Σάββατο 1 Σεπτεμβρίου 2012

Ο Όρθρος της Κυριακής 2 Σεπτεμβρίου - ΙΓ´ Ματθαίου

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον,
Συ­να­πτὴ με­γά­λη, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα...
Ἦ­χος δ´.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. β´. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.
Θε­ὸς Κύ­ρι­ος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος δ´.

Τὸ φαι­δρὸν τῆς ἀ­να­στά­σε­ως κή­ρυγ­μα, ἐκ τοῦ Ἀγ­γέ­λου μα­θοῦ­σαι αἱ τοῦ Κυ­ρί­ου μα­θή­τρι­αι, καὶ τὴν προ­γο­νι­κὴν ἀ­πό­φα­σιν ἀ­πορ­ρί­ψα­σαι, τοῖς Ἀ­πο­στό­λοις καυ­χώ­με­ναι ἔ­λε­γον· Ἐ­σκύ­λευ­ται ὁ θά­να­τος, ἠ­γέρ­θη Χρι­στὸς ὁ Θε­ός, δω­ρού­με­νος τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Δό­ξα. Τοῦ Μάρτυρος.
Ἦ­χος δ´. Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Ὁ Μάρ­τυς σου Κύ­ρι­ε, ἐν τῇ ἀ­θλή­σει αὐ­τοῦ, τὸ στέ­φος ἐ­κο­μί­σα­το τῆς ἀ­φθαρ­σί­ας, ἐκ σοῦ τοῦ Θε­οῦ ἡ­μῶν· ἔ­χων γὰρ τὴν ἰ­σχύν σου, τοὺς τυ­ράν­νους κα­θεῖ­λεν· ἔ­θραυ­σε καὶ δαι­μό­νων τὰ ἀ­νί­σχυ­ρα θρά­ση. Αὐ­τοῦ ταῖς ἱ­κε­σί­αις Χρι­στὲ ὁ Θε­ός, σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν.
Ἢ τὸ ἑ­ξῆς· Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Ὡς ἔν­θε­ον βλά­στη­μα, θε­ο­ει­δῶν Ἀ­θλη­τῶν, ἀ­γῶ­σιν ἀ­θλή­σε­ως, ἀν­δρα­γα­θεῖς ἱ­ε­ρῶς, ἰ­σχύ­ϊ τῆς πί­στε­ως· ἄ­θλοις γὰρ ὑ­πὲρ φύ­σιν, καὶ ἐν θαύ­μα­σι πλεί­στοις, Μά­μα με­γα­λο­μάρ­τυς, τὸν Σω­τῆ­ρα δο­ξά­ζεις. ᾯ πρέ­σβευ­ε δε­ό­με­θα, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὸ ἀπ᾿ αἰ­ῶ­νος ἀ­πό­κρυ­φον, καὶ Ἀγ­γέ­λοις ἄ­γνω­στον μυ­στή­ρι­ον, δι­ὰ σοῦ Θε­ο­τό­κε τοῖς ἐ­πὶ γῆς πε­φα­νέ­ρω­ται, Θε­ὸς ἐν ἀ­συγ­χύ­τῳ ἑ­νώ­σει σαρ­κού­με­νος, καὶ Σταυ­ρὸν ἑ­κου­σί­ως ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος· δι᾿ οὗ ἀ­να­στή­σας τὸν πρω­τό­πλα­στον, ἔ­σω­σεν ἐκ θα­νά­του τὰς ψυ­χὰς ἡ­μῶν.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]
Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἀ­να­στά­σι­μον. Ἦ­χος δ´.

Ἀ­να­βλέ­ψα­σαι τοῦ τά­φου τὴν εἴ­σο­δον, καὶ τὴν φλό­γα τοῦ Ἀγ­γέ­λου μὴ φέ­ρου­σαι, αἱ Μυ­ρο­φό­ροι σὺν τρό­μῳ ἐ­ξί­σταν­το λέ­γου­σαι· Ἆ­ρα ἐ­κλά­πη, ὁ τῷ λῃ­στῇ ἀ­νοί­ξας Πα­ρά­δει­σον; ἆ­ρα ἠ­γέρ­θη, ὁ καὶ πρὸ πά­θους κη­ρύ­ξας τὴν ἔ­γερ­σιν; Ἀ­λη­θῶς ἀ­νέ­στη Χρι­στὸς ὁ Θε­ός, τοῖς ἐν ᾅ­δῃ πα­ρέ­χων ζω­ὴν καὶ ἀ­νά­στα­σιν.
Δό­ξα. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.

Ἑ­κου­σί­ᾳ σου βου­λῇ, Σταυ­ρὸν ὑ­πέ­μει­νας Σω­τήρ, καὶ ἐν μνή­μα­τι και­νῷ, ἄν­θρω­ποι ἔ­θεν­το θνη­τοί, τὸν δι­ὰ λό­γου τὰ πέ­ρα­τα συ­στη­σά­με­νον· ὅ­θεν δε­σμευ­θεὶς ὁ ἀλ­λό­τρι­ος, θά­να­τος δει­νῶς ἐ­σκυ­λεύ­ε­το, καὶ οἱ ἐν ᾅ­δῃ ἅ­παν­τες ἐ­κραύ­γα­ζον, τῇ ζω­η­φό­ρῳ ἐ­γέρ­σει σου· Χρι­στὸς ἀ­νέ­στη, ὁ ζω­ο­δό­της, μέ­νων εἰς τοὺς αἰ­ῶ­νας.
Καὶ νῦν. Θε­ο­το­κί­ον. Αὐ­τό­με­λον.

Κα­τε­πλά­γη Ἰ­ω­σήφ, τὸ ὑ­πὲρ φύ­σιν θε­ω­ρῶν, καὶ ἐ­λάμ­βα­νεν εἰς νοῦν, τὸν ἐ­πὶ πό­κον ὑ­ε­τόν, ἐν τῇ ἀ­σπό­ρῳ συλ­λή­ψει σου Θε­ο­τό­κε, βά­τον ἐν πυ­ρὶ ἀ­κα­τά­φλε­κτον, ῥά­βδον Ἀ­α­ρὼν τὴν βλα­στή­σα­σαν· καὶ μαρ­τυ­ρῶν ὁ μνή­στωρ σου καὶ φύ­λαξ, τοῖς ἱ­ε­ρεῦ­σιν ἐ­κραύ­γα­ζε· Παρ­θέ­νος τί­κτει, καὶ με­τὰ τό­κον, πά­λιν μέ­νει παρ­θέ­νος.
Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Ἀ­νέ­στης ὡς ἀ­θά­να­τος, ἀ­πὸ τοῦ ᾅ­δου Σω­τήρ· συ­νή­γει­ρας τὸν κό­σμον σου, τῇ ἀ­να­στά­σει τῇ σῇ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν· ἔ­θραυ­σας ἐν ἰ­σχύ­ϊ, τοῦ θα­νά­του τὸ κρά­τος· ἔ­δει­ξας Ἐ­λε­ῆ­μον, τὴν ἀ­νά­στα­σιν πᾶ­σι· δι­ό σε καὶ δο­ξά­ζο­μεν, μό­νε Φι­λάν­θρω­πε.
Δό­ξα. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.

Ἐκ τῶν ἄ­νω κα­τελ­θών, τῶν ὑ­ψω­μά­των Γα­βρι­ήλ, καὶ τῇ πέ­τρᾳ προ­σελ­θών, ἔν­θα ἡ πέ­τρα τῆς ζω­ῆς, λευ­χει­μο­νῶν ἀ­νε­κραύ­γα­ζε ταῖς κλαι­ού­σαις· Παύ­σα­σθε ὑ­μεῖς, τῆς θρη­νώ­δους κραυ­γῆς, ἔ­χου­σαι ἀ­εὶ τὸ εὐ­συμ­πά­θη­τον· ὃν γὰρ ζη­τεῖ­τε κλαί­ου­σαι, θαρ­σεῖ­τε, ὡς ἀ­λη­θῶς ἐ­ξε­γή­γερ­ται· δι­ὸ βο­ᾶ­τε, τοῖς Ἀ­πο­στό­λοις, ὅ­τι ἀ­νέ­στη ὁ Κύ­ρι­ος.
Καὶ νῦν. Θε­ο­το­κί­ον, ὅ­μοι­ον.

Κα­τε­πλά­γη­σαν Ἁ­γνή, πάν­τες Ἀγ­γέ­λων οἱ χο­ροί, τὸ μυ­στή­ρι­ον τῆς σῆς, κυ­ο­φο­ρί­ας τὸ φρι­κτόν· πῶς ὁ τὰ πάν­τα συ­νέ­χων νεύ­μα­τι μό­νῳ, ἀγ­κά­λαις ὡς βρο­τός, ταῖς σαῖς συ­νέ­χε­ται, καὶ δέ­χε­ται ἀρ­χὴν ὁ προ­αι­ώ­νι­ος, καὶ γα­λου­χεῖ­ται σύμ­πα­σαν ὁ τρέ­φων, πνο­ὴν ἀ­φά­τῳ χρη­στό­τη­τι! καὶ σὲ ὡς ὄν­τως, Θε­οῦ Μη­τέ­ρα, εὐ­φη­μοῦν­τες δο­ξά­ζου­σιν.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]
Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το, ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος δ´.

Τὰ τῆς σῆς πα­ρα­δό­ξου ἐ­γέρ­σε­ως, προ­δρα­μοῦ­σαι αἱ Μυ­ρο­φό­ροι, τοῖς Ἀ­πο­στό­λοις ἐ­κή­ρυτ­τον Χρι­στέ, ὅ­τι ἀ­νέ­στης ὡς Θε­ός, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος δ´.
Ἀν­τί­φω­νον Α´.

Ἐκ νε­ό­τη­τός μου πολ­λὰ πο­λε­μεῖ με πά­θη· ἀλλ᾿ αὐ­τὸς ἀν­τι­λα­βοῦ, καὶ σῶ­σον Σω­τήρ μου.

Οἱ μι­σοῦν­τες Σι­ών, αἰ­σχύν­θη­τε ἀ­πὸ τοῦ Κυ­ρί­ου· ὡς χόρ­τος γάρ, πυ­ρὶ ἔ­σε­σθε ἀ­πε­ξη­ρα­μέ­νοι.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι πᾶ­σα ψυ­χὴ ζω­οῦ­ται, καὶ κα­θάρ­σει ὑ­ψοῦ­ται, λαμ­πρύ­νε­ται, τῇ τρι­α­δι­κῇ μο­νά­δι ἱ­ε­ρο­κρυ­φί­ως.
Ἀν­τί­φω­νον Β´.

Ἐ­κέ­κρα­ξά σοι Κύ­ρι­ε, θερ­μῶς ἐκ βά­θους ψυ­χῆς μου· Κἀ­μοὶ γε­νέ­σθω, πρὸς ὑ­πα­κο­ὴν τὰ θεῖ­ά σου ὦ­τα.

Ἐ­πὶ τὸν Κύ­ρι­ον ἐλ­πί­δα πᾶς τις κε­κτη­μέ­νος, ὑ­ψη­λό­τε­ρός ἐ­στι, πάν­των τῶν λυ­πούν­των.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἀ­να­βλύ­ζει τὰ τῆς χά­ρι­τος ῥεῖ­θρα, ἀρ­δεύ­ον­τα, ἅ­πα­σαν τὴν κτί­σιν πρὸς ζω­ο­γο­νί­αν.
Ἀν­τί­φω­νον Γ´.

Ἡ καρ­δί­α μου πρὸς σὲ Λό­γε ὑ­ψω­θή­τω, καὶ οὐ­δὲν θέλ­ξει με, τῶν τοῦ κό­σμου τερ­πνῶν πρὸς χα­μαι­ζη­λί­αν.

Ἐ­πὶ τὴν μη­τέ­ρα αὐ­τοῦ, ὡς ἔ­χει τις στορ­γήν, ἐ­πὶ τῷ Κυ­ρί­ῳ, θερ­μό­τε­ρον φίλ­τρον χρε­ω­στοῦ­μεν.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, θε­ο­γνω­σί­ας πλοῦ­τος, θε­ω­ρί­ας καὶ σο­φί­ας· πάν­τα γὰρ ἐν τού­τῳ, τὰ πα­τρῷ­α δόγ­μα­τα, ὁ Λό­γος ἐκ­κα­λύ­πτει.
Προ­κεί­με­νον. Ψαλ­μὸς μγ´ (43).

Ἀ­νά­στα Κύ­ρι­ε, βο­ή­θη­σον ἡ­μῖν, καὶ λύ­τρω­σαι ἡ­μᾶς, ἕ­νε­κεν τῆς δό­ξης τοῦ ὀ­νό­μα­τός σου. (δίς)

Στίχ. Ὁ Θε­ός, ἐν τοῖς ὠ­σὶν ἡ­μῶν ἠ­κού­σα­μεν, καὶ οἱ πα­τέ­ρες ἡ­μῶν ἀ­νήγ­γει­λαν ἡ­μῖν ἔρ­γον, ὃ εἰρ­γά­σω ἐν ταῖς ἡ­μέ­ραις αὐ­τῶν, ἐν ἡ­μέ­ραις ἀρ­χαί­αις.

Ἀ­νά­στα Κύ­ρι­ε, βο­ή­θη­σον ἡ­μῖν...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...

Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Καὶ τῷ Πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει
τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.
Ἑ­ωθινὸν Β´
Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (ιστ´ 1-8).

Δι­α­γε­νο­μέ­νου τοῦ σαβ­βά­του, Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ Μα­ρί­α ἡ τοῦ Ἰ­α­κώ­βου καὶ Σα­λώ­μη ἠ­γό­ρα­σαν ἀ­ρώ­μα­τα ἵ­να ἐλ­θοῦ­σαι ἀ­λεί­ψω­σιν τὸν Ἰ­η­σοῦν. Καὶ λί­αν πρω­ὶ τῆς μι­ᾶς σαβ­βά­των ἔρ­χον­ται ἐ­πὶ τὸ μνη­μεῖ­ον, ἀ­να­τεί­λαν­τος τοῦ ἡ­λί­ου. Καὶ ἔ­λε­γον πρὸς ἑ­αυ­τάς· Τίς ἀ­πο­κυ­λί­σει ἡ­μῖν τὸν λί­θον ἐκ τῆς θύ­ρας τοῦ μνη­μεί­ου; Καὶ ἀ­να­βλέ­ψα­σαι θε­ω­ροῦ­σιν ὅ­τι ἀ­πο­κε­κύ­λι­σται ὁ λί­θος· ἦν γὰρ μέ­γας σφό­δρα. Καὶ εἰ­σελ­θοῦ­σαι εἰς τὸ μνη­μεῖ­ον εἶ­δον νε­α­νί­σκον κα­θή­με­νον ἐν τοῖς δε­ξι­οῖς, πε­ρι­βε­βλη­μέ­νον στο­λὴν λευ­κήν, καὶ ἐ­ξε­θαμ­βή­θη­σαν. Ὁ δὲ λέ­γει αὐ­ταῖς· Μὴ ἐκ­θαμ­βεῖ­σθε· Ἰ­η­σοῦν ζη­τεῖ­τε τὸν Να­ζα­ρη­νὸν τὸν ἐ­σταυ­ρω­μέ­νον· Ἠ­γέρ­θη, οὐκ ἔ­στιν ὧ­δε· ἴ­δε ὁ τό­πος ὅ­που ἔ­θη­καν αὐ­τόν. Ἀλλ᾿ ὑ­πά­γε­τε εἴ­πα­τε τοῖς μα­θη­ταῖς αὐ­τοῦ καὶ τῷ Πέ­τρῳ ὅ­τι προ­ά­γει ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν· ἐ­κεῖ αὐ­τὸν ὄ­ψε­σθε, κα­θὼς εἶ­πεν ὑ­μῖν. Καὶ ἐ­ξελ­θοῦ­σαι τα­χὺ ἔ­φυ­γον ἀ­πὸ τοῦ μνη­μεί­ου· εἶ­χε δὲ αὐ­τὰς τρό­μος καὶ ἔκ­στα­σις, καὶ οὐ­δε­νὶ οὐ­δὲν εἶ­πον· ἐ­φο­βοῦν­το γάρ.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.

Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.
Ἦ­χος β´.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.

Δό­ξα.

Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ νῦν.

Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἀ­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´). Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀ­να­στά­σι­μος καὶ οἱ δύ­ο τοῦ Μη­ναί­ου.
ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.
Ποί­η­μα Ἰ­ω­άν­νου τοῦ Δα­μα­σκη­νοῦ.
Ἦ­χος δ´. Ὁ Εἱρ­μός.

Θα­λάσ­σης τὸ ἐ­ρυ­θραῖ­ον πέ­λα­γος, ἀ­βρό­χοις ἴ­χνε­σιν, ὁ πα­λαι­ὸς πε­ζεύ­σας Ἰσ­ρα­ήλ, σταυ­ρο­τύ­ποις Μω­σέ­ως χερ­σί, τοῦ Ἀ­μα­λὴκ τὴν δύ­να­μιν, ἐν τῇ ἐ­ρή­μῳ ἐ­τρο­πώ­σα­το.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ὑ­ψώ­θης τὴν ἡ­με­τέ­ραν ἔκ­πτω­σιν, ἐ­πα­νορ­θού­με­νος, ἐν τῷ ἀ­χράν­τῳ ξύ­λῳ τοῦ Σταυ­ροῦ, τὴν ἐν ξύ­λῳ ἰ­ώ­με­νος, πα­νω­λε­θρί­αν Δέ­σπο­τα, ὡς ἀ­γα­θὸς καὶ παν­το­δύ­να­μος.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ἐν τά­φῳ σω­μα­τι­κῶς, ἐν ᾅ­δῃ δὲ με­τὰ ψυ­χῆς ὡς Θε­ός· ἐν Πα­ρα­δεί­σῳ δὲ με­τὰ λῃ­στοῦ, καὶ ἐν θρό­νῳ ὑ­πῆρ­χες Χρι­στέ, με­τὰ Πα­τρὸς καὶ Πνεύ­μα­τος, πάν­τα πλη­ρῶν ὁ ἀ­πε­ρί­γρα­πτος.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Ἀ­σπό­ρως τῷ τοῦ Πα­τρὸς βου­λή­μα­τι, ἐκ θεί­ου Πνεύ­μα­τος, τὸν τοῦ Θε­οῦ συ­νεί­λη­φας Υἱ­όν, καὶ σαρ­κὶ ἀ­πε­κύ­η­σας, τὸν ἐκ Πα­τρὸς ἀ­μή­το­ρα, καὶ δι᾿ ἡ­μᾶς ἐκ σοῦ ἀ­πά­το­ρα.
Ὁ Κα­νὼν τοῦ Μάρ­τυ­ρος. Ποί­η­μα Θε­ο­φά­νους.
Ἦ­χος πλ. δ´. Ἁρ­μα­τη­λά­την Φα­ρα­ώ.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τοὺς οὐ­ρα­νοὺς πε­ρι­πο­λῶν ὡς ἄ­ρι­στος, Μάρ­τυς γε­νό­με­νος, καὶ τρι­φεγ­γοῦς αἴ­γλης, ἔν­δο­ξε πλη­ρού­με­νος, τοὺς ἐ­πὶ γῆς τι­μῶν­τάς σου, τὴν σε­πτὴν καὶ φω­σφό­ρον, ἡ­μέ­ραν τῆς τε­λει­ώ­σε­ως, θεί­ου φω­τι­σμοῦ κα­τα­ξί­ω­σον.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τὸ εὐ­γε­νὲς καὶ κα­τὰ πάν­τα τέ­λει­ον, τῆς δι­α­νοί­ας σου, ὁ προ­ει­δὼς Λό­γος, Μά­μα ἐκ σπαρ­γά­νων σε, συ­νέ­σε­ως ἐ­πλή­ρω­σε, καὶ κα­λῶν ταῖς ἰ­δέ­αις, πο­λυ­ει­δῶς κα­τε­κό­σμη­σε, Μάρ­τυς ἀ­θλο­φό­ρε πα­νεύ­φη­με.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Οἱ σοὶ γε­νέ­ται ἀ­μω­μή­του πί­στε­ως, προ­κιν­δυ­νεύ­ον­τες, ἐν δι­ωγ­μῷ πλά­νης, καὶ ἐγ­κα­θειρ­γνύ­με­νοι, ἔν­θα καὶ τε­λευ­τή­σαν­τες, ὑ­πὲρ τοῦ θεί­ου πό­θου, βλα­στά­νου­σι σὲ τὸν λύ­σαν­τα, τῆς πο­λυ­θε­ΐ­ας τὸν σύν­δε­σμον.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Δε­δο­ξα­σμέ­να πε­ρὶ σοῦ λε­λά­λην­ται, ἐν γε­νε­αῖς γε­νε­ῶν, ἡ τὸν Θε­ὸν Λό­γον, ἐν γα­στρὶ χω­ρή­σα­σα, ἁ­γνὴ δὲ δι­α­μεί­να­σα, Θε­ο­τό­κε Μα­ρί­α· δι­ό σε πάν­τες γε­ραί­ρο­μεν, τὴν με­τὰ Θε­ὸν προ­στα­σί­αν ἡ­μῶν.
Κα­νὼν τοῦ Ὁ­σί­ου. Ποί­η­μα Γερ­μα­νοῦ.
Ἦ­χος ὁ αὐ­τός. Τῷ ἐ­κτι­νά­ξαν­τι.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τῷ ἀ­να­τεί­λαν­τι ἐν τῷ κό­σμῳ, τὸν Ἱ­ε­ράρ­χην τὸν σο­φόν, τοῖς τῆς εὐ­σε­βεί­ας δι­α­λάμ­πον­τα δόγ­μα­σιν, ᾄ­σω­μεν τῷ Χρι­στῷ, ὅ­τι δε­δό­ξα­σται εἰς τοὺς αἰ­ῶ­νας.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Τὸν δι­α­λάμ­ψαν­τα ἐν τῷ κό­σμῳ, τῆς εὐ­σε­βεί­ας τῷ φω­τί, καὶ τῆς ἀ­σε­βεί­ας τὴν ἀ­χλὺν ἐκ­δι­ώ­ξαν­τα, τι­μή­σω­μεν οἱ πι­στοί, ὡς ἱ­ε­ράρ­χην τὸν μέ­γαν Ἰ­ω­άν­νην.
Δό­ξα.

Ὡς πα­ρι­στά­με­νος σὺν Ἀγ­γέ­λοις, τῷ ἀ­προ­σί­τῳ Βα­σι­λεῖ, τοῖς ἐ­πι­με­λοῦ­σί σου τὴν μνή­μην ἱ­κέ­τευ­ε, δο­θῆ­ναι τὸν ἱ­λα­σμόν, ἱ­ε­ρο­κῆ­ρυξ παμ­μά­καρ Ἰ­ω­άν­νη.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὡς συλ­λα­βοῦ­σα τὸν πρὸ αἰ­ώ­νων, ἄ­ναρ­χον Λό­γον τοῦ Πα­τρός, καὶ σαρ­κὶ τε­κοῦ­σα ὑ­πὲρ λό­γον Πα­νύ­μνη­τε, ἱ­κέ­τευ­ε ἐ­κτε­νῶς, τοῦ λυ­τρω­θῆ­ναι ἡ­μᾶς ἐκ τῶν κιν­δύ­νων.
ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.
Ἦ­χος δ´. Ὁ Εἱρ­μός.

Εὐ­φραί­νε­ται ἐ­πὶ σοί, ἡ Ἐκ­κλη­σί­α σου Χρι­στὲ κρά­ζου­σα· Σύ μου ἰ­σχὺς Κύ­ρι­ε, καὶ κα­τα­φυ­γὴ καὶ στε­ρέ­ω­μα.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Τὸ ξύ­λον τὸ τῆς ζω­ῆς, ἡ νο­η­τὴ καὶ ἀ­λη­θὴς Ἄμ­πε­λος, ἐ­πὶ Σταυ­ροῦ κρέ­μα­ται, πᾶ­σιν ἀμ­βρο­σί­αν πη­γά­ζου­σα.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ὡς μέ­γας ὡς φο­βε­ρός, ὡς τοῦ ᾅ­δου κα­θε­λὼν φρύ­αγ­μα, καὶ ὡς Θε­ὸς ἄ­φθαρ­τος, νῦν σω­μα­τι­κῶς ἐ­ξε­γή­γερ­ται.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Σὺ μό­νη τοῖς ἐ­πὶ γῆς, τῶν ὑ­πὲρ φύ­σιν ἀ­γα­θῶν πρό­ξε­νος, Μή­τηρ Θε­οῦ γέ­γο­νας· ὅ­θεν σοι τὸ Χαῖ­ρε προ­σά­γο­μεν.
Τοῦ Μάρ­τυ­ρος.
Ἦ­χος πλ. δ´. Οὐ­ρα­νί­ας ἁ­ψῖ­δος.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Φω­ταυ­γῆ ὡς ἀ­στέ­ρα, τὸν ἀ­θλη­τὴν Μά­μαν­τα, ἔ­θε­το Χρι­στὸς ἐν τῷ ὕ­ψει, τῆς Ἐκ­κλη­σί­ας αὑ­τοῦ, ἄ­θλων λαμ­πρό­τη­σι, καὶ πα­ρα­δό­ξων θαυ­μά­των, πᾶ­σαν τὴν ὑ­φή­λι­ον κα­τα­λαμ­πρύ­νον­τα.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ἀ­νελ­θὼν ἐν τῷ ὄ­ρει, τῆς ἀ­λη­θοῦς γνώ­σε­ως, καὶ κα­τα­στρα­φθεὶς θε­ω­ρί­αις, νοῦ κα­θα­ρό­τη­τι, φύ­σιν τὴν ἄ­λο­γον, πρὸς λο­γι­κὴν ὑ­μνῳ­δί­αν, θε­ϊ­καῖς προ­στά­ξε­σι Μάρ­τυς δι­ή­γει­ρας.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Νε­α­νί­ας ὡ­ραῖ­ος, πε­ρι­καλ­λὴς πέ­φη­νας· ὅ­θεν τοῖς ἀ­νό­μως ζη­τοῦ­σι, τοῦ συλ­λα­βέ­σθαι σε, ὤ­φθης ἀ­πρό­σι­τος, ἐ­θε­λον­τὶ πρὸς τὸ πά­θος, ὡς ὁ πάν­των Κύ­ρι­ος πα­ρα­γε­νό­με­νος.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Οὐ­ρα­νὸν ὁ τα­νύ­σας, καὶ τὸν τῆς γῆς Ἄ­χραν­τε, γῦ­ρον ὁ κα­τέ­χων ἁ­πά­σης, φύ­σει Θε­ό­τη­τος, ἐν ταῖς ἀγ­κά­λαις σου, σω­μα­τι­κῶς κα­τε­σχέ­θη, καὶ πι­στοῖς σε στή­ριγ­μα πᾶ­σιν ἀ­νέ­δει­ξεν.
Τοῦ Ὁ­σί­ου. Ὁ αὐ­τός. Ὁ στε­ρε­ώ­σας λό­γῳ.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Δι᾿ ἐγ­κρα­τεί­ας Πά­τερ καὶ προ­σευ­χῆς, ἀ­κλι­νοῦς εἰ­σῆλ­θες πρὸς τὴν ἀ­κρό­πο­λιν, τῆς ἀ­ρε­τῆς θε­ο­φό­ρε, ἔν­θα τῆς τρυ­φῆς τὸν χει­μάῤ­ῥουν τρυ­φᾷς.

Στίχ. Ὅ­σι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ὡς παῤ­ῥη­σί­αν ἔ­χων πρὸς τὸν Θε­όν, Ἱ­ε­ράρ­χα Ὅ­σι­ε Ἰ­ω­άν­νη σο­φέ, ἱ­κέ­τευ­ε τοῦ σω­θῆ­ναι, τοὺς πί­στει ἐ­κτε­λοῦν­τας τὴν μνή­μην σου.
Δό­ξα.

Ὡς εὐ­σε­βῶν δογ­μά­των κα­θη­γη­τής, καὶ σο­φῶν λο­γί­ων ὑ­φη­γη­τὴς ἀ­λη­θής, τὸν στέ­φα­νον ἀ­νε­δή­σω, κα­τὰ τῶν αἱ­ρέ­σε­ων Ὅ­σι­ε.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὡς οὐ­ρα­νὸν καὶ θρό­νον σε τοῦ Θε­οῦ, ἀ­νυ­μνοῦ­μεν πάν­τες Θε­ο­κυ­ῆ­τορ ἁ­γνή· ὅ­τι ἐκ σοῦ ἐ­πε­φά­νη, Ἰ­η­σοῦς Χρι­στὸς ἡ ἀ­λή­θει­α.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μη­ναί­ου.
Κά­θι­σμα τοῦ Μάρ­τυ­ρος.
Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.

Εὐ­σε­βεί­ας ὑ­πάρ­χων γό­νος σε­πτός, ἀ­σε­βεί­ας ἐ­δεί­χθης ἐ­κμει­ω­τής, ὦ Μά­μα πα­νεύ­φη­με, τῇ δυ­νά­μει τοῦ Πνεύ­μα­τος· ἐν γὰρ στα­δί­ῳ πλά­νην, εἰ­δώ­λων δι­ή­λεγ­ξας, καὶ εὐ­θαρ­σῶς Τρι­ά­δα, ὑ­μνεῖ­σθαι ἐ­κή­ρυ­ξας· ὅ­θεν καὶ θη­ρί­οις, ἐκ­δο­θεὶς ἀ­θλο­φό­ρε, τὸν θῆ­ρα ἐ­νέ­κρω­σας, καὶ ἀρ­χέ­κα­κον δρά­κον­τα· δι­ὰ τοῦ­το βο­ῶ­μέν σοι· Πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.
Δό­ξα. Τοῦ Ὁ­σί­ου. Ἦ­χος γ´. Θεί­ας πί­στε­ως.

Σκεῦ­ος ἔν­θε­ον τῆς ἐγ­κρα­τεί­ας, πλοῦ­τος ἄ­συ­λος τῆς εὐ­σε­βεί­ας, ἀ­νε­δεί­χθης Ἰ­ω­άν­νη μα­κά­ρι­ε, ἐν ἀ­πα­θεί­ᾳ φαι­δρύ­νας τὸν βί­ον σου, καὶ δε­ο­μέ­νοις ἀν­τλή­σας τὸν ἔ­λε­ον. Πά­τερ Ὅ­σι­ε, Χρι­στὸν τὸν Θε­ὸν ἱ­κέ­τευ­ε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θεί­α γέ­γο­νας σκη­νὴ τοῦ Λό­γου, μό­νη πά­να­γνε Παρ­θε­νο­μῆ­τορ, τῇ κα­θα­ρό­τη­τι Ἀγ­γέ­λους ὑ­πε­ρά­ρα­σα· τὸν ὑ­πὲρ πάν­τας ἐ­μὲ γοῦν γε­νό­με­νον, ῥε­ρυ­πω­μέ­νον σαρ­κὸς πλημ­με­λή­μα­σιν, ἀ­πο­κά­θα­ρον πρε­σβει­ῶν σου, ἐν­θέ­οις νά­μα­σι, πα­ρέ­χου­σα σε­μνὴ τὸ μέ­γα ἔ­λε­ος.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.
Κον­τά­κι­ον. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Ὁ Σω­τὴρ καὶ ῥύ­στης μου, ἀ­πὸ τοῦ τά­φου, ὡς Θε­ὸς ἀ­νέ­στη­σεν, ἐκ τῶν δε­σμῶν τοὺς γη­γε­νεῖς, καὶ πύ­λας ᾅ­δου συ­νέ­τρι­ψε, καὶ ὡς Δε­σπό­της, ἀ­νέ­στη τρι­ή­με­ρος.
Ὁ Οἶ­κος.

Τὸν ἀ­να­στάν­τα ἐκ νε­κρῶν, Χρι­στὸν τὸν ζω­ο­δό­την, τρι­ή­με­ρον ἐκ τά­φου καὶ πύ­λας τοῦ θα­νά­του σή­με­ρον συν­θλά­σαν­τα, τῇ δυ­νά­μει τῇ αὑ­τοῦ, τὸν ᾅ­δην τε νε­κρώ­σαν­τα, καὶ τὸ κέν­τρον τοῦ θα­νά­του συν­τρί­ψαν­τα, καὶ τὸν Ἀ­δὰμ σὺν τῇ Εὔ­ᾳ ἐ­λευ­θε­ρώ­σαν­τα, ὑ­μνή­σω­μεν πάν­τες οἱ γη­γε­νεῖς, εὐ­χα­ρί­στως βο­ῶν­τες αἶ­νον ἐ­κτε­νῶς· Αὐ­τὸς γὰρ ὡς μό­νος κρα­ται­ὸς Θε­ὸς καὶ Δε­σπό­της, ἀ­νέ­στη τρι­ή­με­ρος.
Συ­να­ξά­ρι­ον.

Τῇ Β´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Μά­μαν­τος.

Στίχ. Ἀ­κμαῖ­ος ὢν Τρι­ά­δος εἰς πί­στιν Μά­μας,
Ἀ­κμαῖς τρι­αί­νης καρ­τε­ρεῖ τε­τρω­μέ­νος.

Δευ­τε­ρί­η χο­λά­δες Μά­μαν­τος χῦν­το τρι­αί­νῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἐν ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Ἰ­ω­άν­νου, Πα­τρι­άρ­χου Κων­σταν­τι­νου­πό­λε­ως, τοῦ Νη­στευ­τοῦ.

Στίχ. Τοῖς μὴ ῥέ­ου­σιν ἐν­τρυ­φᾷς νῦν ἡ­δέ­σι,
Νη­στευ­τὰ ῥευ­στῶν ἡ­δο­νῶν Ἰ­ω­άν­νη.

Ὁ ἅ­γι­ος Δι­ο­μή­δης, σπα­θι­ζό­με­νος, τε­λει­οῦ­ται.

Στίχ. Σί­δη­ρος εἰς σί­δη­ρον ὢν Δι­ο­μή­δης,
Πρὸς τοὺς σπα­θι­σμοὺς ἀν­δρι­κῶς ἐ­καρ­τέ­ρει.

Ὁ ἅ­γι­ος Ἰ­ου­λι­α­νός, ξύ­λῳ θλα­σθεὶς τὴν κε­φα­λήν, τε­λει­οῦ­ται.

Στίχ. Ἰ­ου­λι­α­νός, συν­τρι­βεὶς κά­ραν ξύ­λῳ,
Τὸν πρὸς Θε­ὸν νοῦν σῷ­ος εἰς τέ­λος μέ­νει.

Ὁ ἅ­γι­ος Φί­λιπ­πος ξί­φει τε­λει­οῦ­ται.

Στίχ. Ἵπ­πον τα­χὺν Φί­λιπ­πος τὴν το­μὴν ἔ­χων,
πρὸς τὸν φι­λοῦν­τα θᾶτ­τον ἦλ­θε Δε­σπό­την.

Ὁ ἅ­γι­ος Εὐ­τυ­χι­α­νὸς ἐν ἐ­σχά­ρᾳ πυ­ρὸς τε­λει­οῦ­ται.

Στίχ. Εὐ­τυ­χι­α­νός, πυρ­πο­λη­θεὶς ἐ­σχά­ρᾳ,
Εἰς εὐ­τυ­χῆ με­τῆλ­θε κλῆ­ρον Μαρ­τύ­ρων.

Ὁ ἅ­γι­ος Ἡ­σύ­χι­ος ἀ­παγ­χο­νι­σθεὶς τε­λει­οῦ­ται.

Στίχ. Πο­θῶν τὸν ὄν­τως Ἡ­σύ­χι­ος Δε­σπό­την,
Καὶ τὸν δι᾿ αὐ­τὸν ἡ­σύ­χως φέ­ρει βρό­χον.

Ὁ ἅ­γι­ος Λε­ω­νί­δης πυ­ρὶ τε­λει­οῦ­ται.

Στίχ. Τοῦ πρὸς Θε­όν σε φλὸξ πό­θου, Λε­ω­νί­δη,
Ἔ­πει­θε ῥᾷ­στα καὶ φλο­γὸς φέ­ρειν βί­αν.

Ὁ ἅ­γι­ος Εὐ­τύ­χι­ος σταυ­ρω­θεὶς τε­λει­οῦ­ται.

Στίχ. Βαί­νων κατ᾿ ἴ­χνος Εὐ­τύ­χι­ος Κυ­ρί­ου,
Δί­κην ἐ­κεί­νου καρ­τε­ρεῖ σταυ­ροῦ πά­θος.

Ὁ ἅ­γι­ος Φι­λά­δελ­φος, λί­θῳ τὸν τρά­χη­λον βα­ρυν­θείς, τε­λει­οῦ­ται.

Στίχ. Σαρ­κὸς βά­ρος πᾶν ἐ­κλι­πὼν λί­θου βά­ρει,
Ἀ­νῆλ­θε κοῦ­φος· Φι­λά­δελ­φος εἰς πό­λον.

Ὁ ἅ­γι­ος Με­λά­νιπ­πος πυ­ρὶ τε­λει­οῦ­ται.

Στίχ. Εἴ­περ τι Με­λά­νιπ­πος εἶ­χε καὶ μέ­λαν,
Κά­θαρ­σιν εὗ­ρεν, εἰς τὸ πῦρ βε­βλη­μέ­νος.

Ἡ ἁ­γί­α Παρ­θα­γά­πη ἐν τῇ θα­λάσ­σῃ τε­λει­οῦ­ται.

Στίχ. Θνῄ­σκεις θα­λάσ­σης ἔν­δον, ὦ Παρ­θα­γά­πη,
Καὶ δω­ρε­ῶν θά­λασ­σαν εὑ­ρί­σκεις ἄ­νω.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τῶν δι­καί­ων ἱ­ε­ρέ­ων Ἐ­λε­α­ζά­ρου καὶ Φι­νε­ές· καὶ τῶν ἁ­γί­ων Μαρ­τύ­ρων Ἀ­ει­θα­λᾶ καὶ Ἀμ­μούν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Κο­σμᾶ τοῦ ἐ­ρη­μί­του, τοῦ ἐν Κρή­τῃ ἀ­σκή­σαν­τος.

Στίχ. Βί­ον τὸν ἡ­σύ­χι­ον Κο­σμᾶς πο­θή­σας,
Ψαλ­μι­κῶς ἐ­μά­κρυ­νεν ἐν ἐ­ρη­μί­αις.
*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, πρώ­τῃ Κυ­ρι­α­κῇ τοῦ μη­νὸς Σε­πτεμ­βρί­ου Σύ­να­ξις τε­λεῖ­ται ἐν τῇ Νή­σῳ Νά­ξῳ πάν­των τῶν ἐν τῇ Ἱ­ε­ρᾷ Μη­τρο­πό­λει Πα­ρο­να­ξί­ᾳ δι­α­λαμ­ψάν­των Ἁ­γί­ων, ἤ­τοι· τῶν Ὁ­σί­ων Νι­κο­δή­μου τοῦ Ἁ­γι­ο­ρεί­του, Νι­κο­λά­ου πρε­σβυ­τέ­ρου τοῦ Πλα­νᾶ, Θε­ο­κτί­στης τῆς Μη­θυ­μναί­ας, Ἀρ­σε­νί­ου ἐξ Ἠ­πεί­ρου, Ἀ­θα­να­σί­ου τοῦ Πα­ρί­ου.

Στίχ. Σύ­να­ξιν τήν­δε ποι­οῦ­μεν
Νά­ξου τε Πά­ρου νέ­ων Ὁ­σί­ων.

Ἔ­τι δὲ καὶ Σύ­να­ξις πάν­των τῶν ἐν τῇ Ἁ­γι­ο­τό­κῳ Νή­σῳ Χί­ῳ ἀ­σκή­σει καὶ ἀ­θλή­σει δι­α-λαμ­ψάν­των Ἁ­γί­ων, τεσ­σα­ρά­κον­τα τεσ­σά­ρων τὸν ἀ­ριθ­μόν.

Στίχ. Φί­λους Χρι­στοῦ ἡ Χί­ος γε­ραι­ρέ­τω·
Ταύ­της γὰρ φρου­ροὶ τυγ­χά­νου­σι καὶ δό­ξα.

Ὡ­σαύ­τως, τῇ αὐ­τῇ Κυ­ρι­α­κῇ, Σύ­να­ξις ἐ­πι­τε­λεῖ­ται ἐν Ἀρ­κα­δί­ᾳ τῶν ἐξ αὐ­τῆς φυ­σάν­των Ἑν­δε­κα­ρίθ­μων Ἁ­γί­ων, οἵ­τι­νές εἰ­σιν· Ἱ­ε­ράρ­χαι μέν· Δι­ο­νύ­σι­ος ὁ σο­φός, Γρη­γό­ρι­ος ὁ Ε´ Πα­τρι­άρ­χαι Κων­σταν­τι­νου­πό­λε­ως· Θε­ό­κλη­τος Λα­κε­δαι­μο­νί­ας, Ἀ­θα­νά­σι­ος Χρι­στι­α­νου­πό­λε­ως. Νε­ο­μάρ­τυ­ρες δέ· Πέ­τρος ἐν Ὀ­δε­μη­σί­ῳ μαρ­τυ­ρή­σας, Εὐ­θύ­μι­ος Ὁ­σι­ο­μάρ­τυς ἐκ Δη­μητ­σά­νης, Παῦ­λος Ὁ­σι­ο­μάρ­τυς καὶ Δη­μή­τρι­ος ἐκ Λι­γου­δίτ­σης, ἕ­τε­ρος Δη­μή­τρι­ος, ὁ καὶ Μῆ­τρος κα­λού­με­νος· Ὅ­σι­οι δὲ δύ­ο· Νεῖ­λος ὁ Μυ­ρο­βλύ­της καὶ Γε­ρά­σι­μος ὁ ἐκ Λέ­ον­τα­ρί­ου Με­γα­λο­πό­λε­ως.

Στίχ. Ἑν­δε­κά­ριθ­μοι θε­ρά­πον­τες Κυ­ρί­ου
Τῆς Ἀρ­κα­δί­ας προ­ΐ­στα­σθε ἀ­παύ­στως.

Ἕν­δε­κα θε­ο­ϊ­δεῖς ἀ­νέ­ρας ὁ­μᾷ τι­μᾶν χρε­ὼν ἡ­μᾶς.

Ταῖς τῶν Ἁ­γί­ων σου πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Ὑ­ψώ­σε­ως τοῦ τι­μί­ου Σταυ­ροῦ
Ψάλ­λον­ται τῇ 1ῃ Αὐ­γού­στου, ἀ­πὸ τῆς 6ης μέ­χρι τῆς 13ης Αὐ­γού­στου καὶ ἀ­πὸ τῆς 24ης Αὐ­γού­στου μέ­χρι τῆς 21ης Σε­πτεμ­βρί­ου.
ᾨ­δὴ α´. Ἦ­χος πλ. δ´.

Σταυ­ρὸν χα­ρά­ξας Μω­σῆς * ἐπ᾿ εὐ­θεί­ας ῥά­βδῳ, * τὴν Ἐ­ρυ­θρὰν δι­έ­τε­με * τῷ Ἰσ­ρα­ὴλ πε­ζεύ­σαν­τι· * τὴν δὲ ἐ­πι­στρε­πτι­κῶς * Φα­ρα­ὼ τοῖς ἅρ­μα­σι * κρο­τή­σας ἥ­νω­σεν, * ἐπ᾿ εὔ­ρους δι­α­γρά­ψας * τὸ ἀ­ήτ­τη­τον ὅ­πλον· * δι­ὸ Χρι­στῷ ᾄ­σω­μεν, * τῷ Θε­ῷ ἡ­μῶν, ὅ­τι δε­δό­ξα­σται.
ᾨ­δὴ γ´.

Ῥά­βδος εἰς τύ­πον * τοῦ μυ­στη­ρί­ου πα­ρα­λαμ­βά­νε­ται· * τῷ βλα­στῷ γὰρ προ­κρί­νει τὸν ἱ­ε­ρέ­α· * τῇ στει­ρευ­ού­σῃ δὲ πρῴ­ην * Ἐκ­κλη­σί­ᾳ νῦν ἐ­ξήν­θη­σε * ξύ­λον Σταυ­ροῦ * εἰς κρά­τος καὶ στε­ρέ­ω­μα.
ᾨ­δὴ δ´.

Εἰ­σα­κή­κο­α, Κύ­ρι­ε, * τῆς οἰ­κο­νο­μί­ας σου τὸ μυ­στή­ρι­ον, * κα­τε­νό­η­σα τὰ ἔρ­γα σου * καὶ ἐ­δό­ξα­σά σου τὴν θε­ό­τη­τα.
ᾨ­δὴ ε´.

Ὦ τρι­σμα­κά­ρι­στον Ξύ­λον! * ἐν ᾧ ἐ­τά­θη Χρι­στός, * ὁ βα­σι­λεὺς καὶ Κύ­ρι­ος· * δι᾿ οὗ πέ­πτω­κεν ὁ ξύ­λῳ ἀ­πα­τή­σας, * τῷ ἐν σοὶ δε­λε­α­σθεὶς * Θε­ῷ τῷ προ­σπα­γέν­τι σαρ­κί, * τῷ πα­ρέ­χον­τι * τὴν εἰ­ρή­νην ταῖς ψυ­χαῖς ἡ­μῶν.
ᾨ­δὴ Ϛ´.

Νο­τί­ου θη­ρὸς ἐν σπλάγ­χνοις * πα­λά­μας Ἰ­ω­νᾶς * σταυ­ρο­ει­δῶς δι­εκ­πε­τά­σας, * τὸ σω­τή­ρι­ον πά­θος * προ­δι­ε­τύ­που σα­φῶς· * ὅ­θεν τρι­ή­με­ρος ἐκ­δύς, * τὴν ὑ­περ­κό­σμι­ον ἀ­νά­στα­σιν * ὑ­πε­ζω­γρά­φη­σε * τοῦ σαρ­κὶ προ­σπα­γέν­τος Χρι­στοῦ τοῦ Θε­οῦ * καὶ τρι­η­μέ­ρῳ ἐ­γέρ­σει * τὸν κό­σμον φω­τί­σαν­τος.
ᾨ­δὴ ζ´.

Ἔ­κνο­ον πρό­σταγ­μα * τυ­ράν­νου δυσ­σε­βοῦς * λα­οὺς ἐ­κλό­νη­σε, * πνέ­ον ἀ­πει­λῆς * καὶ δυ­σφη­μί­ας θε­ο­στυ­γοῦς· * ὅ­μως τρεῖς παῖ­δας * οὐκ ἐ­δει­μά­τω­σε * θυ­μὸς θη­ρι­ώ­δης, * οὐ πῦρ βρό­μι­ον· * ἀλλ᾿ ἀν­τη­χοῦν­τι * δρο­σο­βό­λῳ πνεύ­μα­τι * πυ­ρὶ συ­νόν­τες ἔ­ψαλ­λον· * Ὁ ὑ­πε­ρύ­μνη­τος * τῶν πα­τέ­ρων καὶ ἡ­μῶν * Θε­ός, εὐ­λο­γη­τὸς εἶ.
ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν
τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γεῖ­τε, παῖ­δες, * τῆς Τρι­ά­δος ἰ­σά­ριθ­μοι, * δη­μι­ουρ­γὸν Πα­τέ­ρα Θε­όν· * ὑ­μνεῖ­τε τὸν συγ­κα­τα­βάν­τα Λό­γον * καὶ τὸ πῦρ εἰς δρό­σον με­τα­ποι­ή­σαν­τα· * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * τὸ πᾶ­σι ζω­ὴν πα­ρέ­χον * Πνεῦ­μα πα­νά­γι­ον εἰς τοὺς αἰ­ῶ­νας.
* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

Μυ­στι­κὸς εἶ, Θε­ο­τό­κε, πα­ρά­δει­σος, * ἀ­γε­ωρ­γή­τως βλα­στή­σα­σα Χρι­στόν, * ὑφ᾿ οὗ τὸ τοῦ Σταυ­ροῦ * ζω­η­φό­ρον ἐν γῇ * πε­φυ­τούρ­γη­ται δέν­δρον· * δι᾿ οὗ νῦν ὑ­ψου­μέ­νου, * προ­σκυ­νοῦν­τες αὐ­τόν, * σὲ με­γα­λύ­νο­μεν.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ὅ­τι ἅ­γι­ός ἐ­στιν.
Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Β´.

Τὸν λί­θον θε­ω­ρή­σα­σαι, ἀ­πο­κε­κυ­λι­σμέ­νον, αἱ Μυ­ρο­φό­ροι, ἔ­χαι­ρον· εἶ­δον γὰρ νε­α­νί­σκον, κα­θή­με­νον ἐν τῷ τά­φῳ· καὶ αὐ­τὸς ταύ­ταις ἔ­φη· Ἰ­δοὺ Χρι­στὸς ἐ­γή­γερ­ται, εἴ­πα­τε σὺν τῷ Πέ­τρῳ τοῖς Μα­θη­ταῖς· Ἐν τῷ ὄ­ρει φθά­σα­τε Γα­λι­λαί­ας· ἐ­κεῖ ὑ­μῖν ὀ­φθή­σε­ται, ὡς προ­εῖ­πε τοῖς φί­λοις.
Ἐκ τοῦ Μη­ναί­ου.
Τοῦ Μάρ­τυ­ρος. Τῶν Μα­θη­τῶν ὁ­ρών­των σε.

Τῷ γά­λα­κτι ἐ­τρά­φης τῷ τῶν ἐ­λά­φων, ὄ­ρε­σι δι­αι­τώ­με­νος Μάρ­τυς Μά­μα· ἀλλ᾿ ὤ­φθης ὡς γεν­ναῖ­ος ἐν τῷ στα­δί­ῳ, ἀ­θλή­σας προ­θυ­μό­τα­τα· καὶ νί­κης ἄ­ρας βρα­βεῖ­α, πρὸς Κύ­ρι­ον πα­ρε­γέ­νου.
Θε­ο­το­κί­ον. Ὅ­μοι­ον.

Ὁ τῆς ζω­ῆς τῆς θεί­ας καὶ μα­κα­ρί­ας, φθο­νή­σας μοι τῆς πά­λαι ἐν Πα­ρα­δεί­σῳ, ἐ­χθρὸς ὁ δο­λι­ώ­τα­τος καὶ πα­νοῦρ­γος, καὶ τῆς Ἐ­δὲμ ἐ­ξό­ρι­στον, ποι­ή­σας με θα­να­τοῦ­ται, τῇ σῇ γεν­νή­σει Παρ­θέ­νε.
* * *
ΑΙΝΟΙ
Ἦ­χος δ´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·
Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος δ´.

Στίχ. α´. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ὁ Σταυ­ρὸν ὑ­πο­μεί­νας καὶ θά­να­τον, καὶ ἀ­να­στὰς ἐκ τῶν νε­κρῶν, παν­το­δύ­να­με Κύ­ρι­ε, δο­ξά­ζο­μέν σου τὴν ἀ­νά­στα­σιν.

Στίχ. β´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἐν τῷ Σταυ­ρῷ σου Χρι­στέ, τῆς ἀρ­χαί­ας κα­τά­ρας, ἠ­λευ­θέ­ρω­σας ἡ­μᾶς, καὶ ἐν τῷ θα­νά­τῳ σου, τὸν τὴν φύ­σιν ἡ­μῶν τυ­ραν­νή­σαν­τα, δι­ά­βο­λον κα­τήρ­γη­σας· ἐν δὲ τῇ ἐ­γέρ­σει σου, χα­ρᾶς τὰ πάν­τα ἐ­πλή­ρω­σας· δι­ὸ βο­ῶ­μέν σοι· Ὁ ἀ­να­στὰς ἐκ τῶν νε­κρῶν, Κύ­ρι­ε δό­ξα σοι.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Τῷ σῷ Σταυ­ρῷ Χρι­στὲ Σω­τήρ, ὁ­δή­γη­σον ἡ­μᾶς ἐ­πὶ τὴν ἀ­λή­θει­άν σου, καὶ ῥῦ­σαι ἡ­μᾶς, τῶν πα­γί­δων τοῦ ἐ­χθροῦ· ὁ ἀ­να­στὰς ἐκ τῶν νε­κρῶν, ἀ­νά­στη­σον ἡ­μᾶς πε­σόν­τας τῇ ἁ­μαρ­τί­ᾳ, ἐ­κτεί­νας τὴν χεῖ­ρά σου, φι­λάν­θρω­πε Κύ­ρι­ε, τῇ πρε­σβεί­ᾳ τῶν Ἁ­γί­ων σου.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Τῶν πα­τρι­κῶν σου κόλ­πων, μὴ χω­ρι­σθεὶς μο­νο­γε­νὲς Λό­γε τοῦ Θε­οῦ, ἦλ­θες ἐ­πὶ γῆς δι­ὰ φι­λαν­θρω­πί­αν, ἄν­θρω­πος γε­νό­με­νος ἀ­τρέ­πτως, καὶ Σταυ­ρὸν καὶ θά­να­τον ὑ­πέ­μει­νας σαρ­κί, ὁ ἀ­πα­θὴς τῇ θε­ό­τη­τι· ἀ­να­στὰς δὲ ἐκ νε­κρῶν, ἀ­θα­να­σί­αν πα­ρέ­σχες τῷ γέ­νει τῶν ἀν­θρώ­πων, ὡς μό­νος παν­το­δύ­να­μος.
Ἕ­τε­ρα Στι­χη­ρά, Ἀ­να­το­λι­κά.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Θά­να­τον κα­τε­δέ­ξω σαρ­κί, ἡ­μῖν ἀ­θα­να­σί­αν πραγ­μα­τευ­σά­με­νος Σω­τήρ· καὶ ἐν τά­φῳ ᾤ­κη­σας, ἵ­να ἡ­μᾶς τοῦ ᾅ­δου ἐ­λευ­θε­ρώ­σῃς, συ­να­να­στή­σας ἑ­αυ­τῷ, πα­θὼν μὲν ὡς ἄν­θρω­πος, ἀλλ᾿ ἀ­να­στὰς ὡς Θε­ός· δι­ὰ τοῦ­το βο­ῶ­μεν· Δό­ξα σοι ζω­ο­δό­τα, Κύ­ρι­ε, μό­νε φι­λάν­θρω­πε.

Στίχ. Ϛ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Πέ­τραι ἐ­σχί­σθη­σαν Σω­τήρ, ὅ­τε ἐν τῷ Κρα­νί­ῳ ὁ Σταυ­ρός σου ἐ­πά­γη· ἔ­φρι­ξαν ᾅ­δου πυ­λω­ροί, ὅ­τε ἐν τῷ μνη­μεί­ῳ ὡς θνη­τὸς κα­τε­τέ­θης· καὶ γὰρ τοῦ θα­νά­του κα­ταρ­γή­σας τὴν ἰ­σχύν, τοῖς τε­θνε­ῶ­σι πᾶ­σιν ἀ­φθαρ­σί­αν πα­ρέ­σχες, τῇ ἀ­να­στά­σει σου Σω­τήρ. Ζω­ο­δό­τα Κύ­ρι­ε δό­ξα σοι.

Στίχ. ζ´. Ἀ­νά­στη­θι, Κύ­ρι­ε ὁ Θε­ός μου, ὑ­ψω­θή­τω ἡ χείρ σου, μὴ ἐ­πι­λά­θῃ τῶν πε­νή­των σου εἰς τέ­λος.

Ἐ­πε­θύ­μη­σαν γυ­ναῖ­κες, ἰ­δεῖν σου τὴν ἀ­νά­στα­σιν, Χρι­στὲ ὁ Θε­ός· ἦλ­θε προ­λα­βοῦ­σα Μα­ρί­α ἡ Μα­γδα­λη­νή, εὗ­ρε τὸν λί­θον ἀ­πο­κυ­λι­σθέν­τα τοῦ μνή­μα­τος, καὶ τὸν Ἄγ­γε­λον κα­θε­ζό­με­νον, καὶ λέ­γον­τα· Τί ζη­τεῖ­τε τὸν ζῶν­τα με­τὰ τῶν νε­κρῶν; ἀ­νέ­στη ὡς Θε­ός, ἵ­να σώ­σῃ τὰ σύμ­παν­τα.

Στίχ. η´. Ἐ­ξο­μο­λο­γή­σο­μαί σοι, Κύ­ρι­ε, ἐν ὅ­λῃ καρ­δί­ᾳ μου, δι­η­γή­σο­μαι πάν­τα τὰ θαυ­μά­σι­ά σου.

Ποῦ ἐ­στιν Ἰ­η­σοῦς, ὃν ἐ­λο­γί­σα­σθε φυ­λάτ­τειν; εἴ­πα­τε Ἰ­ου­δαῖ­οι· ποῦ ἐ­στιν, ὃν ἐ­θή­κα­τε ἐν τῷ μνή­μα­τι, τὸν λί­θον σφρα­γί­σαν­τες; δό­τε τὸν νε­κρόν, οἱ τὴν ζω­ὴν ἀρ­νη­σά­με­νοι· δό­τε τὸν τα­φέν­τα, ἢ πι­στεύ­σα­τε τῷ ἀ­να­στάν­τι· κἂν ὑ­μεῖς σι­γή­ση­τε τοῦ Κυ­ρί­ου τὴν ἔ­γερ­σιν, οἱ λί­θοι κε­κρά­ξον­ται, μά­λι­στα ὁ ἀ­πο­κυ­λι­σθεὶς ἐκ τοῦ μνή­μα­τος. Μέ­γα σου τὸ ἔ­λε­ος! Μέ­γα τὸ μυ­στή­ρι­ον τῆς οἰ­κο­νο­μί­ας σου! Σω­τὴρ ἡ­μῶν δό­ξα σοι.
Δό­ξα. Ἑ­ωθινὸν Β´. Ἦ­χος β´.

Με­τὰ μύ­ρων προ­σελ­θού­σαις, ταῖς πε­ρὶ τὴν Μα­ρι­ὰμ γυ­ναι­ξί, καὶ δι­α­πο­ρου­μέ­ναις, πῶς ἔ­σται αὐ­ταῖς τυ­χεῖν τοῦ ἐ­φε­τοῦ, ὡ­ρά­θη ὁ λί­θος με­τηρ­μέ­νος, καὶ θεῖ­ος νε­α­νί­ας, κα­τα­στέλ­λων τὸν θό­ρυ­βον αὐ­τῶν τῆς ψυ­χῆς· Ἠ­γέρ­θη γάρ φη­σιν, Ἰ­η­σοῦς ὁ Κύ­ρι­ος· δι­ὸ κη­ρύ­ξα­τε τοῖς κή­ρυ­ξιν αὐ­τοῦ Μα­θη­ταῖς, εἰς τὴν Γα­λι­λαί­αν δρα­μεῖν, καὶ ὄ­ψε­σθε αὐ­τόν, ἀ­να­στάν­τα ἐκ νε­κρῶν, ὡς ζω­ο­δό­την καὶ Κύ­ρι­ον.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.
* * *
Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος δ´.

Σή­με­ρον σω­τη­ρί­α τῷ κό­σμῳ γέ­γο­νεν· * ᾄ­σω­μεν τῷ ἀ­να­στάν­τι ἐκ τά­φου * καὶ ἀρ­χη­γῷ τῆς ζω­ῆς ἡ­μῶν· * κα­θε­λὼν γὰρ τῷ θα­νά­τῳ τὸν θά­να­τον * τὸ νῖ­κος ἔ­δω­κεν ἡ­μῖν * καὶ τὸ μέ­γα ἔ­λε­ος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…
Τὰ Τυ­πι­κά, οἱ Μα­κα­ρι­σμοί,
καὶ ἐκ τῶν Κα­νό­νων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠ­δή.
Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.
Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.

Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Δό­ξα. Καὶ νῦν.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι σὸν τὸ κρά­τος...
Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Δό­ξα. Καὶ νῦν.

Ὁ μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...
Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰ­σο­δι­κόν. Ἦ­χος β´.
(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
* * *
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)
Τὸ Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἁ­γί­ου Μά­μαν­τος.
Εἶ­τα τὸ τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.
Κον­τά­κι­ον τοῦ Γε­νε­σί­ου τῆς ὑ­πε­ρ. Θε­ο­τό­κου.
(Ψάλ­λε­ται ἀ­πὸ κδ´ Αὐ­γού­στου ἕ­ως ιβ´ Σε­πτεμ­βρί­ου πλὴν τῆς λα´ Αὐ­γού­στου καὶ τῆς α´ καὶ ζ´ Σε­πτεμ­βρί­ου).
Ἦ­χος δ´. Αὐ­τό­με­λον.

Ἰ­ω­α­κεὶμ καὶ Ἄν­να * ὀ­νει­δι­σμοῦ ἀ­τε­κνί­ας, * καὶ Ἀ­δὰμ καὶ Εὔ­α * ἐκ τῆς φθο­ρᾶς τοῦ θα­νά­του * ἠ­λευ­θε­ρώ­θη­σαν, ἄ­χραν­τε, * ἐν τῇ ἁ­γί­ᾳ γεν­νή­σει σου· * αὐ­τὴν ἑ­ορ­τά­ζει καὶ ὁ λα­ός σου, * ἐ­νο­χῆς τῶν πται­σμά­των * λυ­τρω­θεὶς ἐν τῷ κρά­ζειν σοι· * Ἡ στεῖ­ρα τί­κτει * τὴν Θε­ο­τό­κον * καὶ τρο­φὸν τῆς ζω­ῆς ἡ­μῶν.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυ­ρι­α­κῆς ΙΓ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.
Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.
Προ­κεί­με­νον. Ἦ­χος δ´. (Ψαλ­μὸς ργ´).

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Στίχ. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον · Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.

Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
(ιϚ´ 13-24)

Ἀ­δελ­φοί, γρη­γο­ρεῖ­τε, στή­κε­τε ἐν τῇ πί­στει, ἀν­δρί­ζε­σθε, κρα­ται­οῦ­σθε. Πάν­τα ὑ­μῶν ἐν ἀ­γά­πῃ γι­νέ­σθω. Πα­ρα­κα­λῶ δὲ ὑ­μᾶς, ἀ­δελ­φοί· οἴ­δα­τε τὴν οἰ­κί­αν Στε­φα­νᾶ, ὅ­τι ἐ­στὶν ἀ­παρ­χὴ τῆς Ἀ­χα­ΐ­ας καὶ εἰς δι­α­κο­νί­αν τοῖς ἁ­γί­οις ἔ­τα­ξαν ἑ­αυ­τούς· ἵ­να καὶ ὑ­μεῖς ὑ­πο­τάσ­ση­σθε τοῖς τοι­ού­τοις καὶ παν­τὶ τῷ συ­νερ­γοῦν­τι καὶ κο­πι­ῶν­τι. Χαί­ρω δὲ ἐ­πὶ τῇ πα­ρου­σί­ᾳ Στε­φα­νᾶ καὶ Φουρ­του­νά­του καὶ Ἀ­χα­ϊ­κοῦ, ὅ­τι τὸ ὑ­μῶν ὑ­στέ­ρη­μα οὗ­τοι ἀ­νε­πλή­ρω­σαν· ἀ­νέ­παυ­σαν γὰρ τὸ ἐ­μὸν πνεῦ­μα καὶ τὸ ὑ­μῶν. Ἐ­πι­γι­νώ­σκε­τε οὖν τοὺς τοι­ού­τους. Ἀ­σπά­ζον­ται ὑ­μᾶς αἱ ἐκ­κλη­σί­αι τῆς Ἀ­σί­ας. Ἀ­σπά­ζον­ται ὑ­μᾶς ἐν Κυ­ρί­ῳ πολ­λὰ Ἀ­κύ­λας καὶ Πρί­σκιλ­λα σὺν τῇ κατ᾿ οἶ­κον αὐ­τῶν ἐκ­κλη­σί­ᾳ. Ἀ­σπά­ζον­ται ὑ­μᾶς οἱ ἀ­δελ­φοὶ πάν­τες. Ἀ­σπά­σα­σθε ἀλ­λή­λους ἐν φι­λή­μα­τι ἁ­γί­ῳ. Ὁ ἀ­σπα­σμὸς τῇ ἐ­μῇ χει­ρὶ Παύ­λου. Εἴ τις οὐ φι­λεῖ τὸν Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, ἤ­τω ἀ­νά­θε­μα. Μα­ρὰν ἀ­θᾶ. Ἡ χά­ρις τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ Χρι­στοῦ μεθ᾿ ὑ­μῶν. Ἡ ἀ­γά­πη μου με­τὰ πάν­των ὑ­μῶν ἐν Χρι­στῷ Ἰ­η­σοῦ· ἀ­μήν.
Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος δ´. (Ψαλ­μὸς μδ´).

Στίχ. Ἔν­τει­νε καὶ κα­τευ­ο­δοῦ καὶ βα­σί­λευ­ε ἕ­νε­κεν ἀ­λη­θεί­ας καὶ πρᾳ­ό­τη­τος καὶ δι­και­ο­σύ­νης.

Ἠ­γά­πη­σας δι­και­ο­σύ­νην καὶ ἐ­μί­ση­σας ἀ­νο­μί­αν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυ­ρι­α­κῆς ΙΓ´ Ματ­θαί­ου
Ἐκ τοῦ κατὰ Ματθαῖον (κα´ 33-42).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την· ἄν­θρω­πος τις ἦν οἰ­κο­δε­σπό­της, ὅ­στις ἐ­φύ­τευ­σεν ἀμ­πε­λῶ­να καὶ φραγ­μὸν αὐ­τῷ πε­ρι­έ­θη­κε καὶ ὤ­ρυ­ξεν ἐν αὐ­τῷ λη­νὸν καὶ ᾠ­κο­δό­μη­σεν πύρ­γον, καὶ ἐ­ξέ­δο­το αὐ­τὸν γε­ωρ­γοῖς, καὶ ἀ­πε­δή­μη­σεν. Ὅ­τε δὲ ἤγ­γι­σεν ὁ και­ρὸς τῶν καρ­πῶν, ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ πρὸς τοὺς γε­ωρ­γοὺς λα­βεῖν τοὺς καρ­ποὺς αὐ­τοῦ. Καὶ λα­βόν­τες οἱ γε­ωρ­γοὶ τοὺς δού­λους αὐ­τοῦ ὃν μὲν ἔ­δει­ραν, ὃν δὲ ἀ­πέ­κτει­ναν, ὃν δὲ ἐ­λι­θο­βό­λη­σαν. Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους πλεί­ο­νας τῶν πρώ­των, καὶ ἐ­ποί­η­σαν αὐ­τοῖς ὡ­σαύ­τως. Ὕ­στε­ρον δὲ ἀ­πέ­στει­λε πρὸς αὐ­τοὺς τὸν υἱ­ὸν αὐ­τοῦ λέ­γων· ἐν­τρα­πή­σον­ται τὸν υἱ­όν μου. Οἱ δὲ γε­ωρ­γοὶ ἰ­δόν­τες τὸν υἱ­ὸν εἶ­πον ἐν ἑ­αυ­τοῖς· οὗ­τός ἐ­στιν ὁ κλη­ρο­νό­μος· δεῦ­τε ἀ­πο­κτεί­νω­μεν αὐ­τὸν καὶ κα­τά­σχω­μεν τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ. Καὶ λα­βόν­τες αὐ­τὸν ἐ­ξέ­βα­λον ἔ­ξω τοῦ ἀμ­πε­λῶ­νος καὶ ἀ­πέ­κτει­ναν. Ὅ­ταν οὖν ἔλ­θῃ ὁ κύ­ρι­ος τοῦ ἀμ­πε­λῶ­νος, τί ποι­ή­σει τοῖς γε­ωρ­γοῖς ἐ­κεί­νοις; Λέ­γου­σιν αὐ­τῷ· Κα­κοὺς κα­κῶς ἀ­πο­λέ­σει αὐ­τούς, καὶ τὸν ἀμ­πε­λῶ­να ἐκ­δώ­σε­ται ἄλ­λοις γε­ωρ­γοῖς, οἵ­τι­νες ἀ­πο­δώ­σου­σιν αὐ­τῷ τοὺς καρ­ποὺς ἐν τοῖς και­ροῖς αὐ­τῶν. Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Οὐ­δέ­πο­τε ἀ­νέ­γνω­τε ἐν ταῖς γρα­φαῖς, λί­θον ὃν ἀ­πε­δο­κί­μα­σαν οἱ οἰ­κο­δο­μοῦν­τες, οὗ­τος ἐ­γε­νή­θη εἰς κε­φα­λὴν γω­νί­ας· πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καὶ ἔ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν;

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.
* * *
Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.
* * *
Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
* * *
Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.
Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…
Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)

Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...

Δι᾿ εὐ­χῶν... Ἀ­μήν.
* * * * *
Πηγή εδώ
Related Posts Plugin for WordPress, Blogger...