† Ἀπόδοσις τῶν Εἰσοδίων, Αἰκατερίνης τῆς μεγαλομάρτυρος (†313)· Μερκουρίου μεγαλομάρτυρος (†250).
Ἦχος πλ. δ´. Ἐωθινὸν γ´.
(Τυ πι κὸν 25ης Νο εμ βρί ου §§17-19)
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάνμε, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·... ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις
ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τῆς Ἁγίας.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὴν
πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον
Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς
τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ· καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται
πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´.
Σήμερον
τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις·
ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι
προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς, μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς
οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἀνέστης ἐκ νεκρῶν,
ἡ
ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις
εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς
ὁ
Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας
γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις
ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι,
καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα,
χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε· Δόξα
σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας
Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ,
σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας.
Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. δ´.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ
ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον
ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθηταῖς σου
ἐν
Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα.
Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες
κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς
ὁ
Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Πρὸ
συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ· καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον
προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ,
ὡς θεῖος ὄντως Ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀνατεθεῖσα
ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός
σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος
* κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα
* καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα
* καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί
τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν,
* ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις·
* Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν
πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου
θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται·
μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι
γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου,
Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου·
* Τί μετὰ νεκρῶν *
τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν
Πατέρα * καὶ τὸν τούτου Υἱόν
τε * καὶ τὸ ἅγιον Πνεῦμα,
* τὴν ἁγίαν Τριάδα *
ἐν
μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην
τεκοῦσα, * ἐλυτρώσω, Παρθένε,
* τὸν Ἀδὰμ ἁμαρτίας· *
χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες·
* ῥεύσαντα ζωῆς, *
ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα,
ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί
Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.
Αἱ Μυροφόροι τοῦ ζωοδότου,
ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη
ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´.
Ἀντίφωνον Α´.
Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει
με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν
δή, πρὶν ἐκσπασθῆναι
ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας
αὐτῶν, τομῇ βασάνων.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´.
Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε
πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων·
εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´.
Ἐκέκραξά σοι
Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ
γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον,
σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν,
ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο
ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ,
ὁ
τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται
εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε
καὶ Υἱῷ, ὁμοούσιον
κυρίως.
Προκείμενον. Ψαλμὸς ρβ´ (102).
Bασιλεύσει
Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς)
Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Bασιλεύσει
Κύριος εἰς τὸν αἰῶνα...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως
τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε,
ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Γ´
Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9-20).
Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ
πρώτῃ σαββάτου, ἐφάνη
πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη
πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις,
πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ
δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις
εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες
ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις
αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν
καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ
τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι
ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις
λαλήσουσι καιναῖς· ὄφεις
ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει·
ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ
δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι
δὲ ἐξελθόντες
ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος
καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν
ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον.
* Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν
* καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
* χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι
τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ
παντός.
Σοὶ
μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.
Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς
μοι.
Ῥαντιεῖς
με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ᾿ ἐμοῦ.
Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω
ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί
με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου.
Κύριε,
τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία
τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται
εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν
με, ὁ Θεός.
Δόξα.
Ταῖς
τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν,
* ἔδωκεν ἡμῖν *
τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, ὁ α´ τῆς ἑορτῆς ἄνευ εἱρμῶν, καὶ ὁ τῆς ἁγίας.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον
Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν·
ἐκ
πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον
στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος,
τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη
ὁ Κύριος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα
περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα,
ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν
προστασίαν ἡμῶν.
Κανὼν τῆς ἑορτῆς πρῶτος, οὗ ἡ Ἀκροστιχίς·
Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.
Ποίημα κυρίου Γεωργίου.
Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι,
καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας,
ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα,
ναὸς καὶ παλάτιον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι,
εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος,
πάντας κατελάμπρυνε, καὶ συνηγάγετο, τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι,
πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος,
τὰς πύλας διάρασα, τὰς τοῦ ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας,
τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Καὶ τῆς Ἁγίας Αἰκατερίνης, οὗ ἡ ἀκροστιχίς·
Αἰκατερίναν τὴν παναοίδιμον ᾄσμασι μέλπω.
Ποίημα Θεοφάνους.
Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος,
ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην
διδούς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων
μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις
προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας
σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερίνα κατέπληξας, λόγῳ
καὶ σοφίᾳ καὶ χάριτι.
Δόξα.
Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ
τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα,
τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾆσμα τῷ Θεῷ ἀναμέλπουσα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης
αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες,
τὸν ἐπέκεινα πάσης, Θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων
ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον,
ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος
μόνε Φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κατακριθέντα
τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος,
τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε
τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας,
τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Τῆς ἑορτῆς. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς
Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ,
τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ
χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην ἄχραντε, παρισταμένην
πάναγνε, ἐν τῷ ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει
τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος
σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων
ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προτρέχουσί σου σήμερον,
λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Καὶ τῆς Ἁγίας.
Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐθελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς
τὸ πάθος, τὸ ἑκούσιον Χριστοῦ μιμουμένη· καὶ νικήσασα λαμπρῶς, τὸν σκότους
κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερίνα θεόληπτε.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους,
ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα,
θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.
Δόξα.
Ἰσοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας,
ὑπὸ Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα
ᾔσχυνεν, Αἰκατερίνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.
Καὶ νῦν. Θεοτοκίον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ,
τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα,
τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ Πανάμωμε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κοντάκιον καὶ Οἶκος τῆς ἑορτῆς.
Κοντάκιον. Ἦχος δ´.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος,
τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ
Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν
Ἄγγελοι Θεοῦ· αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος.
Τῶν
ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων ὁρῶν ἐν τῇ Παρθένῳ τὴν χάριν
δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν
ἀμηχανῶ τὸν ξένον καὶ ἀπόῤῥητον· πῶς ἐκλελεγμένη ἡ ἄχραντος μόνη
ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό,
ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον·
ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ἐκ τοῦ Μηναίου. Κάθισμα. Τῆς Ἁγίας.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα
πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς ῥήτορας
ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν
σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε, Δεῦρο λέγων ἀνάβηθι·
οἱ θησαυροὶ γάρ σε μένουσι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἡ ἀμίαντος
ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ,
μετ᾿ εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι
φαιδρῶς, καὶ πάντες οἱ πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι
ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις
Πανάχραντε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ.
δ´.
Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος,
τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος.
Τὰ τοῦ ᾅδου σκυλεύσας
βασίλεια, καὶ νεκροὺς ἀναστήσας
Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης
χαρὰν κομισάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα,
Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας
Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει,
τῇ ἐκ νεκρῶν ἐγέρσει
σου Πολυέλεε.
Συναξάριον.
Τῇ
ΚΕ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.
Στίχ. Αἰκατερίνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς· ὦ καλὰ τρία!
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς· ὦ καλὰ τρία!
Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς ἁγίας Αἰκατερίνης
πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Στίχ. Αἱ πρὸς πλάνην Ῥήτορσιν
ἀνδράσι στάσεις,
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Στίχ. Τμηθεῖσα θνητοῦ σύζυγος βασιλέως,
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ
ἡμέρᾳ ὁ ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις,
ξίφει τελειοῦνται.
Στίχ. Σὺν τῷ στρατῷ σου, Πορφύριε, πρὸς ξίφος,
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Στίχ. Εἰ καὶ πατάσσῃ, Μερκούριε, τῷ ξίφει,
Καὶ νεκρὸς ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Καὶ νεκρὸς ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.
Στίχ. Ἡσύχως βίου τὸ πέλαγος ἀνύσας,
Πρὸς ἡσύχιον, Πέτρε, λιμένα φθάνεις.
Πρὸς ἡσύχιον, Πέτρε, λιμένα φθάνεις.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Στίχ. Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
Μεθ᾿ ὧν καὶ ἄλλους ἄνδρας ἑπτάκις δέκα.
Μεθ᾿ ὧν καὶ ἄλλους ἄνδρας ἑπτάκις δέκα.
*
Τῇ αὐτῇ
ἡμέρα, Κυριακῇ πρὸ τῆς τριακοστῆς Νοεμβρίου, ἐν τῇ μεγαλωνύμῳ πόλει
καὶ Μητροπόλει τῶν Πατρῶν, ἑορτάζεται πανηγυρικῶς ἡ Σύναξις τῶν συνεργατῶν
τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου, Σωσιπάτρου καὶ
Ἡρωδίωνος ἐκ τῶν Ο´ Ἀποστόλων, ἔτι δέ, Παύλου τοῦ Πατρέως Ὁσιομάρτυρος
Ἡγουμένου τῶν ἐν Ραϊθὼ ἀναιρεθέντων Πατέρων, τῶν Ὁσίων Ἰωσὴφ τοῦ
Ὑμνογράφου, Ἠλία τοῦ Σικελιώτου, τῶν ἐν τῇ Ἀχαΐᾳ ἀσκησάντων Λεοντίου
τοῦ Γέροντος, Δανιὴλ τοῦ ἐν τῷ Κάστρῳ τῶν Πατρῶν καὶ Ἰωακεὶμ τῶν Νοτενῶν,
Νεομαρτύρων Ζαχαρίου τοῦ ἐξ Ἄρτης, Ἀναστασίας καὶ Χριστοδούλου τῶν
παιδομαρτύρων, ὡς καὶ τοῦ Ἁγίου Ἐνδόξου Μεγαλομάρτυρος Ἀρτεμίου,
κομιστοῦ τῶν σεπτῶν Λειψάνων τοῦ Ἁγίου Ἀποστόλου Ἀνδρέου πρὸς τὴν Βασιλίδα
τῶν Πόλεων καὶ κτίτορος τῆς Μονῆς Γηροκομείου γενομένου, καὶ ἑτέρων
ἁγίων πολλῶν.
Στίχ. Ἀχαΐας Ἅγιοι ἅπαντες συναχθέντες,
Δότε ἡμῖν τὰ κρείττονα κοιναῖς ὑμῶν πρεσβείαις.
Δότε ἡμῖν τὰ κρείττονα κοιναῖς ὑμῶν πρεσβείαις.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Χριστοῦ Γεννήσεως.
(Ψάλλονται
ἀπὸ 21ης Νοεμβρίου
μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί).
ᾨδὴ α´. Ἦχος α´.
Χριστὸς
γεννᾶται· δοξάσατε· * Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε·
* Χριστὸς ἐπὶ
γῆς· ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται.
ᾨδὴ γ´.
Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι
ἀρρεύστως Υἱῷ * καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως * Χριστῷ τῷ Θεῷ βοήσωμεν·
* Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅγιος εἶ, Κύριε.
ᾨδὴ δ´.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς,
Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος· * ἦλθες σαρκωθεὶς
ἐξ
ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. *
Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Θεὸς
ὢν
εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου
τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν· * ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες,
* δοξολογοῦμέν σε, φιλάνθρωπε.
ᾨδὴ στ´.
Σπλάγχνων
Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐνάλιος θήρ,
* οἷον ἐδέξατο· * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, * διελήλυθε
φυλάξας ἀδιάφθορον· * ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
ᾨδὴ ζ´.
Οἱ παῖδες εὐσεβείᾳ
συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
* πυρὸς ἀπειλὴν
οὐκ ἐπτοήθησαν, * ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον· * Ὁ τῶν πατέρων
Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν,
εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, *
ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Θαύματος
ὑπερφυοῦς ἡ δροσοβόλος * ἐξεικόνισε κάμινος τύπον· * οὐ γὰρ οὓς ἐδέξατο φλέγει
νέους, * ὡς οὐδὲ πῦρ * τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· * Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον * καὶ ὑπερυψούτω * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες
μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος δ´.
Στίχ. α´. Μεγαλύνει ἡ
ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν
ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν
ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ
μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος
ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας
ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο
Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καὶ εἶτα τὴν θ´ ᾠδὴν τοῦ α´ κανόνος τῆς ἑορτῆς μετὰ τῶν ἀντιστοίχων μεγαλυναρίων.
Μεγαλυνάριον.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες
ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμός. Ἦχος δ´.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω
μηδαμῶς χεὶρ ἀμυήτων· χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν
τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων,
ὑπάρχεις Παρθένε ἁγνή. (δίς)
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες
ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς
τὸ καθαρὸν ἔχουσα κάλλος, χάριν δὲ Θεοῦ, ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ
ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα
πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες
ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε ἁγνή, τὸ θαῦμά
σου τὴν δύναμιν τῶν λόγων· σῶμα γὰρ ἐν σοί, κατανοῶ ὑπὲρ λόγον, ῥοῆς
ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῶ σοι· Ὄντως ἀνωτέρα
πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον
τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος
σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον,
ναὸν ἀκατάλυτον καὶ πύλην Θεοῦ· ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως
ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες
κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυΐδ, λαλῶν
σε θυγατέρα Βασιλέως, κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν
τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα
πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Δόξα.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι
συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομών, ᾐνίξατό
σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον
ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Καὶ νῦν.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον ἐν ὕμνοις
μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν
σήν, γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ
χρέος, αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως
ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Καταβασία. ᾨδὴ θ´. Ἦχος α´.
Μεγάλυνον,
ψυχή μου, * τὴν τιμιωτέραν * καὶ ἐνδοξοτέραν * τῶν ἄνω στρατευμάτων.
Μυστήριον
ξένον * ὁρῶ καὶ παράδοξον· * οὐρανὸν τὸ σπήλαιον· θρόνον *
χερουβικόν, τὴν Παρθένον· * τὴν φάτνην χωρίον, * ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος * Χριστὸς
ὁ
Θεός·* ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε
τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´.
Ὅτι Χριστὸς ἐγήγερται,
μή τις διαπιστείτω· ἐφάνη
τῇ Μαρίᾳ γάρ, ἔπειτα
καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν
καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι
τῶν σημείων.
Τῆς Ἁγίας. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Ἐνεύρωσας
τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερίνα πάντιμε, ἀθλοφόρων ἡ
δόξα· καὶ φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον,
τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
Τῆς Ἑορτῆς, ὅμοιον.
Τοῦ
Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν
Ἀρχιερέως· ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας
τρεφομένη, χειρὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
* * *
ΑΙΝΟΙ
Ἦχος πλ. δ´.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε
αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε,
εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος·
καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε,
εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί
σε κατέθεντο, ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί
σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Κύριε,
ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν
δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν
αὐτοῦ τὴν δύναμιν, ὅτι
νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν,
τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν
κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων·
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη
Θεὸς ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
Καὶ τῆς Ἁγίας Στιχηρὰ Προσόμοια, γ´ εἰς δ´.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν
ἐν
χορδαῖς καὶ ὀργάνῳ.
Μνήμην
τὴν πανίερον, Αἰκατερίνα πανεύφημε, τῆς σεπτῆς σου Ἀθλήσεως, τελοῦντες
δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονήν σοι καρτεράν,
καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα
τοὺς ῥήτορας, Ἰησοῦ τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Μνήμην
τὴν πανίερον, …
Στίχ. ζ´. Ὑπομένων ὑπέμεινα τὸν
Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Μάρτυς
ἐθελούσιος, Αἰκατερίνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως
ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ,
καταβαλοῦσα, καὶ θείᾳ χάριτι· ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον
πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. η´. Καὶ ἔστησεν ἐπὶ πέτραν
τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου
Χάριν
τὴν τοῦ Πνεύματος, Αἰκατερίνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω
καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας· καὶ λογισμῷ καρτερικῷ,
τὴν τῶν τυράννων ὀφρὺν κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν
ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δόξα. Τῆς ἑορτῆς. Ἦχος β´.
Σήμερον
τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ
παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον
ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται.
Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη
ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις
Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν
σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, *
δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι
* διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε
βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· *
Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ,
* καὶ ἅγιον Πνεῦμα.
Κύριε
ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, *
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον
ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι
τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ
τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι
σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος,
* Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿
ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον,
Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς
εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο,
Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς
εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά
σου. (ἐκ γ´)
Κύριε,
* καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε,
πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι
παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα
φῶς.
Παράτεινον
τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος
ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· *
ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος
ὁ Θεός, * ἅγιος
ἰσχυρός, * ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος πλ. δ´.
Ἀναστὰς
ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας
τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου,
Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ
ῥυσάμενος· * ἐμφανίσας σεαυτὸν τοῖς
ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς
ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην
* παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
Εἰς τὴν πρώτην Ὥραν, τὸ γ´ Ἑωθινόν.
Ἦχος γ´.
Τῆς Μαγδαληνῆς Μαρίας,
τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες
οἱ Μαθηταί, ὠνειδίζοντο
τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι,
πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον
ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ
τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐτῶν, δοξάζομέν
σου, τὴν ἐκ νεκρῶν ἀνάστασιν, φιλάνθρωπε Κύριε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ Ἀντίφωνα τῆς ἑορτῆς.
Ἀντίφωνον Α´. Ἦχος β´.
(Ἐκλογή).
Στίχ.
α´. Μέγας Κύριος καὶ
αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. (μζ´
2)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ.
β´. Δεδοξασμένα ἐλαλήθη
περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. (πστ´ 3)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ.
γ´. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν
αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. (μζ´ 4)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ.
δ´. Καθάπερ ἠκούσαμεν,
οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
(μζ´ 9)
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Δόξα. Καὶ
νῦν.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´.
(Ἐκλογή).
Στίχ.
α´. Τοῦ ποταμοῦ τὰ ὁρμήματα
εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
(με´ 5)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ
νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ.
β´. Ἐξομολόγησις
καὶ ὡραιότης ἐνώπιον αὐτοῦ· ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι
αὐτοῦ. (Ϟε´ 6)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ.
γ´. Αὕτη ἡ πύλη Κυρίου,
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. (ριζ´ 20)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ.
δ´. Ἅγιος ὁ ναός σου,
θαυμαστὸς ἐν δικαιοσύνῃ. (ξδ´ 5)
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ
νῦν.
Ὁ
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος
ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος δ´. Ψαλμός
μδ´ (44).
Στίχ.
α´. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς
τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
(μδ´ 14)
Σήμερον τῆς εὐδοκίας...
Στίχ.
β´. Ἀπενεχθήσονται
τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί
σοι. (μδ´ 15)
Σήμερον τῆς εὐδοκίας...
Στίχ.
γ´. Ἀπενεχθήσονται
ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. (μδ´
16)
Σήμερον τῆς εὐδοκίας...
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν.
Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται
ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τῆς Ἑορτῆς.
Τῃς Ἁγίας.
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῶν Εἰσοδίων τῆς Θεοτόκου.
(ἀπὸ η´
ἕως κε´ πλὴν τῆς κ´ Νοεμβρίου).
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν
τελεῖται συλλείτουργον)
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, * ἡ πολυτίμητος
παστὰς καὶ παρθένος, * τὸ ἱερὸν θησαύρισμα *
τῆς δόξης τοῦ Θεοῦ, * σήμερον εἰσάγεται *
ἐν τῷ οἴκῳ Κυρίου, * τὴν χάριν συνεισάγουσα *
τὴν ἐν Πνεύματι θείῳ· * ἣν ἀνυμνοῦσιν ἄγγελοι Θεοῦ. *
Αὕτη ὑπάρχει * σκηνὴ ἐπουράνιος.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Τῆς Ἁγίας, ζήτει τῇ Πέμπτῃ ιε´ ἑβδομάδος.
Προκείμενον καὶ Ἀλληλούϊα
τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς).
Προκείμενον. Ἦχος γ´.
ᾨδὴ τῆς Θεοτόκου (Λουκ. α´).
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ
ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(γ´ 23-29, δ´ 1-5).
Ἀδελφοί,
πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι
εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν
γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως
οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως
ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι
ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς
Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.
Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει
δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους
ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ
τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα
τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός,
γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν
ἀπολάβωμεν.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς μδ´).
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς
τοῦ κάλλους σου.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς ΙΓ´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιγ´ 18-27).
Τῷ
καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων·
Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ
αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.
Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς,
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην
ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι
λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν
ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο·
ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον
εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν
τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν
ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες·
Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ
παρὰ τῷ Θεῷ ἐστιν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς
ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως
τῆς Παναγίας…
Ἀντὶ τοῦ Ἄξιόν ἐστιν, ὁ Εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ α´ κανόνος τῆς ἑορτῆς.
Ἦχος δ´.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων· χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
* * *
Κοινωνικόν.
Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα
ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,
* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω
τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ
ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿
εὐχῶν... Ἀμήν.
* * * * *
Εἴδησις. Ἀπὸ αὔριον μέχρι τῆς 19ης Δεκεμβρίου ἐπανέρχεται
ἡ χρῆσις τῆς Παρακλητικῆς· ἐὰν δὲ ἑορτάζεται ἅγιος, εἰς δὲ τὴν θ.
λειτουργίαν μέχρι τῆς 24ης Δεκεμβρίου ψάλλεται ἐπισφραγιστικὸν
κοντάκιον τὸ «Ἡ παρθένος σήμερον τὸν προαιώνιον Λόγον».
* * * * *
Πηγή εδώ
