ΚΔ´ ΕΠΙΣΤΟΛΗ (᾿Εφεσ. β´ 14-22)
Αδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. ῎Αρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ᾿Ιησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
Ἀπόδοση στη νεοελληνική:

Αδελφοί, ὁ Χριστὸς πραγματικὰ εἶναι γιὰ μᾶς ἡ εἰρήνη. Αὐτὸς ἔκανε τοὺς δύο ἀντιμαχόμενους κόσμους ἕναν λαὸ καὶ γκρέμισε μὲ τὸν σταυρικό του θάνατο ὅ,τι σὰν τεῖχος τοὺς χώριζε καὶ προκαλοῦσε ἔχθρα μεταξύ τους. Κατήργησε δηλαδὴ τὸν ἰουδαϊκὸ νόμο τῶν ἐντολῶν καὶ τῶν διατάξεων, γιὰ νὰ δημιουργήσει μὲ τὸ ἔργο του ἀπὸ τὰ δύο ἐχθρικὰ μέρη, ἀπὸ τοὺς ᾿Ιουδαίους καὶ τοὺς ἐθνικούς, μία νέα ἀνθρωπότητα, φέρνοντας τὴν εἰρήνη. Κι ἀφοῦ θανάτωσε μὲ τὸν σταυρό του τὴν ἔχθρα, ἕνωσε τοὺς δύο πρώην ἐχθροὺς σὲ ἕνα σῶμα καὶ τοὺς συμφιλίωσε μὲ τὸν Θεό. ῎Ετσι, ὁ Χριστὸς ἦρθε κι ἔφερε τὸ χαρμόσυνο μήνυμα τῆς εἰρήνης σ’ ἐσᾶς τοὺς ἐθνικούς, ποὺ ἤσασταν μακριὰ ἀπὸ τὸν Θεό, καὶ σ’ ἐσᾶς τοὺς ᾿Ιουδαίους, ποὺ ἤσασταν κοντά του. Πραγματικά, διὰ τοῦ Χριστοῦ μποροῦμε μ’ ἕνα πνεῦμα καὶ οἱ δύο, ἐθνικοὶ καὶ ᾿Ιουδαῖοι, νὰ πλησιάσουμε τὸν Πατέρα. Δὲν εἶστε, λοιπόν, πιὰ ξένοι καὶ χωρὶς δικαιώματα, ἀλλὰ ἀνήκετε στὸν λαὸ τοῦ Θεοῦ, στὴν οἰκογένεια τοῦ Θεοῦ. Προστεθήκατε κι ἐσεῖς στὸ οἰκοδόμημα ποὺ ἔχει θεμέλιο τοὺς ἀποστόλους καὶ τοὺς προφῆτες, κι ἀκρογωνιαῖο λίθο αὐτὸν τὸν ἴδιο τὸν Χριστό. Μ’ αὐτὸν ὁλόκληρο τὸ οἰκοδόμημα δένεται καὶ μεγαλώνει, ὥστε νὰ γίνει ναὸς ἅγιος γιὰ τὸν Κύριο. ῾Ο Κύριος οἰκοδομεῖ κι ἐσᾶς μαζὶ μὲ τοὺς ἄλλους, γιὰ νὰ γίνετε πνευματικὴ κατοικία τοῦ Θεοῦ.