
Τε­τμη­μέ­νος σοι Σω­κρά­της στε­φο­κρά­της.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ ἅ­γι­ος Μάρ­τυς Εὐ­κρά­της, ξί­φει τε­λει­οῦ­ται.

Στίχ. Αἷ­μα τρα­χή­λου τοῖς πρὶν ὄμ­βροις δα­κρύ­ων,
Κιρ­νῶν συ­νι­στᾷς εὔ­κρα­τον κρᾶ­σιν μά­καρ.

Μνή­μη τοῦ ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Φι­λο­θέ­ου, τοῦ ἀ­σκή­σαν­τος ἐν τῷ τοῦ Ἄ­θω ὄ­ρει.

Στίχ. Ζή­σας ὁ Φι­λό­θε­ος ὡς Θε­ῷ φί­λος,
Ζω­ὴν ἄ­λη­κτον εὗ­ρε σὺν Θε­οῦ φί­λοις.

Μνή­μη τοῦ ἁ­γί­ου Νε­ο­μάρ­τυ­ρος Ἰ­ω­άν­νου τοῦ ἐκ Μο­νεμ­βα­σί­ας, τε­λει­ω­θέν­τος ἐν ταῖς βα­σά­νοις κα­τὰ τὴν Λά­ρι­σαν, ἐν ἔ­τει ͵α­ψογ´ (1773).

Στίχ. Νό­μους φυ­λάτ­των νη­στί­μου και­ροῦ πό­θῳ,
Ζω­ὴν ἔ­θυ­σας, ὦ Ἰ­ω­άν­νη μά­καρ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ἅ­γι­ος ἔν­δο­ξος Μάρ­τυς Ἄ­ζης πυ­ρὶ τε­λει­οῦ­ται.

Στίχ. Ἔ­ζη­σεν Ἄ­ζης, κἂν τέ­θνη­κεν εἰς φλό­γα,
Ζω­ὴν ἀ­λη­θῆ, μὴ γι­νώ­σκου­σαν τέ­λος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ἅ­γι­ος ἔν­δο­ξος Ὁ­σι­ο­μάρ­τυς Ζα­χα­ρί­ας ἐν τῇ θα­λάσ­σῃ ῥι­φεὶς τε­λει­οῦ­ται.

Στίχ. Τρί­βους θα­λασ­σῶν ψαλ­μι­κῶς, Ζα­χα­ρί­α,
Δι­εκ­πο­ρευ­θεὶς οὐ­ρα­νοῦ φθά­νεις τρί­βους.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ἁ­γί­ων ἐν­δό­ξων νε­ο­φα­νῶν Μαρ­τύ­ρων, Ἀν­δρέ­ου, Στε­φά­νου, Παύ­λου καὶ Πέ­τρου καὶ τῶν σὺν αὐ­τοῖς ξί­φει τε­λει­ω­θέν­των ἐ­πὶ Κων­σταν­τί­νου τοῦ Κο­πρω­νύ­μου, ὑ­πὲρ τῶν Ἁ­γί­ων καὶ σε­πτῶν εἰ­κό­νων.

Στίχ. Τρεῖς ὁ Στέ­φα­νος συ­στε­φα­νί­τας ἔ­χεις,
Τοὺς σοὶ συ­να­θλή­σαν­τας ἐξ ἑ­νὸς ξί­φους.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἐν Ἱ­ε­ρο­σο­λύ­μοις Ἁ­γί­ων ἐν­δό­ξων ἑ­βδο­μή­κον­τα Μαρ­τύ­ρων.

Στίχ. Δι­ὰ τὸν ἐν Σι­ὼν Σταυ­ρω­θέν­τα πά­λαι,
Σταυ­ρὸν οἱ Ἑ­βδο­μή­κον­τα εὗ­ρον τέ­λος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ὅ­σι­ος Πα­τὴρ ἡ­μῶν Βα­ρούχ, ἐν εἰ­ρή­νῃ τε­λει­οῦ­ται.

Στίχ. Βα­ροὺχ ὁ θεῖ­ος, ἐ­κλι­πὼν σκή­νους βά­ρος,
Ἐ­κεῖ κα­τε­σκή­νω­σεν, εἰς τό­πον χλό­ης.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ὅ­σι­ος Πα­τὴρ ἡ­μῶν Ἰ­ά­κω­βος, οἰ­κο­νό­μος τῆς Μο­νῆς τοῦ Σω­τῆ­ρος τοῦ Βα­θέ­ος Ῥύ­α­κος, ἐν εἰ­ρή­νῃ τε­λει­οῦ­ται.

Στίχ. Τοῦ βί­ου ῥύ­α­κα εὐ­πε­τῶς πε­ρά­σας,
Ῥύ­α­κος Μο­νῆς Ἰ­ά­κω­βος ἐκ­πνέ­ει.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ὁ­σί­ων Πλαν­τί­νου καὶ Εἰ­ρή­νης.

Στίχ. Πλά­τη οὐ­ρα­νοῦ Πλάν­τι­νος καὶ Εἰ­ρή­νη,
Κα­τῴ­κη­σαν ἀ­σκή­σαν­τες φι­λο­θέ­ως.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς Ἁ­γί­ας ἐν­δό­ξου Παρ­θε­νο­μάρ­τυ­ρος Οὔρ­σου­λας καὶ τῶν σὺν αὐ­τῇ μαρ­τυ­ρη­σα­σῶν παρ­θέ­νων ἐν Κο­λω­νί­ᾳ τῆς Γερ­μα­νί­ας.

Στίχ. Ἄ­φθο­ρον φυ­λά­ξα­σαι τὴν παρ­θε­νί­αν,
Σὺν τῇ Οὐρ­σού­λῃ παρ­θέ­νοι μαρ­τυ­ροῦ­σι.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ὁ­σί­ων Πα­τέ­ρων ἡ­μῶν Βαρ­νά­βα καὶ Ἱ­λα­ρί­ω­νος τῶν θαυ­μα­τουρ­γῶν, τῶν κει­μέ­νων ἐν τῇ εὐ­α­γε­στά­τῃ πό­λει Πε­ρι­στε­ρώ­νῃ ἐν Κύ­πρῳ.

Στίχ. Κό­σμον φυ­γόν­τες Βαρ­νά­βας καὶ Ἱ­λα­ρί­ων,
Ἀ­σκή­σει γε­γό­να­σιν Ἐ­δὲμ πο­λῖ­ται.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Φίν­ταν τῆς Τάγ­μον ἐν Ἰρ­λαν­δί­ᾳ.

Στίχ. Γνη­σί­ως Φίν­ταν τὸν Θε­ὸν ἀ­γα­πή­σας,
Γέ­γο­νεν ὀ­σφρά­δι­ον Χά­ρι­τος θεί­ας.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος τῆς Λαύ­ρας τῶν Σπη­λαί­ων τοῦ Κι­έ­βου.

Στίχ. Λαύ­ραν ἐ­φεῦ­ρες βαλ­βί­δα, Ἱ­λα­ρί­ων,
Ἐξ ἧς ἀ­νῆλ­θες εἰς Χρι­στοῦ Βα­σι­λεί­αν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος, Ἐ­πι­σκό­που Μο­γλε­νῶν.

Στίχ. Ἐ­πι­σκο­πεύ­σας Μο­γλε­νῶν Ἱ­λα­ρί­ων,
Ἱ­λα­ρῶς πα­ρέ­δω­κε ψυ­χὴν Δε­σπό­τῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἐν Ὁ­σί­οις Πα­τέ­ρων ἡ­μῶν Θε­ο­φί­λου καὶ Ἰ­α­κώ­βου τοῦ μα­θη­τοῦ αὐ­τοῦ, Κτι­τό­ρων τῆς Σκή­τε­ως τῆς Κοι­μή­σε­ως τῆς Θε­ο­τό­κου ἐν Ὄ­μουτ­σᾳ.

Στίχ. Σκή­την ὡς δο­μή­σαν­τες τῇ Θε­ο­τό­κῳ,
Θε­ό­φι­λε, Ἰ­ά­κω­βε, Αὐ­τῇ ζῇ­τε.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος τοῦ Πσκώφ.

Στίχ. Μο­νὴν ἱ­δρύ­σας ἐν Πσκὼφ Ἁ­γί­ας Σκέ­πης,
Ὁ Ἱ­λα­ρί­ων σκέ­πει εὐ­χαῖς τὸν κό­σμον.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ἁ­γί­ων Ὁ­μο­λο­γη­τῶν Βησ­σα­ρί­ω­νος Σα­ρά­ϊ καὶ Σω­φρο­νί­ου ἐκ Τσο­ά­ρα, καὶ τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Νε­ο­μάρ­τυ­ρος Ὄ­πρε­α ἐκ Σα­λι­στί­ας τῆς Ῥου­μα­νί­ας.

Στίχ. Ὄ­πρε­α, Σω­φρό­νι­ος καὶ Βησ­σα­ρί­ων,
Ὀρ­θο­δο­ξί­ας πρό­μα­χοι κατ᾿ Οὐ­νί­ας.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ἁ­γί­ων Πρε­σβυ­τέ­ρων καὶ Ὁ­μο­λο­γη­τῶν Μω­ϋ­σέ­ως Ματ­σι­νίκ, τοῦ ἐκ Σιμ­πί­ου καὶ Ἰ­ω­άν­νου τοῦ ἐκ Γκά­λες τῆς Ῥου­μα­νί­ας.

Στίχ. Ὁ­μο­λο­γη­ταὶ πί­στε­ως τῆς πα­τρῴ­ας,
Εἰ­σὶ Μω­ϋ­σῆς καὶ Ἰ­ω­άν­νης ἅ­μα.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος τοῦ Γε­ωρ­γι­α­νοῦ, τοῦ ἐν τῷ ἁ­γι­ω­νύ­μῳ Ὄ­ρει τοῦ Ἄ­θω­νος ἀ­σκή­σαν­τος.

Στίχ. Λαμ­πρὸς κο­μή­της Ἁ­γί­ου Ὄ­ρους Ἄ­θω,
Ὁ Ἱ­λα­ρί­ων, γό­νος τῆς Γε­ωρ­γί­ας.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς Ἀ­να­κο­μι­δῆς τοῦ λει­ψά­νου τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Χρι­στο­δού­λου τοῦ ἐν Πά­τμῳ τοῦ θαυ­μα­τουρ­γοῦ.

Στίχ. Ἤ­νεγ­κον σπου­δῇ νε­κρὸν ποι­μέ­να θεῖ­ον,
Ἀπ᾿ Εὐ­ρί­που Πά­τμον δὲ μα­θη­ταὶ θεῖ­οι.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, τρί­τῃ Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου, μνή­μην ἐ­πι­τε­λοῦ­μεν πάν­των τῶν Ἁ­γί­ων Κρη­τῶν Ἐ­πι­σκό­πων, τῶν συμ­με­τα­σχόν­των ἐν ταῖς ἁ­γί­αις καὶ σε­πταῖς Οἰ­κου­με­νι­καῖς Συ­νό­δοις.

Στίχ. Πα­ρεμ­βο­λὴ Κρη­τῶν Συ­νο­δι­κῶν χαῖ­ρε,
Ἱ­ε­ραρ­χῶν φω­στή­ρων Ὀρ­θο­δο­ξί­ας.

Ταῖς αὐ­τῶν ἁ­γί­αις πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θε­ο­τό­κου.
Ψάλ­λον­ται ἀ­πὸ τῆς 22ας Σε­πτεμ­βρί­ου μέ­χρι τῆς 7ης Νο­εμ­βρί­ου, ἀ­πὸ τῆς 10ης Φε­βρου­α­ρί­ου μέ­χρι τῆς ἐ­νάρ­ξε­ως τοῦ Τρι­ῳ­δί­ου, τῇ Β´, Δ´ καὶ Ε´ Κυ­ρι­α­κῇ τῶν νη­στει­ῶν καὶ ἀ­πὸ τῆς Κυ­ρι­α­κῆς τῶν ἁ­γί­ων Πάν­των μέ­χρι τῆς 26ης Ἰ­ου­λί­ου.
ᾨ­δὴ α´. Ἦ­χος δ´.

Ἀ­νοί­ξω τὸ στό­μα μου * καὶ πλη­ρω­θή­σε­ται Πνεύ­μα­τος * καὶ λό­γον ἐ­ρεύ­ξο­μαι * τῇ βα­σι­λί­δι Μη­τρί· * καὶ ὀ­φθή­σο­μαι * φαι­δρῶς πα­νη­γυ­ρί­ζων * καὶ ᾄ­σω γη­θό­με­νος * ταύ­της τὰ θαύ­μα­τα.
ᾨ­δὴ γ´.

Τοὺς σοὺς ὑ­μνο­λό­γους, Θε­ο­τό­κε, * ἡ ζῶ­σα καὶ ἄ­φθο­νος πη­γή, * θί­α­σον συγ­κρο­τή­σαν­τας * πνευ­μα­τι­κόν, στε­ρέ­ω­σον· * καὶ ἐν τῇ θεί­ᾳ δό­ξῃ σου * στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον.
ᾨ­δὴ δ´.

Τὴν ἀ­νε­ξι­χνί­α­στον θεί­αν βου­λὴν * τῆς ἐκ τῆς Παρ­θέ­νου σαρ­κώ­σε­ως * σοῦ τοῦ ὑ­ψί­στου * ὁ προ­φή­της Ἀβ­βα­κοὺμ * κα­τα­νο­ῶν ἐ­κραύ­γα­ζε· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.
ᾨ­δὴ ε´.

Ἐ­ξέ­στη τὰ σύμ­παν­τα * ἐ­πὶ τῇ θεί­ᾳ δό­ξῃ σου· * σὺ γάρ, ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, * ἔ­σχες ἐν μή­τρᾳ * τὸν ἐ­πὶ πάν­των Θε­ὸν * καὶ τέ­το­κας ἄ­χρο­νον Υἱ­όν, * πᾶ­σι τοῖς ὑ­μνοῦ­σί σε * σω­τη­ρί­αν βρα­βεύ­ον­τα.
ᾨ­δὴ ς´.

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον * τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες * τῆς Θε­ο­μή­το­ρος * δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, * τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα * Θε­ὸν δο­ξά­ζον­τες.
ᾨ­δὴ ζ´.

Οὐκ ἐ­λά­τρευ­σαν * τῇ κτί­σει οἱ θε­ό­φρο­νες * πα­ρὰ τὸν κτί­σαν­τα· * ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως πα­τή­σαν­τες * χαί­ρον­τες ἔ­ψαλ­λον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ός, εὐ­λο­γη­τὸς εἶ.
ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ * ὁ τό­κος τῆς Θε­ο­τό­κου δι­ε­σώ­σα­το, * τό­τε μὲν τυ­πού­με­νος· * νῦν δὲ ἐ­νερ­γού­με­νος * τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν * ἀ­γεί­ρει ψάλ­λου­σαν· * Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.
* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

Ἅ­πας γη­γε­νὴς * σκιρ­τά­τω τῷ πνεύ­μα­τι * λαμ­πα­δου­χού­με­νος· * πα­νη­γυ­ρι­ζέ­τω δὲ * ἀ­ΰ­λων νό­ων * φύ­σις, γε­ραί­ρου­σα * τὴν ἱ­ε­ρὰν πα­νή­γυ­ριν * τῆς Θε­ο­μή­το­ρος, * καὶ βο­ά­τω· * Χαί­ροις, παμ­μα­κά­ρι­στε * Θε­ο­τό­κε ἁ­γνή, ἀ­ει­πάρ­θε­νε.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ὅ­τι ἅ­γι­ός ἐ­στιν.
Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Θ´.

Συγ­κε­κλει­σμέ­νων Δέ­σπο­τα, τῶν θυ­ρῶν ὡς εἰ­σῆλ­θες, τοὺς Ἀ­πο­στό­λους ἔ­πλη­σας, Πνεύ­μα­τος πα­να­γί­ου, εἰ­ρη­νι­κῶς ἐμ­φυ­σή­σας, οἷς δε­σμεῖν τε καὶ λύ­ειν, τὰς ἁ­μαρ­τί­ας εἴ­ρη­κας· καὶ ὀ­κτὼ μεθ᾿ ἡ­μέ­ρας, τὴν σὴν πλευ­ράν, τῷ Θω­μᾷ ὑ­πέ­δει­ξας καὶ τὰς χεῖ­ρας, μεθ᾿ οὗ βο­ῶ­μεν· Κύ­ρι­ος, καὶ Θε­ὸς σὺ ὑ­πάρ­χεις.
Καὶ τοῦ Μη­ναί­ου. Ὁ οὐ­ρα­νὸν τοῖς ἄ­στροις.

Τὸ ἱ­λα­ρόν σου Πά­τερ, καὶ κα­θα­ρώ­τα­τον ὁ­ρῶν, τῆς δι­α­νοί­ας ὁ πάν­των, γι­νώ­σκων τὰς ἐν­θυ­μή­σεις, φω­στῆ­ρα κό­σμῳ δει­κνύ­ει, σὲ μο­να­ζόν­των τὸ κλέ­ος.
Θε­ο­το­κί­ον, ὅ­μοι­ον.

Τὸν Ποι­η­τὴν τῶν αἰ­ώ­νων, καὶ τῶν Ἀγ­γέ­λων Δε­σπό­την, ἀ­πο­τε­κοῦ­σα Παρ­θέ­νε, τοῦ­τον ἱ­κέ­τευ­ε δεῖ­ξαι, τῆς δε­ξι­ᾶς πα­ρα­στά­τας, με­ρί­δος τοὺς σοὺς οἰ­κέ­τας.
* * *
ΑΙΝΟΙ
Ἦ­χος γ´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·
Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος γ´.

Στίχ. α´. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Δεῦ­τε πάν­τα τὰ ἔ­θνη, γνῶ­τε τοῦ φρι­κτοῦ μυ­στη­ρί­ου τὴν δύ­να­μιν· Χρι­στὸς γὰρ ὁ Σω­τὴρ ἡ­μῶν, ὁ ἐν ἀρ­χῇ Λό­γος, ἐ­σταυ­ρώ­θη δι᾿ ἡ­μᾶς, καὶ ἑ­κὼν ἐ­τά­φη, καὶ ἀ­νέ­στη ἐκ νε­κρῶν, τοῦ σῶ­σαι τὰ σύμ­παν­τα. Αὐ­τὸν προ­σκυ­νή­σω­μεν.

Στίχ. β´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Δι­η­γή­σαν­το πάν­τα τὰ θαυ­μά­σι­α, οἱ φύ­λα­κές σου Κύ­ρι­ε· ἀλ­λὰ τὸ συ­νέ­δρι­ον τῆς μα­ται­ό­τη­τος, πλη­ρῶ­σαν δώ­ρων τὴν δε­ξι­ὰν αὐ­τῶν, κρύ­πτειν ἐ­νό­μι­ζον τὴν ἀ­νά­στα­σίν σου, ἣν ὁ κό­σμος δο­ξά­ζει. Ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Χα­ρᾶς τὰ πάν­τα πε­πλή­ρω­ται, τῆς ἀ­να­στά­σε­ως τὴν πεῖ­ραν εἰ­λη­φό­τα· Μα­ρί­α γὰρ ἡ Μα­γδα­λη­νή, ἐ­πὶ τὸ μνῆ­μα ἦλ­θεν, εὗ­ρεν Ἄγ­γε­λον ἐ­πὶ τὸν λί­θον κα­θή­με­νον, τοῖς ἱ­μα­τί­οις ἐ­ξα­στρά­πτον­τα, καὶ λέ­γον­τα· Τί ζη­τεῖ­τε τὸν ζῶν­τα με­τὰ τῶν νε­κρῶν; οὐκ ἔ­στιν ᾧ­δε, ἀλλ᾿ ἐ­γή­γερ­ται, κα­θὼς εἶ­πε, προ­ά­γων ἐν τῇ Γα­λι­λαί­ᾳ.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Ἐν τῷ φω­τί σου Δέ­σπο­τα, ὀ­ψό­με­θα φῶς φι­λάν­θρω­πε· ἀ­νέ­στης γὰρ ἐκ τῶν νε­κρῶν, σω­τη­ρί­αν τῷ γέ­νει τῶν ἀν­θρώ­πων δω­ρού­με­νος, ἵ­να σε πᾶ­σα κτί­σις δο­ξο­λο­γῇ, τὸν μό­νον ἀ­να­μάρ­τη­τον. Ἐ­λέ­η­σον ἡ­μᾶς.
Στι­χη­ρὰ προ­σό­μοι­α τοῦ ὁ­σί­ου γ´ εἰς δ´.
Ἦ­χος πλ. β´. Ὅ­λην ἀ­πο­θέ­με­νοι.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Ὅ­λος ἀ­να­κεί­με­νος, δι­ὰ παν­τὸς τῷ Κυ­ρί­ῳ, σάρ­κα μὲν ἐ­νέ­κρω­σας, ἀ­ρε­τῶν ἀ­σκή­σε­σιν ἐκ νε­ό­τη­τος· τῆς ψυ­χῆς ὄμ­μα δέ, θε­ω­ρί­αις Πά­τερ, φω­το­βό­λοις ἀ­νε­πτέ­ρω­σας· δι­ὸ γε­νό­με­νος, θεί­ων δε­κτι­κὸς δι­α­δό­σε­ων, ἰ­ά­σε­ων χα­ρί­σμα­τα, καὶ θε­ο­ση­μεί­ας ἐ­πλού­τη­σας, πᾶ­σι δι­α­νέ­μων, τοῖς χρῄ­ζου­σι πλου­σί­ας δω­ρε­άς, καὶ παῤ­ῥη­σί­ᾳ δε­ό­με­νος, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Στίχ. Ϛ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Ὅ­λος ἀ­να­κεί­με­νος, …

Στίχ. ζ´. Τί­μι­ος ἐ­ναν­τί­ον Κυ­ρί­ου ὁ θά­να­τος τοῦ ὁ­σί­ου αὐ­τοῦ.

Αἴ­γλην τὴν τρι­σή­λι­ον, φω­τι­στι­κῶς δε­δεγ­μέ­νος, Ἱ­λα­ρί­ων Ὅ­σι­ε, αἰ­σθη­τὸς ὡς ἥ­λι­ος δι­ε­λή­λυ­θας, τὰ τῆς γῆς πέ­ρα­τα, δι­α­σπεί­ρων πᾶ­σι, τὰς ἀ­κτῖ­νας τῶν θαυ­μά­των σου· δι­ὸ Προ­φή­την σε, καὶ θαυ­μα­τουρ­γὸν ἀ­νε­κή­ρυτ­τον, καὶ θεῖ­ον καὶ θε­ό­λη­πτον, οἱ τῆς εὐ­ποι­ί­ας με­τέ­χον­τες, καὶ τῶν ἰ­α­μά­των, θε­ό­φρον ἀ­πο­λαύ­ον­τες τῶν σῶν, καὶ σω­τη­ρί­αν καρ­πού­με­νοι, ταῖς δι­δα­σκα­λί­αις σου.

Στίχ. η´. Μα­κά­ρι­ος ἀ­νὴρ ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον, ἐν ταῖς ἐν­το­λαῖς αὐ­τοῦ θε­λή­σει σφό­δρα.

Βί­ου τὴν τερ­πνό­τη­τα, καὶ τὰ ὁ­ρώ­με­να πάν­τα, ὑ­περ­βὰς τῇ χά­ρι­τι, καὶ πρὸς τὰ νο­ού­με­να καὶ ἀ­σά­λευ­τα, με­τα­βὰς Ὅ­σι­ε, κα­θα­ρῶς τῷ μό­νῳ, κα­θα­ρῷ τε προ­σω­μί­λη­σας, νο­ὸς ὀ­ξύ­τη­τι, καὶ τῇ τῆς ψυ­χῆς κα­θα­ρό­τη­τι, ὡς ἄγ­γε­λος ἐ­βί­ω­σας, καὶ με­τὰ τῆς ὕ­λης ὁ­ρώ­με­νος· καὶ νῦν τῷ Δε­σπό­τῃ, τῶν ὅ­λων πα­ρι­στά­με­νος Χρι­στῷ, ἐν παῤ­ῥη­σί­ᾳ ἱ­κέ­τευ­ε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.
Δό­ξα. Ἑ­ωθινὸν Θ´. Ἦ­χος πλ. α´.

Ὡς ἐπ᾿ ἐ­σχά­των τῶν χρό­νων, οὔ­σης ὀ­ψί­ας Σαβ­βά­των, ἐ­φί­στα­σαι τοῖς φί­λοις Χρι­στέ, καὶ θαύ­μα­τι θαῦ­μα βε­βαι­οῖς, τῇ κε­κλει­σμέ­νῃ εἰ­σό­δῳ τῶν θυ­ρῶν, τὴν ἐκ νε­κρῶν σου ἀ­νά­στα­σιν· ἀλλ᾿ ἔ­πλη­σας χα­ρᾶς τοὺς Μα­θη­τάς, καὶ Πνεύ­μα­τος ἁ­γί­ου με­τέ­δω­κας αὐ­τοῖς, καὶ ἐ­ξου­σί­αν ἔ­νει­μας ἀ­φέ­σε­ως ἁ­μαρ­τι­ῶν, καὶ τὸν Θω­μᾶν οὐ κα­τέ­λι­πες, τῷ τῆς ἀ­πι­στί­ας κα­τα­βα­πτί­ζε­σθαι κλύ­δω­νι. Δι­ὸ πα­ρά­σχου καὶ ἡ­μῖν, γνῶ­σιν ἀ­λη­θῆ, καὶ ἄ­φε­σιν πται­σμά­των, εὔ­σπλαγ­χνε Κύ­ρι­ε.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.
* * *
Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος δ´.

Σή­με­ρον σω­τη­ρί­α τῷ κό­σμῳ γέ­γο­νεν· * ᾄ­σω­μεν τῷ ἀ­να­στάν­τι ἐκ τά­φου * καὶ ἀρ­χη­γῷ τῆς ζω­ῆς ἡ­μῶν· * κα­θε­λὼν γὰρ τῷ θα­νά­τῳ τὸν θά­να­τον * τὸ νῖ­κος ἔ­δω­κεν ἡ­μῖν * καὶ τὸ μέ­γα ἔ­λε­ος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…
Τὰ τυ­πι­κά, οἱ μα­κα­ρι­σμοὶ τοῦ ἤ­χου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠ­δῆς τοῦ κα­νό­νος τοῦ ὁ­σί­ου.
Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.
Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.

Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Δό­ξα. Καὶ νῦν.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι σὸν τὸ κρά­τος...
Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Δό­ξα. Καὶ νῦν.

Ὁ μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...
Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰ­σο­δι­κόν. Ἦ­χος β´.
(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
* * *
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)
Τοῦ ὁ­σί­ου. Ταῖς τῶν δα­κρύ­ων σου ῥο­αῖς, …
ἢ τὸ ἑξῆς. Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της. Ποί­η­μα Γε­ρα­σί­μου Μο­να­χοῦ Μι­κρα­γι­αν­να­νί­του.

Ἐγ­κρα­τεί­ας τῇ αἴ­γλῃ λαμ­πρυν­θεὶς τὴν δι­ά­νοι­αν, ἤ­στρα­ψας θαυ­μά­των ἀ­κτῖ­νας Ἱ­λα­ρί­ων Πα­τὴρ ἡ­μῶν, καὶ γέ­γο­νας φω­στὴρ πε­ρι­φα­νής, καὶ στῦ­λος εὐ­σε­βεί­ας θε­αυ­γής, κα­ταυ­γά­ζων τῇ ἐν­θέ­ῳ σου βι­ο­τῇ, τοὺς πί­στει προ­σι­όν­τας σοι. Δό­ξα τῷ δε­δω­κό­τι σοι ἰ­σχύν, δό­ξα τῷ σὲ στε­φα­νώ­σαν­τι, δό­ξα τῷ ἐ­νερ­γοῦν­τι δι­ὰ σοῦ, πᾶ­σιν ἰ­ά­μα­τα.
Εἶ­τα τὸ τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.
Κον­τά­κι­ον τῆς Θεοτόκου. Ἦχος β´.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Προ­στα­σί­α * τῶν Χρι­στι­α­νῶν ἀ­κα­ταί­σχυν­τε, * με­σι­τεί­α * πρὸς τὸν ποι­η­τὴν ἀ­με­τά­θε­τε, * μὴ πα­ρί­δῃς * ἁ­μαρ­τω­λῶν δε­ή­σε­ων φω­νάς, * ἀλ­λὰ πρό­φθα­σον ὡς ἀ­γα­θὴ * εἰς τὴν βο­ή­θει­αν ἡ­μῶν, * τῶν πι­στῶς κραυ­γα­ζόν­των σοι· * Τά­χυ­νον εἰς πρε­σβεί­αν * καὶ σπεῦ­σον εἰς ἱ­κε­σί­αν, * ἡ προ­στα­τεύ­ου­σα ἀ­εί, * Θε­ο­τό­κε, τῶν τι­μών­των σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυ­ρι­α­κῆς Κ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.
Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.
Προ­κεί­με­νον. Ἦ­χος γ´. (Ψαλ­μὸς μστ´).

Ψά­λα­τε τῷ Θε­ῷ ἡ­μῶν, ψά­λα­τε, ψά­λα­τε τῷ βα­σι­λεῖ ἡ­μῶν ψά­λα­τε.

Στίχ. Πάν­τα τὰ ἔ­θνη κρο­τή­σα­τε χεῖ­ρας, ἀ­λα­λά­ξα­τε τῷ Θε­ῷ ἐν φω­νῇ ἀ­γαλ­λι­ά­σε­ως.

Πρὸς Γα­λά­τας Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
(Γαλ. α´ 11-19)

Ἀ­δελ­φοί, γνω­ρί­ζω ὑ­μῖν τὸ εὐ­αγ­γέ­λι­ον τὸ εὐ­αγ­γε­λι­σθὲν ὑπ᾿ ἐ­μοῦ ὅ­τι οὐκ ἔ­στι κα­τὰ ἄν­θρω­πον· οὐ­δὲ γὰρ ἐ­γὼ πα­ρὰ ἀν­θρώ­που πα­ρέ­λα­βον αὐ­τὸ οὔ­τε ἐ­δι­δά­χθην, ἀλ­λὰ δι᾿ ἀ­πο­κα­λύ­ψε­ως Ἰ­η­σοῦ Χρι­στοῦ. Ἠ­κού­σα­τε γὰρ τὴν ἐ­μὴν ἀ­να­στρο­φήν πο­τε ἐν τῷ Ἰ­ου­δα­ϊ­σμῷ, ὅ­τι καθ᾿ ὑ­περ­βο­λὴν ἐ­δί­ω­κον τὴν ἐκ­κλη­σί­αν τοῦ Θε­οῦ καὶ ἐ­πόρ­θουν αὐ­τήν, καὶ προ­έ­κο­πτον ἐν τῷ Ἰ­ου­δα­ϊ­σμῷ ὑ­πὲρ πολ­λοὺς συ­νη­λι­κι­ώ­τας ἐν τῷ γέ­νει μου, πε­ρισ­σο­τέ­ρως ζη­λω­τὴς ὑ­πάρ­χων τῶν πα­τρι­κῶν μου πα­ρα­δό­σε­ων. Ὅ­τε δὲ εὐ­δό­κη­σεν ὁ Θε­ὸς ὁ ἀ­φο­ρί­σας με ἐκ κοι­λί­ας μη­τρός μου καὶ κα­λέ­σας δι­ὰ τῆς χά­ρι­τος αὐ­τοῦ ἀ­πο­κα­λύ­ψαι τὸν υἱ­ὸν αὐ­τοῦ ἐν ἐ­μοί, ἵ­να εὐ­αγ­γε­λί­ζω­μαι αὐ­τὸν ἐν τοῖς ἔ­θνε­σιν, εὐ­θέ­ως οὐ προ­σα­νε­θέ­μην σαρ­κὶ καὶ αἵ­μα­τι, οὐ­δὲ ἀ­νῆλ­θον εἰς Ἱ­ε­ρο­σό­λυ­μα πρὸς τοὺς πρὸ ἐ­μοῦ ἀ­πο­στό­λους, ἀλ­λὰ ἀ­πῆλ­θον εἰς Ἀ­ρα­βί­αν, καὶ πά­λιν ὑ­πέ­στρε­ψα εἰς Δα­μα­σκόν. Ἔ­πει­τα με­τὰ ἔ­τη τρί­α ἀ­νῆλ­θον εἰς Ἱ­ε­ρο­σό­λυ­μα ἱ­στο­ρῆ­σαι Πέ­τρον, καὶ ἐ­πέ­μει­να πρὸς αὐ­τὸν ἡ­μέ­ρας δε­κα­πέν­τε. Ἕ­τε­ρον δὲ τῶν ἀ­πο­στό­λων οὐκ εἶ­δον εἰ μὴ Ἰ­ά­κω­βον τὸν ἀ­δελ­φὸν τοῦ Κυ­ρί­ου.
Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος γ´. (Ψαλ­μὸς λ´).

Στίχ. Ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, μὴ κα­ται­σχυν­θεί­ην εἰς τὸν αἰ­ῶ­να· ἐν τῇ δι­και­ο­σύ­νῃ σου ῥῦ­σαί με καὶ ἐ­ξε­λοῦ με.

Γε­νοῦ μοι εἰς Θε­ὸν ὑ­πε­ρα­σπι­στην καὶ εἰς οἶ­κον κα­τα­φυ­γῆς τοῦ σῶ­σαί με.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυ­ρι­α­κῆς Ϛ´ Λου­κᾶ.
Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (η´ 27-39).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς τὴν χώ­ραν τῶν Γα­δα­ρη­νῶν ὑ­πήν­τη­σεν αὐ­τῷ ἀ­νήρ τις ἐκ τῆς πό­λε­ως, ὃς εἶ­χε δαι­μό­νι­α ἐκ χρό­νων ἱ­κα­νῶν, καὶ ἱ­μά­τι­ον οὐκ ἐ­νε­δι­δύ­σκε­το, καὶ ἐν οἰ­κί­ᾳ οὐκ ἔ­με­νεν, ἀλλ᾿ ἐν τοῖς μνή­μα­σιν. Ἰ­δὼν δὲ τὸν Ἰ­η­σοῦν καὶ ἀ­να­κρά­ξας προ­σέ­πε­σεν αὐ­τῷ καὶ φω­νῇ με­γά­λῃ εἶ­πε· Τί ἐ­μοὶ καὶ σοί, Ἰ­η­σοῦ υἱ­ὲ τοῦ Θε­οῦ τοῦ ὑ­ψί­στου; δέ­ο­μαί σου, μή με βα­σα­νί­σῃς. Πα­ρήγ­γει­λε γὰρ τῷ πνεύ­μα­τι τῷ ἀ­κα­θάρ­τῳ ἐ­ξελ­θεῖν ἀ­πὸ τοῦ ἀν­θρώ­που. Πολ­λοῖς γὰρ χρό­νοις συ­νηρ­πά­κει αὐ­τόν, καὶ ἐ­δε­σμεῖ­το ἁ­λύ­σε­σι καὶ πέ­δαις φυ­λασ­σό­με­νος, καὶ δι­αρ­ρήσ­σων τὰ δε­σμὰ ἠ­λαύ­νε­το ὑ­πὸ τοῦ δαί­μο­νος εἰς τὰς ἐ­ρή­μους. Ἐ­πη­ρώ­τη­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων· Τί σοί ἐ­στιν ὄ­νο­μα; ὁ δὲ εἶ­πε· Λε­γε­ών· ὅ­τι δαι­μό­νι­α πολ­λὰ εἰ­σῆλ­θεν εἰς αὐ­τόν· Καὶ πα­ρε­κά­λει αὐ­τὸν ἵ­να μὴ ἐ­πι­τά­ξῃ αὐ­τοῖς εἰς τὴν ἄ­βυσ­σον ἀ­πελ­θεῖν. Ἦν δὲ ἐ­κεῖ ἀ­γέ­λη χοί­ρων ἱ­κα­νῶν βο­σκο­μέ­νη ἐν τῷ ὄ­ρει· καὶ πα­ρε­κά­λουν αὐ­τὸν ἵ­να ἐ­πι­τρέ­ψῃ αὐ­τοῖς εἰς ἐ­κεί­νους εἰ­σελ­θεῖν· καὶ ἐ­πέ­τρε­ψεν αὐ­τοῖς. Ἐ­ξελ­θόν­τα δὲ τὰ δαι­μό­νι­α ἀ­πὸ τοῦ ἀν­θρώ­που εἰ­σῆλ­θον εἰς τοὺς χοί­ρους, καὶ ὥρ­μη­σεν ἡ ἀ­γέ­λη κα­τὰ τοῦ κρη­μνοῦ εἰς τὴν λί­μνην καὶ ἀ­πε­πνί­γη. Ἰ­δόν­τες δὲ οἱ βό­σκον­τες τὸ γε­γε­νη­μέ­νον ἔ­φυ­γον, καὶ ἀ­πήγ­γει­λαν εἰς τὴν πό­λιν καὶ εἰς τοὺς ἀ­γρούς. Ἐ­ξῆλ­θον δὲ ἰ­δεῖν τὸ γε­γο­νός, καὶ ἦλ­θον πρὸς τὸν Ἰ­η­σοῦν, καὶ εὗ­ρον κα­θή­με­νον τὸν ἄν­θρω­πον, ἀφ᾿ οὗ τὰ δαι­μό­νι­α ἐ­ξε­λη­λύ­θει, ἱ­μα­τι­σμέ­νον καὶ σω­φρο­νοῦν­τα πα­ρὰ τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ, καὶ ἐ­φο­βή­θη­σαν. Ἀ­πήγ­γει­λαν δὲ αὐ­τοῖς οἱ ἰ­δόν­τες πῶς ἐ­σώ­θη ὁ δαι­μο­νι­σθείς. Καὶ ἠ­ρώ­τη­σαν αὐ­τὸν ἅ­παν τὸ πλῆ­θος τῆς πε­ρι­χώ­ρου τῶν Γα­δα­ρη­νῶν ἀ­πελ­θεῖν ἀπ᾿ αὐ­τῶν, ὅ­τι φό­βῳ με­γά­λῳ συ­νεί­χον­το· αὐ­τὸς δὲ ἐμ­βὰς εἰς τὸ πλοῖ­ον ὑ­πέ­στρε­ψεν. Ἐ­δέ­ε­το δὲ αὐ­τοῦ ὁ ἀ­νὴρ, ἀφ᾿ οὗ ἐ­ξε­λη­λύ­θει τὰ δαι­μό­νι­α, εἶ­ναι σὺν αὐ­τῷ· ἀ­πέ­λυ­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων· Ὑ­πό­στρε­φε εἰς τὸν οἶ­κόν σου καὶ δι­η­γοῦ ὅ­σα ἐ­ποί­η­σέ σοι ὁ Θε­ός. καὶ ἀ­πῆλ­θε καθ᾿ ὅ­λην τὴν πό­λιν κη­ρύσ­σων ὅ­σα ἐ­ποί­η­σεν αὐ­τῷ ὁ Ἰ­η­σοῦς.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.
* * *
Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.
* * *
Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
* * *
Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.
Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…
Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)

Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...

Δι᾿ εὐ­χῶν... Ἀ­μήν.


Πηγή εδώ
Related Posts Plugin for WordPress, Blogger...