Τετάρτη 22 Φεβρουαρίου 2012

Ο Α´ Κατανυκτικός Εσπερινός της Κυριακής της Τυρινής

῾Ο ῾Ιερεύς· Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
῾Ο Χορός· ᾿Αμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
῾Ο ᾿Αρχιερεύς· Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καί Θεῷ ἡμῶν.

Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. ᾿Εξομολόγησιν καί μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. ᾿Εκτείνων τόν οὐρανόν ὡσεί δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τά ὑπερῷα αὐτοῦ. ῾Ο τιθείς νέφη τήν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπί πτερύγων ἀνέμων. ῾Ο ποιῶν τούς ᾿Αγγέλους αὐτοῦ πνεύματα, καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα. ῾Ο θεμελιῶν τήν γῆν ἐπί τήν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τόν αἰῶνα τοῦ αἰῶνος. ῎Αβυσσος ὡς ἱμάτιον τό περιβόλαιον αὐτοῦ, ἐπί τῶν ὀρέων στήσονται ὕδατα. ᾿Από ἐπιτιμήσεώς σου φεύξονται, ἀπό φωνῆς βροντῆς σου δειλιάσουσιν. ᾿Αναβαίνουσιν ὄρη, καί καταβαίνουσι πεδία εἰς τόν τόπον, ὅν ἐθεμελίωσας αὐτά. ῞Οριον ἔθου, ὅ οὐ παρελεύσονται, οὐδέ ἐπιστρέψουσι καλύψαι τήν γῆν. ῾Ο ἐξαποστέλλων πηγάς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τά θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. ᾿Επ’ αὐτά τά πετεινά τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπό καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. ῾Ο ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καί χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καί οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καί ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τά ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἅς ἐφύτευσας. ᾿Εκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. ῎Ορη τά ὑψηλά ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. ᾿Εποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τήν δύσιν αὐτοῦ. ῎Εθου σκότος, καί ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τά θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καί ζητῆσαι παρά τῷ Θεῷ βρῶσιν αὐτοῖς. ᾿Ανέτειλεν ὁ ἥλιος, καί συνήχθησαν, καί εἰς τάς μάνδρας αὐτῶν κοιτασθήσονται. ᾿Εξελεύσεται ἄνθρωπος ἐπί τό ἔργον αὐτοῦ, καί ἐπί τήν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. ῾Ως ἐμεγαλύνθη τά ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καί εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρά μετά μεγάλων. ᾿Εκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὅν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρός σέ προσδοκῶσι, δοῦναι τήν τροφήν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν.

᾿Ανοίξαντός σου τήν χεῖρα, τά σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται. ᾿Αντανελεῖς τό πνεῦμα αὐτῶν, καί ἐκλείψουσι, καί εἰς τόν χοῦν αὐτῶν ἐπιστρέψουσιν. ᾿Εξαποστελεῖς τό πνεῦμά σου, καί κτισθήσονται, καί ἀνακαινιεῖς τό πρόσωπον τῆς γῆς. ῎Ητω ἡ δόξα Κυρίου εἰς τούς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπί τοῖς ἔργοις αὐτοῦ. ῾Ο ἐπιβλέπων ἐπί τήν γῆν, καί ποιῶν αὐτήν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καί καπνίζονται. ῎ᾼσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. ῾Ηδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγώ δέ εὐφρανθήσομαι ἐπί τῷ Κυρίῳ. ᾿Εκλείποιεν ἁμαρτωλοί ἀπό τῆς γῆς, καί ἄνομοι, ὥστε μή ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον.

῾Ο ἥλιος ἔγνω τήν δύσιν αὐτοῦ· ἔθου σκότος, καί ἐγένετο νύξ. ῾Ως ἐμεγαλύνθη τά ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα... Καί νῦν... ᾿Αλληλούια, ᾿Αλληλούια, ᾿Αλληλούια. Δόξα σοι ὁ Θεός (ἐκ γ´). ῾Η ἐλπίς ἡμῶν, Κύριε, δόξα σοι.

῾Ο Διάκονος λέγει τά «Εἰρηνικά» καί

ὁ Χορός· Κύριε ἐλέησον.

᾿Εν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς ἄνωθεν εἰρήνης καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ἁγίου Οἴκου τούτου, καί τῶν μετά πίστεως, εὐλαβείας καί φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καί ἐξουσίας ἐν αὐτῷ, καί τοῦ φιλοχρίστου στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς πόλεως καί ἐνορίας ταύτης, πάσης πόλεως καί χώρας, καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καί καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπό πάσης θλίψεως, ὀργῆς, κινδύνου καί ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας, μετά πάντων τῶν ῾Αγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

῾Ο Χορός· Σοί, Κύριε.

῾Ο ῾Ιερεύς· 
῞Οτι πρέπει σοι πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῏Ηχος πλ. δ´.
Κύριε, ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρός σέ· εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· εἰσάκουσόν μου, Κύριε.

Στίχ.· ᾿Εξάγαγε ἐκ φυλακῆς τήν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε, τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ’ ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ.· ᾿Εμέ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασώζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ.· ᾿Εκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις, διὸ καὶ προσπίπτω σοι. Ἥμαρτον, ἐλέησόν με ὁ Θεός.

Στίχ.· Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τήν φωνήν τῆς δεήσεώς μου.
Πρόβατον εἰμὶ τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

῏Ηχος β´.
Στίχ.· ᾿Εάν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρά σοί ὁ ἱλασμός ἐστιν.
᾿Εγκρατείᾳ τήν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τό θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας καί εὐχαῖς καί δάκρυσι, Κύριον τόν σώζοντα ἡμᾶς ἐκζητήσωμεν, καί λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες· ῾Ημάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστέ Βασιλεῦ, καί κοινωνούς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε.

Στίχ.· ῞Ενεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τόν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπί τόν Κύριον.
᾿Εμαυτόν ἀπελπίζω, ἐννοῶν τά ἔργα μου Κύριε, τά πάσης τιμωρίας ἐπάξια· ἰδού γάρ παραβλέψας, τά σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τόν βίον ἠνάλωσα· διό καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καί δεήσει, ὡς μόνος ᾿Ελεήμων ἐκλάμπρυνον, καί μή βδελύξῃ με, Εὐεργέτα τῶν ἁπάντων, καί ῾Υπεράγαθε.

Στίχ.· ᾿Από φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπό φυλακῆς πρωΐας, ἐλπισάτω ᾿Ισραήλ ἐπί τόν Κύριον.
Τόν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρός ἀγῶνας πνευματικούς ἑαυτούς ὑποβάλλοντες· ἁγνίσωμεν τήν ψυχήν, τήν σάρκα καθάρωμεν· νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντός πάθους, τάς ἀρετάς τρυφῶντες τοῦ Πνεύματος· ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τό πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καί τό ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

῏Ηχος δ´. ῎Εδωκας σημείωσιν
Στίχ.· ῞Οτι παρά τῷ Κυρίῳ τό ἔλεος, καί πολλή παρ’ αὐτῷ λύτρωσις· καί αὐτός λυτρώσεται τόν ᾿Ισραήλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Κατ’ εἰκόνα γενόμενος, τοῦ Θεοῦ καὶ ὁμοίωσιν, κατ’ ἀρχὴν τῆς πλάσεως Παμμακάριστε, τὸ τῆς εἰκόνος ἀξίωμα, τηρεῖν διεσπούδασας, λογισμῷ πανευσεβεῖ, καὶ νοός καθαρότητι, καὶ ἁγνότητι, καὶ παθῶν ἐγκρατείᾳ καὶ τηρήσει, τῶν Χριστοῦ διαταγμάτων, καὶ εὐσεβείᾳ Πανόλβιε.

Στίχ.· Αἰνεῖτε τόν Κύριον, πάντα τά ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τῇ ἀσκήσει τὸ πρότερον, προσλαβὼν καὶ τὴν ἄθλησιν, θεοφρόνως ὕστερον, εὐηρέστησας, δι’ ἀμφοτέρων τῷ Κτίσαντι, τῷ μόνῳ τὴν κάθαρσιν, ἀπαιτοῦντι παρ’ ἡμῶν, καὶ ψυχῆς τὴν εὐγένειαν· οὗ τὴν ἔνσαρκον, παρουσίαν δοξάζων προσεκύνεις, τὴν εἰκόνα τὴν ἁγίαν, τῆς κατ’ αὐτὸν ἀνθρωπότητος.

Στίχ.· ῞Οτι ἐκραταιώθη τό ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καί ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τόν αἰῶνα.

Τοὺς τοῦ Λόγου τὴν σάρκωσιν, δυσσεβῶς ἀθετήσαντας, διελέγχων ὅσιε, διετέλεσας, διὰ μαστίγων ἐτάσεως, πάσης τε κακώσεως, καὶ δεσμῶν καὶ φυλακῆς, βεβαιῶν τὴν ἀλήθειαν· ὅθεν γέγονας, τῆς Χριστοῦ βασιλείας κληρονόμος, καὶ χαρᾶς ἀνεκλαλήτου, καὶ ἀϊδίου ἐλλάμψεως.



Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ’ οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

῾Ο Διάκονος 
Εὐλόγησον, Δέσποτα, τήν ἁγίαν Εἴσοδον.

῾Ο ᾿Αρχιερεύς· Εὐλογημένη ἡ Εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο Διάκονος· Σοφία. ᾿Ορθοί.

Καί ψάλλεται ἀπό ὅλους ἡ ᾿Επιλύχνιος Εὐχαριστία.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου ἁγίου, μάκαρος, ᾿Ιησοῦ Χριστέ, ἐλθόντες ἐπί τήν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καί ῞Αγιον Πνεῦμα, Θεόν. ῎Αξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱέ Θεοῦ, ζωήν ὁ διδούς· διό ὁ κόσμος σέ δοξάζει.

Μέγα Προκείμενον. ῏Ηχος πλ. δ´.

Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπό τοῦ παιδός σου, ὅτι θλίβομαι· ταχύ ἐπάκουσόν μου· πρόσχες τῇ ψυχῇ μου, καί λύτρωσαι αὐτήν.

᾿Επαναλαμβάνεται δίς μέ τούς στίχους·

Στίχοι. ῾Η σωτηρία σου ὁ Θεός ἀντιλάβοιτό μου.

᾿Ιδέτωσαν πτωχοί, καί εὐφρανθήτωσαν.

Μετά ταῦτα, ὁ Διάκονος, λέγει τήν ᾿Εκτενῆ Δέησιν

καί ὁ Χορός τό «Κύριε, ἐλέησον».

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καί ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε, Παντοκράτορ, ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.

᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.

῎Ετι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.

῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν Συμεών, τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

῾Ο ῾Ιερεύς· 

῞Οτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῾Ο ᾿Αρχιερεύς· 
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας. ᾿Αμήν. Γένοιτο, Κύριε, τό ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί σέ. Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Εὐλογητός εἶ, Δέσποτα, συνέτισόν με τά δικαιώματά σου. Εὐλογητός εἶ, ῞Αγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τό ἔλεός σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν σου μή παρίδῃς. Σοί πρέπει αἶνος, σοί πρέπει ὕμνος, σοί δόξα πρέπει, τῷ Πατρί, καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο Διάκονος
συμπληρώνει τήν Δέησιν μέ τά “Πληρωτικά”

Πληρώσωμεν τήν ἑσπερινήν δέησιν ἡμῶν τῷ Κυρίῳ.

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καί διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

῾Ο Χορός εἰς ἑκάστην αἴτησιν· Παράσχου, Κύριε.

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν καί ἀναμάρτητον παρά τοῦ Κυρίου αἰτησώμεθα.

῎Αγγελον εἰρήνης, πιστόν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καί ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Τά καλά καί συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καί εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καί μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανά τά τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καί καλήν ἀπολογίαν τήν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας, μετά πάντων τῶν ῾Αγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

῾Ο Χορός· Σοί, Κύριε.

῾Ο ῾Ιερεύς. 
῞Οτι ἀγαθός καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῾Ο ᾿Αρχιερεύς· Εἰρήνη πᾶσι.

῾Ο Διάκονος· Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

῾Ο ᾿Αρχιερεύς· 
Κύριε, ὁ Θεός ἡμῶν, ὁ κλίνας οὐρανούς, καί καταβάς ἐπί σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τούς δούλους σου καί ἐπί τήν κληρονομίαν σου. Σοί γάρ τῷ φοβερῷ καί φιλανθρώπῳ Κριτῇ, οἱ σοί δοῦλοι ὑπέκλιναν τάς κεφαλάς, τούς δέ αὐτῶν ὑπέταξαν αὐχένας· οὐ τήν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλά τό σόν περιμένοντες ἔλεος, καί τήν σήν ἀπεκδεχόμενοι σωτηρίαν· οὕς διαφύλαξον ἐν παντί καιρῷ, καί κατά τήν παροῦσαν ἑσπέραν καί τήν προσιοῦσαν νύκτα, ἀπό παντός ἐχθροῦ, ἀπό πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καί διαλογισμῶν ματαίων καί ἐνθυμήσεων πονηρῶν.

῾Ο ῾Ιερεύς· 
Εἴη τό κράτος τῆς βασιλείας σου εὐλογημένον καί δεδοξασμένον, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ῾Αγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

᾿Ιδιόμελον ῏Ηχος δ´.

῎Ελαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμός τῶν ψυχῶν ἡμῶν· ἰδού καιρός εὐπρόσδεκτος, ἰδού καιρός μετανοίας· ἀποθώμεθα τά ἔργα τοῦ σκότους, καί ἐνδυσώμεθα τά ὅπλα τοῦ φωτός· ὅπως διαπλεύσαντες τό τῆς Νηστείας μέγα πέλαγος, εἰς τήν τριήμερον, ᾿Ανάστασιν καταντήσωμεν, τοῦ Κυρίου καί Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, τοῦ σώζοντος τάς ψυχάς ἡμῶν.

Στίχ.· Πρός σέ ἦρα τούς ὀφθαλμούς μου, τόν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ᾿Ιδού, ὡς ὀφθαλμοί δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοί παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοί ἡμῶν πρός Κύριον τόν Θεόν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Καί πάλιν τό αὐτό ᾿Ιδιόμελον.

Στίχ.· ᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπί πολύ ἐπλήσθημεν ἐξουδενώσεως· ἐπί πλεῖον ἐπλήσθη ἡ ψυχή ἡμῶν· τό ὄνειδος τοῖς εὐθηνοῦσι καί ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

῾Ο ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν ῾Αγίων σου Χριστέ ὁ Θεός, ὑπ’ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τό μέγα ἔλεος.

Δόξα, καί νῦν. Θεοτοκίον.

Τῶν ᾿Αγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι· τόν Θεόν γάρ Πάναγνε ἀπεκύησας, τόν σύν Πατρί καί τῷ Πνεύματι, ἀεί συνυπάρχοντα, καί ᾿Αγγέλων στρατιάς, ἐκ μή ὄντος βουλήματι, ὑποστήσαντα· ὅν ἱκέτευε σῶσαι καί φωτίσαι, τάς ψυχάς τῶν ὀρθοδόξως, σέ ἀνυμνούντων Πανάχραντε.

῾Ο ᾿Αρχιερεύς·
Νῦν ἀπολύεις τόν δοῦλόν σου, Δέσποτα, κατά τό ρῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τό σωτήριόν σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καί δόξαν λαοῦ σου ᾿Ισραήλ.

῾Ο ἀναγνώστης· 
῞Αγιος ὁ Θεός, ῞Αγιος ᾿Ισχυρός, ῞Αγιος ᾿Αθάνατος, ἐλέησον ἡμᾶς (Τρίς).

Δόξα Πατρί καί Υἱͺῷ καί ῾Αγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καί Υἱͺῷ καί ῾Αγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. ᾿Ελθέτω ἡ βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ρῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

῾Ο ῾Ιερεύς· 
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ῾Αγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Μετά τό Τρισάγιον, ψάλλομεν τά τροπάρια, ταῦτα, ποιοῦντες καί ἀνά μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλήν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

῏Ηχος πλ. α´.

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία· ὁ Κύριος μετά σοῦ· εὐλογημένη σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοί γάρ ἐδόθη χάρις πρεσβεύειν ὑπέρ ἡμῶν.

Δόξα.

῾Ικετεύσατε ὑπέρ ἡμῶν, ἅγιοι ᾿Απόστολοι, καί ῞Αγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καί θλίψεων· ὑμᾶς γάρ θερμούς προστάτας, πρός τόν Σωτῆρα κεκτήμεθα.

Καί νῦν. Θεοτοκίον.

῾Υπό τήν σήν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε· τάς ἡμῶν ἱκεσίας, μή παρίδῃς ἐν περιστάσει· ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ῾Αγνή, μόνη εὐλογημένη.

Τό «Κύριε ἐλέησον» μ´, πραείᾳ φωνῇ.

Δόξα Πατρί καί Υἱῷ καί ῾Αγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

᾿Εν ὀνόματι Κυρίου, Δέσποτα ῞Αγιε εὐλόγησον.

῾Ο ᾿Αρχιερεύς· 
῾Ο ὤν εὐλογητός Χριστός ὁ Θεός ἡμῶν πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

᾿Επουράνιε Βασιλεῦ, τούς πιστούς Βασιλεῖς ἡμῶν στερέωσον· τήν πίστιν στήριξον· τά ἔθνη πράυνον· τόν κόσμον εἰρήνευσον· τήν ῾Αγίαν ᾿Εκκλησίαν ταύτην καλῶς διαφύλαξον· τούς προαπελθόντας πατέρας καί ἀδελφούς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καί ἡμᾶς ἐν μετανοίᾳ καί ἐξομολογήσει παράλαβε, ὡς ἀγαθός καί φιλάνθρωπος.

᾿Επισυνάπτει καί τήν εὐχή τοῦ ῾Αγίου ᾿Εφραίμ.

Κύριε καί Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καί ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καί ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τά ἐμά πταίσματα, καί μή κατακρίνειν τόν ἀδελφόν μου· ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο ῾Ιερεύς ποιεῖ ᾿Απόλυσιν·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπίς ἡμῶν δόξα σοι.

῾Ο ᾿Αναγνώστης· Δόξα, Καί νῦν. Κύριε, ἐλέησον (γ´). Πάτερ ἅγιε εὐλόγησον.

῾Ο ῾Ιερεύς· 
Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ᾿Ασωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καί Βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων ᾿Αποστόλων· τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων· τῶν ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καί δικαίων Θεοπατόρων, ᾿Ιωακείμ καί ῎Αννης· (τοῦ ἁγίου τῆς ἡμέρας) καί πάντων τῶν ῾Αγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Πρό τοῦ “Δι’ εὐχῶν” ὁ Χορός ψάλλει τό Θεοτοκίον·

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις ᾿Αγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γάρ οὐκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν,οἱ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ ῾Υψίστου, ὅθεν σοι προσπίπτομεν. ῾Ρῦσαι πάσης περιστάσεως τούς δούλους σου.

῾Ο ῾Ιερεύς· Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν
Related Posts Plugin for WordPress, Blogger...