Τετάρτη 7 Νοεμβρίου 2012

Ο Όρθρος της Κυριακής 11 Νοεμβρίου - Κυριακή Η´ Λουκά

Μη­νᾶ Με­γα­λο­μάρ­τυ­ρος (†304), Βί­κτω­ρος (β´ αἰ.) καὶ Βι­κεν­τί­ου δι­α­κό­νου (†304) Μαρ­τύ­ρων, Θε­ο­δώ­ρου Ὁ­σί­ου τοῦ Στου­δί­του (†826).
Ἦ­χος πλ. β´. Ἑ­ω­θι­νὸν α´.
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον,
Συ­να­πτὴ με­γά­λη, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα...
Ἦ­χος πλ. β´.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...

Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. β´.

Ἀγ­γε­λι­καὶ δυ­νά­μεις ἐ­πὶ τὸ μνῆ­μά σου, καὶ οἱ φυ­λάσ­σον­τες ἀ­πε­νε­κρώ­θη­σαν· καὶ ἵ­στα­το Μα­ρί­α ἐν τῷ τά­φῳ, ζη­τοῦ­σα τὸ ἄ­χραν­τόν σου σῶ­μα. Ἐ­σκύ­λευ­σας τὸν ᾅ­δην, μὴ πει­ρα­σθεὶς ὑπ᾿ αὐ­τοῦ· ὑ­πήν­τη­σας τῇ Παρ­θέ­νῳ, δω­ρού­με­νος τὴν ζω­ήν. Ὁ ἀ­να­στὰς ἐκ τῶν νε­κρῶν, Κύ­ρι­ε δό­ξα σοι.
Δό­ξα. Τῶν Μαρ­τύ­ρων.
Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Οἱ Μάρ­τυ­ρές σου, Κύ­ρι­ε, ἐν τῇ ἀ­θλή­σει αὐ­τῶν, στε­φά­νους ἐ­κο­μί­σαν­το τῆς ἀ­φθαρ­σί­ας, ἐκ σοῦ τοῦ Θε­οῦ ἡ­μῶν· σχόν­τες γὰρ τὴν ἰ­σχύν σου, τοὺς τυ­ράν­νους κα­θεῖ­λον, ἔ­θραυ­σαν καὶ δαι­μό­νων, τὰ ἀ­νί­σχυ­ρα θρά­ση. Αὐ­τῶν ταῖς ἱ­κε­σί­αις, Χρι­στὲ ὁ Θε­ός, σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν.
Ἢ τὸ ἑ­ξῆς. Ὅ­μοι­ον. Γε­ρα­σί­μου.

Τρι­σά­ριθ­μον σύν­ταγ­μα, τῶν Ἀ­θλη­τῶν τοῦ Χρι­στοῦ, συμ­φώ­νως τι­μή­σω­μεν, ὡς κα­θαι­ρέ­τας ἐ­χθροῦ, Μη­νᾶν τὸν ἀ­οί­δι­μον, Βί­κτω­ρα τὸν γεν­ναῖ­ον, καὶ Βι­κέν­τι­ον ἅ­μα, τού­τοις συ­νευ­φη­μοῦν­τες, Στε­φα­νί­δα τὴν θεί­αν. Αὐ­τῶν Χρι­στὲ ἱ­κε­σί­αις, πάν­τας ἐ­λέ­η­σον.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὸ ἀπ᾿ αἰ­ῶ­νος ἀ­πό­κρυ­φον, καὶ Ἀγ­γέ­λοις ἄ­γνω­στον μυ­στή­ρι­ον, δι­ὰ σοῦ Θε­ο­τό­κε τοῖς ἐ­πὶ γῆς πε­φα­νέ­ρω­ται, Θε­ὸς ἐν ἀ­συγ­χύ­τῳ ἑ­νώ­σει σαρ­κού­με­νος, καὶ Σταυ­ρὸν ἑ­κου­σί­ως ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος· δι᾿ οὗ ἀ­να­στή­σας τὸν πρω­τό­πλα­στον, ἔ­σω­σεν ἐκ θα­νά­του τὰς ψυ­χὰς ἡ­μῶν.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]
Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. β´.

Τοῦ τά­φου ἀ­νε­ῳγ­μέ­νου, τοῦ ᾅ­δου ὀ­δυ­ρο­μέ­νου, ἡ Μα­ρί­α ἐ­βό­α, πρὸς τοὺς κε­κρυμ­μέ­νους Ἀ­πο­στό­λους· Ἐ­ξέλ­θε­τε οἱ τοῦ ἀμ­πε­λῶ­νος ἐρ­γά­ται, κη­ρύ­ξα­τε τὸν τῆς ἀ­να­στά­σε­ως λό­γον· Ἀ­νέ­στη ὁ Κύ­ρι­ος, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.

Δό­ξα.

Κύ­ρι­ε, πα­ρί­στα­το τῷ τά­φῳ σου, Μα­ρί­α ἡ Μα­γδα­λη­νή, καὶ ἔ­κλαι­ε βο­ῶ­σα, καὶ κη­που­ρόν σε νο­μί­ζου­σα ἔ­λε­γε· Ποῦ ἔ­θη­κας τὴν αἰ­ώ­νι­ον ζω­ήν; ποῦ ἔ­κρυ­ψας τὸν ἐ­πὶ θρό­νου Χε­ρου­βίμ; οἱ γὰρ τοῦ­τον φυ­λάσ­σον­τες, ἀ­πὸ τοῦ φό­βου ἀ­πε­νε­κρώ­θη­σαν· ἢ τὸν Κύ­ρι­όν μου δό­τε μοι, ἢ σὺν ἐ­μοὶ κραυ­γά­σα­τε· Ὁ ἐν νε­κροῖς, καὶ τοὺς νε­κροὺς ἀ­να­στή­σας, δό­ξα σοι.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ τὴν εὐ­λο­γη­μέ­νην κα­λέ­σας σου Μη­τέ­ρα, ἦλ­θες ἐ­πὶ τὸ πά­θος ἑ­κου­σί­ᾳ βου­λῇ, λάμ­ψας ἐν τῷ Σταυ­ρῷ, ἀ­να­ζη­τῆ­σαι θέ­λων τὸν Ἀ­δάμ, λέ­γων τοῖς Ἀγ­γέ­λοις· Συγ­χά­ρη­τέ μοι, ὅ­τι εὑ­ρέ­θη ἡ ἀ­πο­λο­μέ­νη δραχ­μή. Ὁ πάν­τα σο­φῶς οἰ­κο­νο­μή­σας, δό­ξα σοι.
Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἦ­χος πλ. β´.

Ἡ ζω­ὴ ἐν τῷ τά­φῳ ἀ­νέ­κει­το, καὶ σφρα­γὶς ἐν τῷ λί­θῳ ἐ­πέ­κει­το· ὡς βα­σι­λέ­α ὑ­πνοῦν­τα, στρα­τι­ῶ­ται ἐ­φύ­λατ­τον Χρι­στόν· καὶ τοὺς ἐ­χθροὺς αὐ­τοῦ, ἀ­ο­ρα­σί­ᾳ πα­τά­ξας, ἀ­νέ­στη ὁ Κύ­ρι­ος.

Δό­ξα.

Προ­ϊ­στο­ρεῖ ὁ Ἰ­ω­νᾶς τὸν τά­φον σου, καὶ ἑρ­μη­νεύ­ει Συ­με­ὼν τὴν ἔ­γερ­σιν, τὴν ἔν­θε­ον ἀ­θά­να­τε Κύ­ρι­ε· κα­τέ­βης γὰρ ὡ­σεὶ νε­κρὸς ἐν τῷ τά­φῳ, ὁ λύ­σας ᾅ­δου τὰς πύ­λας· ἀ­νέ­στης δὲ ἄ­νευ φθο­ρᾶς, ὡς Δε­σπό­της τοῦ κό­σμου εἰς σω­τη­ρί­αν, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, φω­τί­σας τοὺς ἐν σκό­τει.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θε­ο­τό­κε Παρ­θέ­νε, ἱ­κέ­τευ­ε τὸν Υἱ­όν σου, τὸν ἑ­κου­σί­ως προ­σπα­γέν­τα ἐν Σταυ­ρῷ, καὶ ἀ­να­στάν­τα ἐκ νε­κρῶν, Χρι­στὸν τὸν Θε­ὸν ἡ­μῶν, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]
Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος πλ. β´.

Τῷ ἑ­κου­σί­ῳ καὶ ζω­ο­ποι­ῷ σου θα­νά­τῳ Χρι­στέ, πύ­λας τοῦ ᾅ­δου συν­τρί­ψας ὡς Θε­ός, ἤ­νοι­ξας ἡ­μῖν τὸν πά­λαι Πα­ρά­δει­σον· καὶ ἀ­να­στὰς ἐκ τῶν νε­κρῶν, ἐρ­ρύ­σω ἐκ φθο­ρᾶς τὴν ζω­ὴν ἡ­μῶν.
Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος πλ. β´.
Ἀν­τί­φω­νον Α´.

Ἐν τῷ οὐ­ρα­νῷ τοὺς ὀ­φθαλ­μούς μου αἴ­ρω, πρὸς σὲ Λό­γε· οἴ­κτει­ρόν με, ἵ­να ζῶ σοι.

Ἐ­λέ­η­σον ἡ­μᾶς τοὺς ἐ­ξου­θε­νη­μέ­νους, κα­ταρ­τί­ζων εὔ­χρη­στα, σκεύ­η σου Λό­γε.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, παν­σω­στι­κὴ αἰ­τί­α· εἴ τι­νι τοῦ­το κατ᾿ ἀ­ξί­αν πνεύ­σει, τά­χει ἐ­ξαί­ρει τῶν τῆς γῆς, πτε­ροῖ, αὔ­ξει, τάτ­τει ἄ­νω.
Ἀν­τί­φω­νον Β´.

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν, οὐ­δεὶς ἡ­μῶν ἀν­τι­σχεῖν ἠ­δύ­να­το, ἐ­χθροῦ πά­λαι­σμα· οἱ νι­κῶν­τες γὰρ ἔν­θεν ὑ­ψοῦν­ται.

Τοῖς ὀ­δοῦ­σιν αὐ­τῶν, μή μου λη­φθή­τω ἡ ψυ­χή, ὡς στρου­θί­ον Λό­γε· οἴ­μοι! πῶς μέλ­λω τῶν ἐ­χθρῶν ῥυ­σθῆ­ναι, φι­λα­μαρ­τή­μων ὑ­πάρ­χων;

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἐν­θέ­ω­σις τοῖς πᾶ­σιν, εὐ­δο­κί­α σύ­νε­σις, εἰ­ρή­νη καὶ ἡ εὐ­λο­γί­α· ἰ­σουρ­γὸν γὰρ τῷ Πα­τρί ἐ­στι καὶ Λό­γῳ.
Ἀν­τί­φω­νον Γ´.

Οἱ πε­ποι­θό­τες ἐ­πὶ Κύ­ρι­ον, ἐ­χθροῖς φο­βε­ροί, καὶ πᾶ­σι θαυ­μα­στι­κοί· ἄ­νω γὰρ ὁ­ρῶ­σιν.

Ἐν ἀ­νο­μί­αις χεῖ­ρας αὐ­τῶν, ὁ τῶν δι­καί­ων κλῆ­ρος, ἐ­πί­κου­ρόν σε ἔ­χων, Σῶ­τερ οὐκ ἐ­κτεί­νει.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, τὸ κρά­τος ἐ­πὶ πάν­των· ὅ­περ αἱ ἄ­νω στρα­τη­γί­αι προ­σκυ­νοῦ­σι, σὺν πά­σῃ πνο­ῇ τῶν κά­τω.
Προ­κεί­με­νον. Ψαλ­μὸς πθ´ (79).

Κύ­ρι­ε, ἐ­ξέ­γει­ρον τὴν δυ­να­στεί­αν σου, καὶ ἐλ­θὲ εἰς τὸ σῶ­σαι ἡ­μᾶς. (δίς)

Στίχ. Ὁ ποι­μαί­νων Ἰσ­ρα­ήλ, πρό­σχες, ὁ ὁ­δη­γῶν ὡ­σεὶ πρό­βα­τα τὸν Ἰ­ω­σήφ.

Κύ­ρι­ε, ἐ­ξέ­γει­ρον τὴν δυ­να­στεί­αν σου...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...

Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Καὶ τῷ Πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει
τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.
Ἑ­ωθινὸν Α´
Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (κη´ 16-20).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, οἱ ἕν­δε­κα μα­θη­ταὶ ἐ­πο­ρεύ­θη­σαν εἰς τὴν Γα­λι­λαί­αν, εἰς τὸ ὄ­ρος οὗ ἐ­τά­ξα­το αὐ­τοῖς ὁ Ἰ­η­σοῦς. Καὶ ἰ­δόν­τες αὐ­τὸν προ­σε­κύ­νη­σαν αὐ­τῷ, οἱ δὲ ἐ­δί­στα­σαν. Καὶ προ­σελ­θὼν ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σεν αὐ­τοῖς λέ­γων· Ἐ­δό­θη μοι πᾶ­σα ἐ­ξου­σί­α ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς. Πο­ρευ­θέν­τες οὖν μα­θη­τεύ­σα­τε πάν­τα τὰ ἔ­θνη, βα­πτί­ζον­τες αὐ­τοὺς εἰς τὸ ὄ­νο­μα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, δι­δά­σκον­τες αὐ­τοὺς τη­ρεῖν πάν­τα ὅ­σα ἐ­νε­τει­λά­μην ὑ­μῖν· καὶ ἰ­δοὺ ἐ­γὼ μεθ᾿ ὑ­μῶν εἰ­μι πά­σας τὰς ἡ­μέ­ρας ἕ­ως τῆς συν­τε­λεί­ας τοῦ αἰ­ῶ­νος. Ἀ­μήν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.

Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.
Ἦ­χος β´.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.

Δό­ξα.

Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ νῦν.

Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἀ­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´). Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀ­να­στά­σι­μος καὶ ὁ τῶν Μαρ­τύ­ρων.
ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.
Ἦ­χος πλ. β´. Ὁ Εἱρ­μός.

Ὡς ἐν ἠ­πεί­ρῳ πε­ζεύ­σας ὁ Ἰσ­ρα­ήλ, ἐν ἀ­βύσ­σῳ ἴ­χνε­σι, τὸν δι­ώ­κτην Φα­ρα­ώ, κα­θο­ρῶν πον­τού­με­νον Θε­ῷ, ἐ­πι­νί­κι­ον ᾠ­δήν, ἐ­βό­α ᾄ­σω­μεν.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ἐ­κτε­τα­μέ­ναις πα­λά­μαις ἐ­πὶ Σταυ­ροῦ, πα­τρι­κῆς ἐ­πλή­ρω­σας, εὐ­δο­κί­ας ἀ­γα­θέ, Ἰ­η­σοῦ τὰ σύμ­παν­τα· δι­ό, ἐ­πι­νί­κι­ον ᾠ­δήν, σοὶ πάν­τες ᾄ­δο­μεν.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Φό­βῳ σοι ὡς θε­ρα­παι­νὶς ἡ τε­λευ­τή, προ­στα­χθεῖ­σα πρό­σει­σι, τῷ Δε­σπό­τῃ τῆς ζω­ῆς, δι᾿ αὐ­τῆς βρα­βεύ­ον­τι ἡ­μῖν, ἀ­τε­λεύ­τη­τον ζω­ήν, καὶ τὴν ἀ­νά­στα­σιν.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Τὸν ἑ­αυ­τῆς δε­ξα­μέ­νη δη­μι­ουρ­γόν, ὡς αὐ­τὸς ἠ­θέ­λη­σεν, ἐξ ἀ­σπό­ρου σου γα­στρός, ὑ­πὲρ νοῦν σαρ­κού­με­νον Ἁ­γνή, τῶν κτι­σμά­των ἀ­λη­θῶς, ἐ­δεί­χθης Δέ­σποι­να.
Ὁ Κα­νὼν τῶν Μαρ­τύ­ρων, οὗ ἡ ἀ­κρο­στι­χίς·
Τι­μῶ σε, Μάρ­τυς Μη­νᾶ, πί­στε­ως λό­γοις.
Ποί­η­μα Θε­ο­φά­νους.
Ἦ­χος δ´. Ἀ­νοί­ξω τὸ στό­μα μου.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τι­μῶν­τι τὴν μνή­μην σου, καὶ τοὺς γεν­ναί­ους ἀ­γῶ­νάς σου, Μη­νᾶ πα­να­οί­δι­με, αἴ­γλην ἐξ ὕ­ψους μοι, φω­το­δό­τι­δα, πεμ­φθῆ­ναι ἐκ­δυ­σώ­πει, τὸ νέ­φος δι­ώ­κου­σαν τῆς ἀ­γνω­σί­ας μου.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ἰ­δεῖν ἐ­φι­έ­με­νος, ἀ­θα­να­σί­αν τὴν μέλ­λου­σαν, θα­νεῖν τι­μω­ρού­με­νος, Μάρ­τυς ἠ­γά­πη­σας, τοῦ τὸν θά­να­τον, θα­νά­τῳ κα­θε­λόν­τος, τὸ πά­θος μι­μού­με­νος, Μη­νᾶ μα­κά­ρι­ε.

Δό­ξα.

Μὴ φέ­ρων ἀ­οί­δι­με, Θε­ὸν ὁ­ρᾶν ὑ­βρι­ζό­με­νον, ἐ­μά­κρυ­νας ὄ­ρε­σιν ἐν­δι­αι­τώ­με­νος, καὶ πρὸς ἄ­θλη­σιν, σαυ­τὸν καὶ πρὸς ἀ­γῶ­νας, γυ­μνά­ζων οὓς ἤ­νυ­σας, γνώ­μης στεῤ­ῥό­τη­τι.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὡς ἔμ­ψυ­χος τρά­πε­ζα, ἄρ­τον χω­ρεῖς τῆς ζω­ῆς ἡ­μῶν· ὡς βά­τος βα­στά­σα­σα οὐ κα­τε­φλέ­χθης τὸ πῦρ· καὶ ὡς ἄμ­πε­λος, ἀ­πό­τι­στος βλα­στά­νεις, τὸν βό­τρυν Πα­νά­μω­με, τὸν ἀ­γε­ώρ­γη­τον.
ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.
Ἦ­χος πλ. β´. Ὁ Εἱρ­μός.

Οὐκ ἔ­στιν ἅ­γι­ος ὡς σύ, Κύ­ρι­ε ὁ Θε­ός μου, ὁ ὑ­ψώ­σας τὸ κέ­ρας, τῶν πι­στῶν σου ἀ­γα­θέ, καὶ στε­ρε­ώ­σας ἡ­μᾶς, ἐν τῇ πέ­τρᾳ, τῆς ὁ­μο­λο­γί­ας σου.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Θε­ὸν σταυ­ρού­με­νον σαρ­κί, κα­θο­ρῶ­σα ἡ κτί­σις, δι­ε­λύ­ε­το φό­βῳ· ἀλ­λὰ τῇ συ­νε­κτι­κῇ, πα­λά­μῃ τοῦ δι᾿ ἡ­μᾶς, σταυ­ρω­θέν­τος, κρα­ται­ῶς συ­νεί­χε­το.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Θα­νά­τῳ θά­να­τος λυ­θείς, κεῖ­ται δεί­λαι­ος ἄ­πνους· τῆς ζω­ῆς γὰρ μὴ φέ­ρων, τὴν ἔν­θε­ον προ­σβο­λήν, νε­κροῦ­ται ὁ ἰ­σχυ­ρός, καὶ δω­ρεῖ­ται, πᾶ­σιν ἡ ἀ­νά­στα­σις.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Τοῦ θεί­ου τό­κου σου Ἁ­γνή, πᾶ­σαν φύ­σε­ως τά­ξιν, ὑ­περ­βαί­νει τὸ θαῦ­μα· Θε­ὸν γὰρ ὑ­περ­φυ­ῶς, συ­νέ­λα­βες ἐν γα­στρί, καὶ τε­κοῦ­σα, μέ­νεις ἀ­ει­πάρ­θε­νος.
Τῶν Μαρ­τύ­ρων. Ἦ­χος δ´. Οὐκ ἐν σο­φί­ᾳ.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Σε­σο­βη­μέ­νος, τοῖς παν­σό­φοις σου λό­γοις ὁ τύ­ραν­νος, σὲ μα­στί­ζει ἀ­φει­δῶς, ὠ­μοῖς βου­νεύ­ροις οἰ­ό­με­νος, τού­τοις κα­τα­κάμ­πτειν σε, Μη­νᾶ μα­κά­ρι­ε.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ἐ­να­τε­νί­ζων, νο­ε­ροῖς ὀ­φθαλ­μοῖς πρὸς τὸν Κύ­ρι­ον, τῆς σαρ­κὸς τὰ δυ­σα­χθῆ, βα­σά­νων βά­ρη ὑ­πέ­φε­ρες, γνώ­μης γεν­ναι­ό­τη­τι, Μη­νᾶ θαυ­μά­σι­ε.

Δό­ξα.

Μὴ δει­λι­ά­σας, τῶν βα­σά­νων τὸ λί­αν ἐ­πί­πο­νον, πνέ­ων ζή­λου θε­ϊ­κοῦ, πρὸς τοὺς ἀ­γῶ­νας ἐ­χώ­ρη­σας, κρά­ζων· Μὴ ζη­τού­με­νος, ἦλ­θον αὐ­τό­κλη­τος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

ᾍ­δου πυ­λῶν με, ὁ ἐκ σοῦ σαρ­κω­θεὶς ἀ­νη­γά­γε­το, ξύ­λου βρώ­σει πο­νη­ρᾷ, θα­να­τω­θέν­τα Πα­νά­μω­με, θά­να­τον ἑ­κού­σι­ον, κα­τα­δε­ξά­με­νος.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μη­ναί­ου. Κά­θι­σμα. Τοῦ Μάρ­τυ­ρος.
Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.

Ἡ τὸ πρὶν ἀ­γνω­σί­ας σκό­τει δει­νῷ, κρα­του­μέ­νη θε­ό­φρον, Μάρ­τυς Μη­νᾶ, Αἴ­γυ­πτος ἀ­νέ­τει­λε, σὲ φω­στῆ­ρα παγ­κό­σμι­ον, ἀ­θε­ΐ­ας νύ­κτα, συν­τό­νως ἐ­λαύ­νον­τα, ταῖς βο­λί­σι μά­καρ, τῶν θεί­ων ἀ­γώ­νων σου· ὅ­θεν τὴν φω­σφό­ρον, καὶ σε­πτήν σου ἡ­μέ­ραν, φαι­δρῶς ἑ­ορ­τά­ζον­τες, ἐ­κτε­νῶς σοι κραυ­γά­ζο­μεν· Ἀ­θλη­τῶν ἐγ­καλ­λώ­πι­σμα, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.
Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Χα­ρι­στή­ρι­ον αἶ­νον χρε­ω­στι­κῶς, ὡς ἡ χή­ρα ἐ­κεί­νη δύ­ο λε­πτά, προ­σφέ­ρω σοι δέ­σποι­να, ὑ­πὲρ πα­σῶν τῶν χα­ρί­των σου· σὺ γὰρ ὤ­φθης σκέ­πη, ὁ­μοῦ καὶ βο­ή­θει­α, πει­ρα­σμῶν καὶ θλί­ψε­ων ἀ­εί με ἐ­ξαί­ρου­σα· ὅ­θεν ὡς ἐκ μέ­σου, φλο­γι­ζού­σης κα­μί­νου, ῥυ­σθεὶς τῶν θλι­βόν­των με, ἐκ καρ­δί­ας κραυ­γά­ζω σοί· Θε­ο­τό­κε βο­ή­θει μοι, πρε­σβεύ­ου­σα τῷ σῷ Υἱ­ῷ καὶ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δο­θή­ναί μοι· σὲ γὰρ ἔ­χω ἐλ­πί­δα, ὁ ἀ­νά­ξι­ος δοῦ­λός σου.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.
Κον­τά­κι­ον. Ἦ­χος πλ. β´. Τὴν ὑ­πὲρ ἡ­μῶν.

Τῇ ζω­αρ­χι­κῇ, πα­λά­μῃ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν ζο­φε­ρῶν, κευθ­μώ­νων ὁ ζω­ο­δό­της, ἀ­να­στή­σας ἅ­παν­τας Χρι­στὸς ὁ Θε­ός, τὴν ἀ­νά­στα­σιν ἐ­βρά­βευ­σε, τῷ βρο­τεί­ῳ φυ­ρά­μα­τι· ὑ­πάρ­χει γὰρ πάν­των Σω­τήρ, ἀ­νά­στα­σις καὶ ζω­ή, καὶ Θε­ὸς τοῦ παν­τός.
Ὁ Οἶ­κος.

Τὸν Σταυ­ρὸν καὶ τὴν τα­φήν σου Ζω­ο­δό­τα, ἀ­νυ­μνοῦ­μεν οἱ πι­στοὶ καὶ προ­σκυ­νοῦ­μεν, ὅ­τι τὸν ᾅ­δην ἔ­δη­σας Ἀ­θά­να­τε, ὡς Θε­ὸς παν­το­δύ­να­μος, καὶ νε­κροὺς συ­να­νέ­στη­σας, καὶ πύ­λας τοῦ ᾅ­δου συ­νέ­τρι­ψας, καὶ κρά­τος τοῦ θα­νά­του κα­θεῖ­λες ὡς Θε­ός. Δι­ὸ οἱ γη­γε­νεῖς δο­ξο­λο­γοῦ­μέν σε πό­θῳ τὸν ἀ­να­στάν­τα, καὶ κα­θε­λόν­τα ἐ­χθροῦ τὸ κρά­τος τοῦ πα­νώ­λους, καὶ πάν­τας ἀ­να­στή­σαν­τα τοὺς ἐ­πὶ σοὶ πι­στεύ­σαν­τας, καὶ κό­σμον λυ­τρω­σά­με­νον ἐκ τῶν βε­λῶν τοῦ ὄ­φε­ως, καὶ ὡς μό­νον δυ­να­τόν, ἐκ τῆς πλά­νης τοῦ ἐ­χθροῦ λυ­τρω­σά­με­νον ἡ­μᾶς· ὅ­θεν ἀ­νυ­μνοῦ­μεν εὐ­σε­βῶς τὴν ἀ­νά­στα­σίν σου, δι᾿ ἧς ἔ­σω­σας ἡ­μᾶς, ὡς Θε­ὸς τοῦ παν­τός.
Συ­να­ξά­ρι­ον.

Τῇ ΙΑ´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τοῦ ἁ­γί­ου Με­γα­λο­μάρ­τυ­ρος Μη­νᾶ τοῦ ἐν τῷ Κο­τυ­α­εί­ῳ.

Στίχ. Αἴ­γυ­πτος ὄν­τως, εἰ τέ­κοι, τί­κτει μέ­γα,
Τμη­θεὶς ἀ­λη­θὲς τοῦ­το Μη­νᾶς δει­κνύ­ει.

Μη­νᾶς ἑν­δε­κά­τῃ ἔ­τλη ξί­φος γη­θό­συ­νος κῆρ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Βί­κτω­ρος.

Στίχ. Οὐ δει­λι­ῶν ἦν οὐ­δὲ Βί­κτωρ πρὸς ξί­φος,
Πᾶ­σαν μα­κράν που καρ­δί­ας θεὶς δει­λί­αν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Βι­κεν­τί­ου Δι­α­κό­νου.

Στίχ. Βλη­θεὶς ὁ Βι­κέν­τι­ος ἐν φρου­ρᾷ φέ­ρει·
Λυ­θεὶς δὲ φρου­ρᾶς σαρ­κι­κῆς, ἄ­νω τρέ­χει.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ἁ­γί­ας Μάρ­τυ­ρος Στε­φα­νί­δος.

Στίχ. Δέν­δροις Στε­φα­νὶς προσ­δε­θεῖ­σα φοι­νί­κων,
Τῶν Μαρ­τύ­ρων ἤν­θη­σεν ὡς φοῖ­νιξ μέ­σον.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Πα­τρὸς ἡ­μῶν Θε­ο­δώ­ρου, Ἡ­γου­μέ­νου τῶν Στου­δί­ου.

Στίχ. Πολ­λὰς ἀ­μοι­βάς, Θε­ό­δω­ρε τρι­σμά­καρ,
Βί­ου με­τα­στάς, ὡς βι­οὺς εὖ, προσ­δό­κα.
*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου καὶ μα­κα­ρί­ου Μα­ξί­μου τοῦ ἐν Μό­σχᾳ, τοῦ δι­ὰ Χρι­στὸν σα­λοῦ καὶ θαυ­μα­τουρ­γοῦ.

Στίχ. Μά­ξι­μος σα­λὸν ὑ­πο­κρι­θεὶς ἐν βί­ῳ,
Πά­γας πο­νη­ροῦ συ­νέ­τρι­ψεν ἐμ­φρό­νως.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Μάρ­τυ­ρος Δρα­κω­νᾶ.

Στίχ. Τοῦ βυ­θί­ου δρά­κον­τος πλά­νην πα­τή­σας,
Δρα­κω­νᾶς συ­νά­ριθ­μος Μαρ­τύ­ρων ὤ­φθη.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Στε­φά­νου Οὔ­ρε­ση, ἡ­γε­μό­νος τῆς Σερ­βί­ας.

Στίχ. Βα­σι­λεὺς πι­στὸς καὶ μο­να­στὴς θε­ό­φρων,
Στέ­φα­νος ἐ­γέ­νε­το ὁ τῆς Σερ­βί­ας.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου Στε­φά­νου Οὔ­ρε­ση Γ´, βα­σι­λέ­ως τῆς Σερ­βί­ας καὶ Κτί­το­ρος τῆς Μο­νῆς Ντέτ­σα­νι.

Στίχ. Τυ­φλω­θεὶς ὁ Στέ­φα­νος καὶ πά­λιν βλέ­ψας,
Μο­νὴν Ντέτ­σα­νι ἀ­νέ­θε­το Κυ­ρί­ῳ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ὁ­σί­ων Ἐ­φραίμ, Εὐ­θυ­μί­ου καὶ Νέ­στο­ρος, τῶν ἐν Ντέτ­σα­νι.

Στίχ. Οἱ τρεῖς ἀ­σκη­ταὶ ἐν Ντέτ­σα­νι Τρι­ά­δος,
Ἤ­σκη­σαν ὡς ἄ­ρι­στα ἀ­ρε­τὴν πᾶ­σαν.

Ταῖς αὐ­τῶν πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θε­ο­τό­κου (πρὸ τῶν Εἰ­σο­δί­ων).
Ἀ­πὸ τῆς 8ης μέ­χρι τῆς 20ῆς Νο­εμ­βρί­ου ψάλ­λον­ται
αἱ Κα­τα­βα­σί­αι τῆς Θε­ο­τό­κου με­τὰ πα­ραλ­λα­γῶν.
ᾨ­δὴ α´. Ἦ­χος δ´.

Ἀ­νοί­ξω τὸ στό­μα μου * καὶ πλη­ρω­θή­σε­ται Πνεύ­μα­τος * καὶ λό­γον ἐ­ρεύ­ξο­μαι * τῇ βα­σι­λί­δι Μη­τρί· * καὶ ὀ­φθή­σο­μαι * φαι­δρῶς πα­νη­γυ­ρί­ζων * καὶ ᾄ­σω γη­θό­με­νος * ταύ­της τὴν εἴ­σο­δον.
ᾨ­δὴ γ´.

Τοὺς σοὺς ὑ­μνο­λό­γους, Θε­ο­τό­κε, * ἡ ζῶ­σα καὶ ἄ­φθο­νος πη­γή, * θί­α­σον συγ­κρο­τή­σαν­τας * πνευ­μα­τι­κόν, στε­ρέ­ω­σον· * κἂν τῇ σε­πτῇ εἰ­σό­δῳ σου * στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον.
ᾨ­δὴ δ´.

Τὴν ἀ­νε­ξι­χνί­α­στον θεί­αν βου­λὴν * τῆς ἐκ τῆς Παρ­θέ­νου σαρ­κώ­σε­ως * σοῦ τοῦ ὑ­ψί­στου * ὁ προ­φή­της Ἀβ­βα­κοὺμ * κα­τα­νο­ῶν ἐ­κραύ­γα­ζε· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.
ᾨ­δὴ ε´.

Ἐ­ξέ­στη τὰ σύμ­παν­τα * ἐν τῇ σε­πτῇ εἰ­σό­δῳ σου· * σὺ γάρ, ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, * ἔν­θον εἰ­σῆλ­θες * ἐν τῷ να­ῷ τοῦ Θε­οῦ * ὥ­σπερ κα­θα­ρώ­τα­τος να­ός, * πᾶ­σι τοῖς ὑ­μνοῦ­σί σε * σω­τη­ρί­αν βρα­βεύ­ου­σα.
ᾨ­δὴ ς´.

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον * τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες * τῆς Θε­ο­μή­το­ρος * δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, * τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα * Θε­ὸν δο­ξά­ζον­τες.
ᾨ­δὴ ζ´.

Οὐκ ἐ­λά­τρευ­σαν * τῇ κτί­σει οἱ θε­ό­φρο­νες * πα­ρὰ τὸν κτί­σαν­τα· * ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως πα­τή­σαν­τες * χαί­ρον­τες ἔ­ψαλ­λον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ός, εὐ­λο­γη­τὸς εἶ.
ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ * ὁ τό­κος τῆς Θε­ο­τό­κου δι­ε­σώ­σα­το, * τό­τε μὲν τυ­πού­με­νος· * νῦν δὲ ἐ­νερ­γού­με­νος * τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν * ἀ­γεί­ρει ψάλ­λου­σαν· * Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.
* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

Με­γά­λυ­νον, ψυ­χή μου, * τὴν τι­μι­ω­τέ­ραν * καὶ ἐν­δο­ξο­τέ­ραν * τῶν ἄ­νω στρα­τευ­μά­των.

Ἅ­πας γη­γε­νὴς * σκιρ­τά­τω τῷ πνεύ­μα­τι * λαμ­πα­δου­χού­με­νος· * πα­νη­γυ­ρι­ζέ­τω δὲ * ἀ­ΰ­λων νό­ων * φύ­σις, γε­ραί­ρου­σα * τὰ ἱ­ε­ρὰ εἰ­σό­δι­α * τῆς Θε­ο­μή­το­ρος, * καὶ βο­ά­τω· * Χαί­ροις, παμ­μα­κά­ρι­στε * Θε­ο­τό­κε ἁ­γνή, ἀ­ει­πάρ­θε­νε.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ὅ­τι ἅ­γι­ός ἐ­στιν.
Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Α´.

Τοῖς Μα­θη­ταῖς συ­νέλ­θω­μεν, ἐν ὄ­ρει Γα­λι­λαί­ας, πί­στει Χρι­στὸν θε­ά­σα­σθαι, λέ­γον­τα ἐ­ξου­σί­αν, λα­βεῖν τῶν ἄ­νω καὶ κά­τω· μά­θω­μεν πῶς δι­δά­σκει, βα­πτί­ζειν εἰς τὸ ὄ­νο­μα, τοῦ Πα­τρός, ἔ­θνη πάν­τα, καὶ τοῦ Υἱ­οῦ, καὶ Ἁ­γί­ου Πνεύ­μα­τος, καὶ συ­νεῖ­ναι, τοῖς μύ­σταις ὡς ὑ­πέ­σχε­το, ἕ­ως τῆς συν­τε­λεί­ας.
Καὶ τοῦ Μη­ναί­ου.
Τῶν Μαρ­τύ­ρων. Ὁ οὐ­ρα­νὸν τοῖς ἄ­στροις.

Τοὺς οὐ­ρα­νοὺς ἀ­στέ­ρες, κα­τα­κο­σμοῦ­σιν Οἰ­κτίρ­μον, τὴν ἐκ­κλη­σί­αν Μη­νᾶς δέ, Βί­κτωρ, Βι­κέν­τι­ος κο­σμεῖ, καὶ Στε­φα­νίς, δι᾿ ὧν σῶ­σον, ἡ­μᾶς τοὺς σὲ ἀ­νυ­μνοῦν­τας.
Θε­ο­το­κί­ον.

Ἐν σοὶ πα­νά­χραν­τε Κό­ρη, ἐ­θε­ω­ρή­θη­σαν ὄν­τως, αἱ τοῦ Κυ­ρί­ου πο­ρεῖ­αι, καὶ τοὺς βρο­τοὺς ὁ­δη­γοῦ­σιν, ἔν­θα χο­ρεῖ­αι Ἀγ­γέ­λων, καὶ πάν­των ἁ­γί­ων δῆ­μοι.
* * *
ΑΙΝΟΙ
Ἦ­χος πλ. β´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·
Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος πλ. β´.

Στίχ. α´. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ὁ Σταυ­ρός σου Κύ­ρι­ε, ζω­ὴ καὶ ἀ­νά­στα­σις, ὑ­πάρ­χει τῷ λα­ῷ σου· καὶ ἐπ᾿ αὐ­τῷ πε­ποι­θό­τες, σὲ τὸν ἀ­να­στάν­τα, Θε­ὸν ἡ­μῶν ὑ­μνοῦ­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. β´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἡ τα­φή σου Δέ­σπο­τα, Πα­ρά­δει­σον ἤ­νοι­ξε, τῷ γέ­νει τῶν ἀν­θρώ­πων· καὶ ἐκ φθο­ρᾶς λυ­τρω­θέν­τες, σὲ τὸν ἀ­να­στάν­τα, Θε­ὸν ἡ­μῶν ὑ­μνοῦ­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Σὺν Πα­τρὶ καὶ Πνεύ­μα­τι, Χρι­στὸν ἀ­νυ­μνή­σω­μεν τὸν ἀ­να­στάν­τα ἐκ νε­κρῶν, καὶ πρὸς αὐ­τὸν ἐκ­βο­ῶ­μεν· Σὺ ζω­ὴ ὑ­πάρ­χεις, ἡ­μῶν καὶ ἀ­νά­στα­σις· ἐ­λέ­η­σον ἡ­μᾶς.
Αὐ­τό­με­λον.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Τρι­ή­με­ρος ἀ­νέ­στης Χρι­στέ, ἐκ τά­φου κα­θὼς γέ­γρα­πται, συ­νε­γεί­ρας τὸν προ­πά­το­ρα ἡ­μῶν· δι­ό σε καὶ δο­ξά­ζει, τὸ γέ­νος τῶν ἀν­θρώ­πων, καὶ ἀ­νυ­μνεῖ σου τὴν ἀ­νά­στα­σιν.
Εἶ­τα τὰ ἑ­ξῆς τῶν Ἁγίων Στι­χη­ρὰ Προ­σό­μοι­α.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Ἦ­χος α´. Τῶν οὐ­ρα­νί­ων ταγ­μά­των.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Τὸν εὐ­κλε­ῆ τοῦ Σω­τῆ­ρος Με­γα­λο­μάρ­τυ­ρα, Μη­νᾶν τὸν ἀ­ρι­στέ­α, εὐ­σε­βεί­ας τῶν ἄ­θλων, ὑ­μνή­σω­μεν συμ­φώ­νως ᾀ­σμά­των ᾠ­δαῖς, πρὸς αὐ­τὸν ἀ­να­κρά­ζον­τες· Μὴ δι­α­λί­πῃς πρε­σβεύ­ειν ὑ­πὲρ ἡ­μῶν, Ἀ­θλο­φό­ρε τῶν τι­μών­των σε.

Στίχ. Ϛ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Ἐν τῷ στα­δί­ῳ ἐ­πέ­στης μά­καρ αὐ­τό­κλη­τος, καὶ τὴν ὁ­μο­λο­γί­αν, τοῦ Χρι­στοῦ τὴν ἁ­γί­αν, ἐ­νώ­πι­ον τυ­ράν­νων καὶ δι­κα­στῶν, ὡ­μο­λό­γη­σας ἔν­δο­ξε, καὶ ἐ­να­θλή­σας νο­μί­μως Μάρ­τυς Μη­νᾶ, κατ᾿ ἀ­ξί­αν τε­θαυ­μά­στω­σαι.

Στίχ. ζ´. Θαυ­μα­στὸς ὁ Θε­ὸς ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ.

Τὴν δω­ρε­ὰν τῶν θαυ­μά­των λαμ­πρῶς δε­ξά­με­νος, θαυ­μα­τουρ­γεῖς ἐν κό­σμῳ, πα­ρα­δό­ξως θε­ό­φρον, καὶ πάν­των τὰς αἰ­τή­σεις πλη­ροῖς εὐ­με­νῶς, καὶ ἐ­ξαί­ρεις ἑ­κά­στο­τε, ἐξ ἀ­ναγ­κῶν καὶ κιν­δύ­νων Μάρ­τυς Μη­νᾶ, τῇ τα­χεῖ­α ἀν­τι­λή­ψει σου.

Στίχ. η´. Τοῖς ἁ­γί­οις τοῖς ἐν τῇ γῇ αὐ­τοῦ ἐ­θαυ­μά­στω­σεν ὁ Κύ­ρι­ος, πάν­τα τὰ θε­λή­μα­τα αὐ­τοῦ ἐν αὐ­τοῖς.

Τοὺς κοι­νω­νοὺς τῆς σῆς δό­ξης οἷ­α συμ­μάρ­τυ­ρας, Βί­κτω­ρα Στε­φα­νί­δα, καὶ Βι­κέν­τι­ον ἅ­μα, πα­ρά­λα­βε προ­θύ­μως Μη­νᾶ θαυ­μα­στέ, καὶ πρε­σβεί­αν ποι­ή­σα­τε, ὑ­πὲρ ἡ­μῶν πρὸς τὸν πάν­των Δη­μι­ουρ­γόν, ὡς αὐ­τοῦ θεῖ­οι θε­ρά­πον­τες.
Δό­ξα. Ἑ­ωθινὸν Α´. Ἦ­χος α´.

Εἰς τὸ ὄ­ρος τοῖς Μα­θη­ταῖς ἐ­πει­γο­μέ­νοις, δι­ὰ τὴν χα­μό­θεν ἔ­παρ­σιν, ἐ­πέ­στη ὁ Κύ­ρι­ος· καὶ προ­σκυ­νή­σαν­τες αὐ­τόν, καὶ τὴν δο­θεῖ­σαν ἐ­ξου­σί­αν, παν­τα­χοῦ δι­δα­χθέν­τες, εἰς τὴν ὑπ᾿ οὐ­ρα­νὸν ἐ­ξα­πε­στέλ­λον­το, κη­ρῦ­ξαι τὴν ἐκ νε­κρῶν ἀ­νά­στα­σιν, καὶ τὴν εἰς οὐ­ρα­νοὺς ἀ­πο­κα­τά­στα­σιν· οἷς καὶ συν­δι­αι­ω­νί­ζειν, ὁ ἀ­ψευ­δὴς ἐ­πηγ­γεί­λα­το, Χρι­στὸς ὁ Θε­ός, καὶ Σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.
* * *
Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος β´.

Ἀ­να­στὰς ἐκ τοῦ μνή­μα­τος * καὶ τὰ δε­σμὰ δι­αρ­ρή­ξας τοῦ ᾅ­δου, * ἔ­λυ­σας τὸ κα­τά­κρι­μα τοῦ θα­νά­του, Κύ­ρι­ε, * πάν­τας ἐκ τῶν πα­γί­δων τοῦ ἐ­χθροῦ ῥυ­σά­με­νος· * ἐμ­φα­νί­σας σε­αυ­τὸν τοῖς ἀ­πο­στό­λοις σου * ἐ­ξα­πέ­στει­λας αὐ­τοὺς ἐ­πὶ τὸ κή­ρυγ­μα * καὶ δι᾿ αὐ­τῶν τὴν εἰ­ρή­νην * πα­ρέ­σχες τῇ οἰ­κου­μέ­νῃ, * μό­νε πο­λυ­έ­λε­ε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…
Τὰ τυ­πι­κά, οἱ μα­κα­ρι­σμοὶ τοῦ ἤ­χου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠ­δῆς τοῦ κα­νό­νος τῶν μαρ­τύ­ρων.
Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.
Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.

Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Δό­ξα. Καὶ νῦν.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι σὸν τὸ κρά­τος...
Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Δό­ξα. Καὶ νῦν.

Ὁ μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...
Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰ­σο­δι­κόν. Ἦ­χος β´.
(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
* * *
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)
Τῶν Ἁ­γί­ων.
Εἶ­τα τὸ τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.
Κον­τά­κι­ον τῶν Εἰσοδίων τῆς Θεοτόκου.
(ἀ­πὸ η´ ἕ­ως κε´ πλὴν τῆς κ´ Νο­εμ­βρί­ου).
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ κα­θα­ρώ­τα­τος να­ὸς τοῦ Σω­τῆ­ρος, * ἡ πο­λυ­τί­μη­τος πα­στὰς καὶ παρ­θέ­νος, * τὸ ἱ­ε­ρὸν θη­σαύ­ρι­σμα * τῆς δό­ξης τοῦ Θε­οῦ, * σή­με­ρον εἰ­σά­γε­ται * ἐν τῷ οἴ­κῳ Κυ­ρί­ου, * τὴν χά­ριν συ­νει­σά­γου­σα * τὴν ἐν Πνεύ­μα­τι θεί­ῳ· * ἣν ἀ­νυ­μνοῦ­σιν ἄγ­γε­λοι Θε­οῦ. * Αὕ­τη ὑ­πάρ­χει * σκη­νὴ ἐ­που­ρά­νι­ος.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυ­ρι­α­κῆς ΙΕ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.
Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.
Προ­κεί­με­νον. Ἦ­χος πλ. β´. (Ψαλ­μὸς κζ´).

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.

Στίχ. Πρὸς σέ, Κύ­ρι­ε, κε­κρά­ξο­μαι, ὁ Θε­ός μου, μὴ πα­ρα­σι­ω­πή­σῃς ἀπ᾿ ἐ­μοῦ.

Πρὸς Κο­ριν­θί­ους Β´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
(Β´ Κορ. δ´ 6-15)

Ἀ­δελ­φοί, ὁ Θε­ὸς ὁ εἰ­πὼν ἐκ σκό­τους φῶς λάμ­ψαι, ὃς ἔ­λαμ­ψεν ἐν ταῖς καρ­δί­αις ἡ­μῶν πρὸς φω­τι­σμὸν τῆς γνώ­σε­ως τῆς δό­ξης τοῦ Θε­οῦ ἐν προ­σώ­πῳ Ἰ­η­σοῦ Χρι­στοῦ. Ἔ­χο­μεν δὲ τὸν θη­σαυ­ρὸν τοῦ­τον ἐν ὀ­στρα­κί­νοις σκεύ­ε­σιν, ἵ­να ἡ ὑ­περ­βο­λὴ τῆς δυ­νά­με­ως ᾖ τοῦ Θε­οῦ καὶ μὴ ἐξ ἡ­μῶν, ἐν παν­τὶ θλι­βό­με­νοι ἀλλ᾿ οὐ στε­νο­χω­ρού­με­νοι, ἀ­πο­ρού­με­νοι ἀλλ᾿ οὐκ ἐ­ξα­πο­ρού­με­νοι, δι­ω­κό­με­νοι ἀλλ᾿ οὐκ ἐγ­κα­τα­λει­πό­με­νοι, κα­τα­βαλ­λό­με­νοι ἀλλ᾿ οὐκ ἀ­πολ­λύ­με­νοι, πάν­το­τε τὴν νέ­κρω­σιν τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ ἐν τῷ σώ­μα­τι πε­ρι­φέ­ρον­τες, ἵ­να καὶ ἡ ζω­ὴ τοῦ Ἰ­η­σοῦ ἐν τῷ σώ­μα­τι ἡ­μῶν φα­νε­ρω­θῇ. Ἀ­εὶ γὰρ ἡ­μεῖς οἱ ζῶν­τες εἰς θά­να­τον πα­ρα­δι­δό­με­θα δι­ὰ Ἰ­η­σοῦν, ἵ­να καὶ ἡ ζω­ὴ τοῦ Ἰ­η­σοῦ φα­νε­ρω­θῇ ἐν τῇ θνη­τῇ σαρ­κὶ ἡ­μῶν. Ὥ­στε ὁ μὲν θά­να­τος ἐν ἡ­μῖν ἐ­νερ­γεῖ­ται, ἡ δὲ ζω­ὴ ἐν ὑ­μῖν. Ἔ­χον­τες δὲ τὸ αὐ­τὸ πνεῦ­μα τῆς πί­στε­ως κα­τὰ τὸ γε­γραμ­μέ­νον, «Ἐ­πί­στευ­σα, δι­ὸ ἐ­λά­λη­σα», καὶ ἡ­μεῖς πι­στεύ­ο­μεν, δι­ὸ καὶ λα­λοῦ­μεν, εἰ­δό­τες ὅ­τι ὁ ἐ­γεί­ρας τὸν Κύ­ρι­ον Ἰ­η­σοῦν καὶ ἡ­μᾶς δι­ὰ Ἰ­η­σοῦ ἐ­γε­ρεῖ καὶ πα­ρα­στή­σει σὺν ὑ­μῖν. Τὰ γὰρ πάν­τα δι᾿ ὑ­μᾶς, ἵ­να ἡ χά­ρις πλε­ο­νά­σα­σα δι­ὰ τῶν πλει­ό­νων τὴν εὐ­χα­ρι­στί­αν πε­ρισ­σεύ­σῃ εἰς τὴν δό­ξαν τοῦ Θε­οῦ.
Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. β´. (Ψαλ­μὸς Ϟ´).

Στίχ. Ὁ κα­τοι­κῶν ἐν βο­η­θεί­ᾳ τοῦ Ὑ­ψί­στου, ἐν σκέ­πῃ τοῦ Θε­οῦ τοῦ οὐ­ρα­νοῦ αὐ­λι­σθή­σε­ται.

Ἐ­ρεῖ τῷ Κυ­ρί­ῳ· Ἀν­τι­λή­πτωρ μου εἶ καὶ κα­τα­φυ­γή μου, ὁ Θε­ός μου, καὶ ἐλ­πι­ῶ ἐπ᾿ αὐ­τόν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυ­ρι­α­κῆς Η´ Λου­κᾶ.
Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ι´ 25-37).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, νο­μι­κός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων· Δι­δά­σκα­λε, τί ποι­ή­σας ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σω; Ὁ δὲ εἶ­πε πρὸς αὐ­τόν· Ἐν τῷ νό­μῳ τί γέ­γρα­πται; πῶς ἀ­να­γι­νώ­σκεις; Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· Ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν Θε­όν σου ἐξ ὅ­λης τῆς καρ­δί­ας σου καὶ ἐξ ὅ­λης τῆς ψυ­χῆς σου καὶ ἐξ ὅ­λης τῆς ἰ­σχύ­ος σου καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας σου, καὶ τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν· εἶ­πε δὲ αὐ­τῷ· Ὀρ­θῶς ἀ­πε­κρί­θης· τοῦ­το ποί­ει καὶ ζή­σῃ. Ὁ δὲ θέ­λων δι­και­οῦν ἑ­αυ­τὸν εἶ­πε πρὸς τὸν Ἰ­η­σοῦν· Καὶ τίς ἐ­στί μου πλη­σί­ον; Ὑ­πο­λα­βὼν δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν· Ἄν­θρω­πός τις κα­τέ­βαι­νεν ἀ­πὸ Ἱ­ε­ρου­σα­λὴμ εἰς Ἰ­ε­ρι­χώ, καὶ λῃ­σταῖς πε­ρι­έ­πε­σεν· οἳ καὶ ἐκ­δύ­σαν­τες αὐ­τὸν καὶ πλη­γὰς ἐ­πι­θέν­τες ἀ­πῆλ­θον ἀ­φέν­τες ἡ­μι­θα­νῆ τυγ­χά­νον­τα. Κα­τὰ συγ­κυ­ρί­αν δὲ ἱ­ε­ρεύς τις κα­τέ­βαι­νεν ἐν τῇ ὁ­δῷ ἐ­κεί­νῃ, καὶ ἰ­δὼν αὐ­τὸν ἀν­τι­πα­ρῆλ­θεν. Ὁ­μοί­ως δὲ καὶ Λευΐτης γε­νό­με­νος κα­τὰ τὸν τό­πον, ἐλ­θὼν καὶ ἰ­δὼν ἀν­τι­πα­ρῆλ­θε. Σα­μα­ρεί­της δέ τις ὁ­δεύ­ων ἦλ­θε κατ᾿ αὐ­τὸν, καὶ ἰ­δὼν αὐ­τὸν ἐ­σπλαγ­χνί­σθη, καὶ προ­σελ­θὼν κα­τέ­δη­σε τὰ τραύ­μα­τα αὐ­τοῦ ἐ­πι­χέ­ων ἔ­λαι­ον καὶ οἶ­νον, ἐ­πι­βι­βά­σας δὲ αὐ­τὸν ἐ­πὶ τὸ ἴ­δι­ον κτῆ­νος ἤ­γα­γεν αὐ­τὸν εἰς παν­δο­χεῖ­ον καὶ ἐ­πε­με­λή­θη αὐ­τοῦ· καὶ ἐ­πὶ τὴν αὔ­ρι­ον ἐ­ξελ­θὼν, ἐκ­βα­λὼν δύ­ο δη­νά­ρι­α ἔ­δω­κε τῷ παν­δο­χεῖ καὶ εἶ­πεν αὐ­τῷ· ἐ­πι­με­λή­θη­τι αὐ­τοῦ, καὶ ὅ,τι ἂν προσ­δα­πα­νή­σῃς, ἐ­γὼ ἐν τῷ ἐ­πα­νέρ­χε­σθαί με ἀ­πο­δώ­σω σοι. Τίς οὖν τού­των τῶν τρι­ῶν πλη­σί­ον δο­κεῖ σοι γε­γο­νέ­ναι τοῦ ἐμ­πε­σόν­τος εἰς τοὺς λῃ­στάς; Ὁ δὲ εἶ­πεν· Ὁ ποι­ή­σας τὸ ἔ­λε­ος μετ᾿ αὐ­τοῦ. Εἶ­πεν οὖν αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Πο­ρεύ­ου καὶ σὺ ποί­ει ὁ­μοί­ως.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.
* * *
Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.
* * *
Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
* * *
Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.
Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…
Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)

Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...

Δι᾿ εὐ­χῶν... Ἀ­μήν.
* * * * *
Πηγή εδώ
Related Posts Plugin for WordPress, Blogger...