Τρίτη 21 Αυγούστου 2012

Κατευόδωση αθλητών ΠαραΟλυμπιακών

Σήμερα στις 12 το μεσημέρι στο Ξενοδοχείο Intercondinental έγινε η τελετή εκκινήσεως των 61 νεαρών αθλητών, οι οποίοι θα εκπροσωπήσουν την Ελλάδα στους ΠαραΟλυμπιακούς
του Λονδίνου μεθαύριο.
Εκ μέρους του Μακαριωτάτου τον Αγιασμό ετέλεσεν ο Θεοφιλέστατος Επίσκοπος Θαυμακού κ.κ.Ιάκωβος, στο τέλος του οποίου ανέγνωσε και ειδικήν Ευχήν προς ενίσχυσιν των αξιεπαίνων αθλητών.
Παρόντες ήσαν και ο Πρέσβυς της Βρετανίας, ο οποίος και αυτός προσεφώνησε τους αθλητάς, μάλιστα στην ελληνική γλώσσα,
καθώς και ο Υπουργός Αθλητισμού κ.Ιωαννίδης, ο οποίος ιδιαιτέρως ανεφέρθη στην εορτή της Παναγίας και στην ευχή και σκέπη της οποίας στηρίζονται τα νεαρά ελληνόπουλα, που πηγαίνουν να αγωνισθούν.
Παραθέτουμε και την Ευχή, την οποίαν ειδικώς συνέθεσεν η γνωστή Υμνογράφος της Εκκλησίας Ισιδώρα Καθηγουμένη Αγ.Ιεροθέου Μεγάρων.



Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ οἰκτίρμων καὶ ἐλεήμων καὶ φιλάνθρωπος, ὁ ἐν ἐλέει ἀμέτρητος, καὶ ἐν ἰσχύει δυνάμεως κραταιὸς καὶ ἀνίκητος, ὁ τοῖς δούλοις σου τοῖς πιστῶς ἐπικαλουμένοις Σε βοηθῶν ἑκάστοτε καὶ ταῖς ἀνάγκαις ἑκάστου συμπαθῶς παριστάμενος, καὶ τοῖς ἀγαθοῖς σκοποῖς καὶ ἔργοις ἡμῶν συμπράττων καὶ ἐνεργῶν ἀεὶ τὰ καλῶς συμφέροντα, ὁ ἐπακούων τὰς φωνὰς τῶν ἐπικαλουμένων σε καὶ τὰς δεήσεις ἐκπληρῶν τῶν πεποιθότων ἀδιστάκτως ἐπὶ σοὶ τῷ σωτῆρι τῶν ψυχῶν ἡμῶν, ὁ ἐπαινόμενος ἡμῖν τοὺς καλοὺς ἀναλαβεῖν ἀγῶνας καὶ εὐλογῶν τοὺς τιμίους κόπους τῶν δούλων σου, ὁ παραγγέλλων ἡμῖν μὴ ὀκνεῖν, μηδὲ ῥᾳθυμεῖν, μηδὲ ἀμελῶς διάγειν τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἀλλ᾿ ἐν καλοῖς ἔργοις φιλοπόνως ἐπιδίδοσθαι πάντοτε καὶ δηλοῖν τῆς νίκης τοὺς στεφάνους καὶ τὰ βραβεῖα τῆς ἐπαινετῆς ἐπιτυχίας, ὁ εἰπὼν «βιάζετε ἑαυτούς, ὅτι τῶν βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», αὐτὸς καὶ νῦν, βασιλεῦ οὐράνιε καὶ πάσης κτίσεως κυβερνῆτα καὶ προνοητά, ἔπιδε ἐπὶ τοὺς δούλους σου τούτους, τοὺς προθύμως εἰσερχομένους εἰς τὸ στάδιον τῶν καλῶν ἀγώνων καὶ μετὰ πολλῆς σπουδῆς ἑτοιμαζομένους εἰς τὸ ἀθλῆσαι ἐν αὐτῷ καὶ τελειῶσαι τὸν δρόμον τῆς ἐπικειμένης ἀθλητικῆς δοκιμασίας. Εὐμενῶς παράστηθι Κύριε τοῖς σοῖς δούλοις, τοῖς θέλουσι τὸν καιρὸν αὐτὸν ἐν ἀγωνίσμασι δαπανᾶν εὐαρέστοις καὶ κόπους καταβάλλουσι περισσοτέρους ἐν αὐτοῖς καὶ ὑπερμέτρους, ὅτι συνέχονται πολλαῖς καὶ δειναῖς παραπληγικαῖς ἀσθενείαις καὶ ὑστερήμασιν ὀδυνηροῖς διάκεινται, ἀλλ᾿ ὁ ζῆλος αὐτῶν, ὁ καλὸς καὶ ἁγνὸς καὶ ἀξιέπαινος, ὑπερβαίνει τὰς δυσκολίας τῶν νόσων καὶ τῶν ἀσθενειῶν αὐτῶν καὶ ἀναπληροῖ τὰ ὑστερήματα τῆς σωματικῆς ἀναπηρίας καὶ κακώσεως. Καὶ οὕτω πρὸς τὴν ἐπικειμένην ἄθλησιν παρακινεῖ αὐτοὺς καὶ πρὸς ἀγαθὸν σκοπὸν τῶν καλῶν κατορθωμάτων ἐνισχύει καὶ ἐνδυναμοῖ αὐτούς, ὅτι ὁ ἄνθρωπος ὡς πλάσμα τῶν χειρῶν Σου καὶ ὡς τὸ τελειότατον ἔργον τῆς πανσόφου δημιουργίας σου, σπουδάζει πάντοτε ἔργα ποιεῖν ἄξια τῆς κλήσεώς σου καὶ δημιουργήματα προσφέρειν Σοι ἐκ τῶν χειρῶν αὐτοῦ ἁρμοδίως κατάλληλα, διὸ καὶ νῦν εὐλόγησον τοὺς ἀγωνιστὰς τούτους εἰς τὸ τελειῶσαι τοὺς ἀγῶνας ἐπιτυχῶς εἰς δόξαν τοῦ ὀνόματός σου τοῦ Ἁγίου καὶ εἰπὲ αὐτοῖς ὡς Παύλῳ τῷ ἀποστόλῳ σου : «ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Ἐνίσχυσον αὐτούς, ἐνδυνάμωσον αὐτούς, κράτυνον αὐτοὺς τῇ ἰσχύι τῆς χειρός σου τῆς δεξιᾶς καὶ παντοδυνάμου. Βράβευσον αὐτῶν τὴν πρόθεσιν, στεφάνωσον αὐτῶν τὴν προθυμίαν, σκέπασον αὐτοὺς καὶ στερέωσον εἰς τὴν πρὸς Σὲ πεποίθησιν καὶ νικητὰς τούτους ἀνάδειξον ἐν πᾶσι. Φύλακα ἄγγελον παράσχου τούτοις, Κύριε, ἐν τοῖς ἐπικειμένοις ἀγωνίσμασιν, ἵνα καλῶς τελειώσωσι τὸν σκοπὸν τῆς ἀθλητικῆς εὐδρομίας. Καὶ ἐν κατορθώμασιν ἀριστεύσαντες πολλοῖς ἐν τῷ σταδίῳ τούτῳ τῷ ἐπιγείῳ, στεφανίται ὡσαύτως εὑρεθῶσι καὶ ἐν τῇ ἐπουρανίῳ σου βασιλείᾳ καὶ οὕτω σὺν πᾶσι τοῖς ἁγίοις σου δοξολογῶσί σε, τὸν ἀθλοθέτην καὶ Θεὸν ἡμῶν, ᾧ πρέπει δόξα τε καὶ προσκύνησις, τιμὴ καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Related Posts Plugin for WordPress, Blogger...