akolouthies.wordpress.com
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ´.
Θεὸς Κύριος, καὶ
ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ Ἁγίου. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος δ´.
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα. Κατεπλάγη Ἰωσήφ.
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ· συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι! καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσιν.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο, ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος δ´.
Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος δ´.
Ἀντίφωνον Α´.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β´.
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου· Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ´.
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον. Ψαλμὸς μγ´ (43).
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς)
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Ε´
Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ´ 12-35).
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ, καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον, λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τοῦ Μηναίου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ἦχος δ´. Ὁ Εἱρμός.
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Καὶ τοῦ Ἁγίου οὗτος. Ποίημα Θεοφάνους.
Ἦχος καὶ εἱρμὸς ὁ αὐτός.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πλουσίαις, μαρμαρυγαῖς τοῦ Πνεύματος, περιχεόμενος, τοὺς τὴν φωσφόρον ταύτην καὶ σεπτήν, ἑορτήν σου γεραίροντας, παθῶν ἀχλύος λύτρωσαι, καὶ πειρασμῶν Μάρτυς Προκόπιε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ κλῆσις, οὐκ ἀπ᾿ ἀνθρώπων γέγονεν, ἡ σὴ Προκόπιε, ἀλλ᾿ οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς ἐσαγήνευσε, παθῶν οἰκείων Μάρτυρα, παναληθῆ σε ἐργαζόμενος.
Δόξα.
Στρατείας, τῆς ἐπικήρου πάνσοφε, τὴν αἰωνίζουσαν, ὡς νουνεχὴς ἠλλάξω καὶ θνητοῦ, βασιλέως ἀθάνατον, καὶ βασιλείαν ἄφθορον, σοὶ παρεχόμενον Προκόπιε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν φύσει, Δημιουργὸν ἐκύησας, ἡμᾶς θεώσαντα, τῇ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς, Θεοτόκε πανύμνητε· ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος δ´. Ὁ Εἱρμός.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.
Καὶ τοῦ Ἁγίου. Ὁ αὐτός. Οὐκ ἐν σοφίᾳ.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σταυροῦ ἐν μέσῳ, παραδόξως Χριστός σοι ὀπτάνεται, ἐκδιδάσκων ἐμφανῶς, τὴν πρὸς ἡμᾶς συγκατάβασιν, καὶ σὲ πρὸς τὴν ἄθλησιν, προσεκκαλούμενος.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ναὸν καὶ στήλην, ἀνεγείρας σαυτὸν θείου Πνεύματος, ζήλου πνέων θεϊκοῦ, ναοὺς καὶ ἄψυχα ξόανα, δαιμόνων κατέαξας, Μάρτυς Προκόπιε.
Δόξα.
Συναπεβάλου, δερματίνους χιτῶνας τῷ ξέεσθαι· ἀφθαρσίας δὲ στολήν, περιεβάλου Προκόπιε, καὶ τὸν πολυμήχανον, Μάρτυς ἐγύμνωσας.
Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαί με πάσης, προσβολῆς ἐναντίας τοῦ ὄφεως, Μητροπάρθενε ἁγνή, καὶ τὴν καρδίαν μου φώτισον, πίστει σε δοξάζοντος, τὴν παναμώμητον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Μεσῴδιον Κάθισμα ἐκ τοῦ Μηναίου.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδὼς τῆς καρδίας σου· ὅθεν ἤθλησας, ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν αὐτοῦ πρὸς ἀνθρώπους, παμμάκαρ ἐπέλευσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος.
Ὁ Οἶκος.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος.
Συναξάριον.
Τῇ Η´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχ. Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
Λέγειν· Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω.
Ὀγδοάτῃ Προκοπίου ἀρηιθόου κράτα κέρσαν.
Ἡ Ἁγία Θεοδοσία, ἡ μήτηρ τοῦ ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Στίχ. Ἀθλομήτωρ οὖσα Θεοδοσία,
Ἔσπευσεν εἶναι κἀκξίφους ἀθληφόρος.
Αἱ Ἅγιαι Δώδεκα γυναῖκες αἱ Συγκλητικαί, ξίφει τελειοῦνται.
Στίχ. Δὶς ἓξ ἀνεῖλεν εὐκλεεῖς κόρας ξίφος,
Ἡγουμένας σκύβαλα τῆς γῆς τὰ κλέη.
Οἱ Ἅγιοι Μάρτυρες Ἀντίοχος, Νικόστρατος, Ἀβδᾶς καὶ Σάββας, ξίφει τελειοῦνται.
Στίχ. Ὁ Νικόστρατος τὴν τομὴν οἴσω λέγει
Ὡς Ἀντίοχος· μὴ γὰρ οὐ κἀμοὶ κάρα;
Ἅπαξ ἐμαυτὸν πρὸς τὸ πάσχειν θρασύνας,
Χαρὰν τὸ πάσχειν ἐκ ξίφους Ἀβδᾶς ἔχει.
Ὁ Ὅσιος Θεόφιλος, ὁ κατὰ τὸ Ἅγιον Ὄρος τοῦ Ἄθω ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Θεὸν φιλήσας Θεόφιλος γεννάδας,
Ἤδη σύνεστι τῷ φιλουμένῳ ἄνω.
Ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀναστάσιος, ὁ ἐξ Ἁγίου Βλασίου Ἡγουμενίτσης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ‚αψμγ´ (1743), ξίφει τελειοῦται.
Στίχ. Ἀναστασίῳ ἐπλάκη διπλοῦν στέφος,
Αἵμασι κοσμήσαντι ἱερωσύνην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προκοπίου τοῦ ἐφορκιστοῦ, τοῦ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης.
Στίχ. Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Ὁ Ὅσιος Προκόπιος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν Οὔσια Βόλογκτα ἀσκήσας, ἐν ἔτει ατγ´ (1303) τελειοῦται.
Στίχ. Σαλοῦ τὸν βίον Προκόπιος προκρίνας,
Σύνεστι Χριστῷ τῷ χορηγῷ σοφίας.
*
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τοῦ Ματθαίου, ἤτοι τρίτῃ μετὰ τῶν Ἁγίων Πάντων, μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν Χίῳ ἀθλήσει καὶ ἀσκήσει διαλαμψάτων Ἁγίων. Μαρτύρων μὲν δέκα καὶ ἕξ· Ἀνδρέου, Ἀργέντη, Ἰσιδώρου, Ἀγγελῆ, Ὀνουφρίου, Νικολάου, Νικήτα, Σταματίου, Ἰωάννου, Νικολάου, Μάρκου, Γεωργίου, Δημητρίου, Θεοφίλου, Μανουήλ, Μυρόπης καὶ Μαρκέλλης. Ὁσίων δὲ ἕξ· Μακαρίου Κορίνθου, Νικήτα, Ἰωάννου, Ἰωσήφ, Νικηφόρου καὶ Ματρώνης.
Στίχοι.
Εἰς τοὺς Μάρτυρας.
Χριστοῦ ἀθλητὰς ἡ Χίος γεραιρέτω,
ταύτης γὰρ φρουροὶ τυγχάνουσι καὶ δόξα.
Εἰς τοὺς Ὁσίους.
Κέκτηται ὑμᾶς ἡ Χίος μακαρίως,
Ὅσιοι Χριστοῦ, ἑξάφωτον λυχνίαν.
Αἰγλήεσσαν ὁμήγυριν θεοειδῆ Χίος τιμᾷ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θεοτόκου.
Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα.
ᾨδὴ γ´.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς´.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´.
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη· μεθ᾿ ὧν, Ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
Τὸ τοῦ Μηναίου. Φῶς ἀναλλοίωτον Λόγε.
Ἐξ οὐρανοῦ ὡς τῷ Παύλῳ, ἐγένετό σοι ἡ κλῆσις· ᾗ φερωνύμως προκόπτων, Προκόπιε τῷ Κυρίῳ, χοροὺς προσῆξας Μαρτύρων· μεθ᾿ ὧν πρεσβεύεις, ὑπὲρ τῶν σὲ εὐφημούντων.
Θεοτοκίον, ὅμοιον.
Σοῦ τὸ πολίτευμα Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς βασιλεῦσι τὸ νῖκος, κατὰ βαρβάρων παρέχων, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω, χριστιανοῖς προστασίαν.
* * *
ΑΙΝΟΙ
Ἦχος δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν ἀνάστασιν.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Καὶ τοῦ Ἁγίου Στιχηρὰ Ἰδιόμελα δ´.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος β´. Βυζαντίου.
Ὡς προκόπτων ἐν Θεῷ, πάντας πρέσβευε ἀθλοφόρε, προκόπτειν ἐν αὐτῷ, Μαρτύρων κλέος μέγιστε Προκόπιε, ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, καὶ τῷ τούτου θρόνῳ ἀεὶ παριστάμενος, ἐν θεαρέστοις ὁδοῖς, καὶ θείαις πράξεσιν, εὐαρεστοῦντας αὐτῷ, καὶ σὲ μακαρίζοντας.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος γ´. Γερμανοῦ.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων τὸ θεῖον χάρισμα ἐδέξω, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες. Μαρτύρων τὸ καύχημα, ἀθλοφόρε Προκόπιε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ.ζ´. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἦχος δ´. Κυπριανοῦ.
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Προκόπιε πολύαθλε· σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης, τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς· καὶ νῦν προσερείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου.
Στίχ.η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἦχος πλ. α´.
Ἡ Ἐκκλησία σήμερον, στολισαμένη τοῖς ἄθλοις σου, Μάρτυς τοῦ Χριστοῦ, εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ᾿ ἀξίαν εὐφήμως κραυγάζει γεραίρουσα· Χαίροις ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου. Χαίροις Μαρτύρων τὸ καύχημα, καὶ βασιλέων κραταίωμα, Προκόπιε πολύαθλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παῤῥησίαν ἔχων, ἀθλοφόρων ἐγκαλλώπισμα.
Δόξα. Ἑωθινὸν Ε´. Ἦχος πλ. α´.
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν ἀνάστασιν; Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ᾿ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν ἀνάστασιν· δι᾿ ἧς ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ Τυπικά, οἱ Μακαρισμοί,
καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Προκοπίου.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Ἀπόστολον Κυριακῆς Ε´ ἑβδ. (Ῥωμ. ι´ 1-10).
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος δ´. (Ψαλμὸς ργ´).
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι «ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς»· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;». Τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἢ «τίς καταβήσεται εἰς τὴν ἄβυσσον;». Τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου»· τοῦτ᾿ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Ἀλληλούϊα (γ´). Ἦχος δ´. (Ψαλμὸς μδ´).
Στίχ. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Ε´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (η´ 28-34, θ´ 1).
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
* * * * *
ΠΑΡΑΡΤΗΜΑ
Ἐναλλακτικὰ Στιχηρὰ Προσόμοια Αἴνων τοῦ Ἁγίου Προκοπίου ἐκ τῆς φυλλάδος. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὢ τοῦ παραδόξου θαύματος! ἐξ ἀγνωσίας βυθοῦ, ὥσπερ λίθον πολύτιμον, καὶ λαμπρὸν ἀδάμαντα, σαγηνεύσας ἀνείλκυσεν, ὸ φῶς ἐξάγων ἐκ σκότους Κύριος, τὸν φερωνύμως μέγαν Προκόπιον· ὢ τῆς ἀῤῥήτου σου προμηθείας Δέσποτα! Δι᾿ ἧς Χριστέ, σώζεις ὡς ἐπίστασαι, τοὺς προσιόντας σοι.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν τῇ τοῦ βίου νυκτί, ὸ θεόφρων Προκόπιος, διατρέχων εὔρατο, ὥσπερ ἥλιον ἄδυτον, ὃν ἐκδιώκειν Λόγον πεπείραται, ὑφ᾿ οὖ ηὐγάσθη καὶ φῶς γεγένηται· ὢ ἧς ἠξίωσαι, κλήσεως πανεύφημε! δι᾽ ἧς Χριστῷ καθωράθης σύμμορφος, ἀθλήσας ἄριστα.
Στίχ.ζ´. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Μάρτυς Ἀθλητὰ Προκόπιε, τὴν πανοπλίαν Χριστοῦ, ἱερῶς ἐνδυσάμενος, ἰσχυρῶς ἐχώρησας, πρὸς ἀγῶνας καὶ σκάμματα, καὶ ἀριστεύσας καθάπερ ᾶσαρκος, τῶν ἀσωμάτων ὤφθης συνόμιλος· μεθ᾿ ὦν τὴν ἄφραστον, χαρμονὴν κληρούμενος, ἁμαρτιῶν, ζόφου ἐλευθέρωσον, τοὺς προσιόντας σοι.
Στίχ.η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυς Ἀθλητὰ Προκόπιε, προκόπτων ὤφθης ἀεί, τοῖς σεπτοῖς κατορθὼμασιν, εὐσεβείας ἔρωτι, καὶ μυχῆς γενναιότητι· ὄθεν εἰς μέτρον ἔφθασας ἔνθεον, τῆς ἡλικίας τῆς ἄνω λήξεως, ἧς τῆς φαιδρότητος, ἀπολαύων ἄληκτα ὑπὲρ ήμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε.