Παρασκευή 12 Οκτωβρίου 2012

Ο Όρθρος της Κυριακής 14 Οκτωβρίου - Κυριακή Δ´ Λουκά

«Τῶν θε­ο­φό­ρων πα­τέ­ρων τῆς ἐν Νι­καί­ᾳ ζ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (787)». Να­ζα­ρί­ου καὶ Γερ­βα­σί­ου, μαρ­τύ­ρων. Κο­σμᾶ τοῦ ποι­η­τοῦ (†787). Ἰ­γνα­τί­ου (Ἀ­γαλ­λι­α­νοῦ) ἀρ­χι­ε­πι­σκό­που Μη­θύ­μνης. 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνά μην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐ γένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος β´.

Ὅ­τε κα­τῆλ­θες πρὸς τὸν θά­να­τον, ἡ ζω­ὴ ἡ ἀ­θά­να­τος, τό­τε τὸν ᾅ­δην ἐ­νέ­κρω­σας, τῇ ἀ­στρα­πῇ τῆς θε­ό­τη­τος· ὅ­τε δὲ καὶ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν κα­τα­χθο­νί­ων ἀ­νέ­στη­σας, πᾶ­σαι αἱ δυ­νά­μεις τῶν ἐ­που­ρα­νί­ων ἐ­κραύ­γα­ζον· Ζω­ο­δό­τα Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.
Δό­ξα. Τῶν πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλ­τή­ρι­ον καὶ ὁ Ἄ­μω­μος]
Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἀ­να­στά­σι­μον. Ἦ­χος β´. Αὐ­τό­με­λον.

Ὁ εὐ­σχή­μων Ἰ­ω­σήφ, ἀ­πὸ τοῦ ξύ­λου κα­θε­λών, τὸ ἄ­χραν­τόν σου σῶ­μα, σιν­δό­νι κα­θα­ρᾷ εἱ­λή­σας, καὶ ἀ­ρώ­μα­σιν, ἐν μνή­μα­τι και­νῷ κη­δεύ­σας ἀ­πέ­θε­το· ἀλ­λὰ τρι­ή­με­ρος ἀ­νέ­στης, Κύ­ρι­ε, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Δό­ξα. Ὅ­μοι­ον.

Ταῖς Μυ­ρο­φό­ροις γυ­ναι­ξί, πα­ρὰ τὸ μνῆ­μα ἐ­πι­στάς, ὁ Ἄγ­γε­λος ἐ­βό­α· Τὰ μύ­ρα τοῖς θνη­τοῖς, ὑ­πάρ­χει ἁρ­μό­δι­α· Χρι­στὸς δὲ δι­α­φθο­ρᾶς ἐ­δεί­χθη ἀλ­λό­τρι­ος· ἀλ­λὰ κραυ­γά­σα­τε· Ἀ­νέ­στη ὁ Κύ­ρι­ος, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Πάν­τα ὑ­πὲρ ἔν­νοι­αν, πάν­τα ὑ­πε­ρέν­δο­ξα, τὰ σά, Θε­ο­τό­κε μυ­στή­ρι­α· τῇ ἁ­γνεί­ᾳ ἐ­σφρα­γι­σμέ­νη, καὶ παρ­θε­νί­ᾳ φυ­λατ­το­μέ­νη, Μή­τηρ ἐ­γνώ­σθης ἀ­ψευ­δής, Θε­ὸν τε­κοῦ­σα ἀ­λη­θι­νόν· αὐ­τὸν ἱ­κέ­τευ­ε σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.
Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.
Ἦ­χος β´.

Τὸν λί­θον τοῦ μνή­μα­τος, σφρα­γι­σθῆ­ναι μὴ κω­λύ­σας, τὴν πέ­τραν τῆς πί­στε­ως, ἀ­να­στὰς πα­ρέ­σχες πᾶ­σι. Κύ­ρι­ε δό­ξα σοι.

Δό­ξα.

Τῶν μα­θη­τῶν σου ὁ χο­ρός, σὺν Μυ­ρο­φό­ροις γυ­ναι­ξίν, ἀ­γάλ­λε­ται συμ­φώ­νως· κοι­νὴν γὰρ ἑ­ορ­τήν, σὺν αὐ­τοῖς ἑ­ορ­τά­ζο­μεν, εἰς δό­ξαν καὶ τι­μὴν τῆς σῆς ἀ­να­στά­σε­ως· καὶ δι᾿ αὐ­τῶν φι­λάν­θρω­πε Κύ­ρι­ε, τῷ λα­ῷ σου πα­ρά­σχου τὸ μέ­γα ἔ­λε­ος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, Θε­ο­τό­κε Παρ­θέ­νε· δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, ἡ κα­τά­ρα νε­νέ­κρω­ται, ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, ὁ θά­να­τος τε­θα­νά­τω­ται, καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, ὁ οὕ­τως εὐ­δο­κή­σας δό­ξα σοι.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Με­τὰ τὸν Ἄ­μω­μον, τὰ Εὐ­λο­γη­τά­ρι­α]
Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος * κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (ἐκ γ´)
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑ­πα­κο­ή. Ἦ­χος β´.

Με­τὰ τὸ πά­θος, πο­ρευ­θεῖ­σαι ἐν τῷ μνή­μα­τι, πρὸς τὸ μυ­ρί­σαι, τὸ σῶ­μά σου αἱ γυ­ναῖ­κες, Χρι­στὲ ὁ Θε­ός, εἶ­δον Ἀγ­γέ­λους ἐν τῷ τά­φῳ καὶ ἐ­ξέ­στη­σαν· φω­νῆς γὰρ ἤ­κου­ον ἐξ αὐ­τῶν, ὅ­τι ἀ­νέ­στη ὁ Κύ­ρι­ος, πα­ρέ­χων τῷ κό­σμῳ, τὸ μέ­γα ἔ­λε­ος.
Οἱ Ἀ­να­βαθ­μοί. Ἦ­χος β´.
Ἀν­τί­φω­νον Α´.

Ἐν τῷ οὐ­ρα­νῷ τὰ ὄμ­μα­τα, ἐκ­πέμ­πω μου τῆς καρ­δί­ας, πρὸς σὲ Σω­τήρ· σῶ­σόν με σῇ ἐ­πι­λάμ­ψει.

Ἐ­λέ­η­σον ἡ­μᾶς τοὺς πταί­ον­τάς σοι πολ­λά, καθ᾿ ἑ­κά­στην ὥ­ραν, ὦ Χρι­στέ μου, καὶ δὸς πρὸ τέ­λους τρό­πους, τοῦ με­τα­νο­εῖν σοι.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, τὸ βα­σι­λεύ­ειν πέ­λει, τὸ ἁ­γι­ά­ζειν, τὸ κι­νεῖν τὴν κτί­σιν· Θε­ὸς γάρ ἐ­στιν, ὁ­μο­ού­σι­ος Πα­τρὶ καὶ Λό­γῳ.
Ἀν­τί­φω­νον Β´.

Εἰ μὴ ὅ­τι Κύ­ρι­ος ἦν ἐν ἡ­μῖν, τίς ἱ­κα­νὸς σῶ­ος φυ­λα­χθῆ­ναι ἐκ τοῦ ἐ­χθροῦ ἅ­μα καὶ ἀν­θρω­πο­κτό­νου;

Τοῖς ὀ­δοῦ­σιν αὐ­τῶν, μὴ πα­ρα­δῷς Σῶ­τερ τὸν σὸν δοῦ­λον· λέ­ον­τος τρό­πον κατ᾿ ἐ­μοῦ κι­νοῦν­ται, καὶ γὰρ οἱ ἐ­χθροί μου.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ζω­αρ­χί­α καὶ γέ­ρας· πάν­τα γὰρ τὰ κτι­στά, ὡς Θε­ὸς ὢν δυ­να­μοῖ, συν­τη­ρεῖ ἐν Πα­τρὶ δι᾿ Υἱ­οῦ δέ.
Ἀν­τί­φω­νον Γ´.

Οἱ πε­ποι­θό­τες ἐ­πὶ Κύ­ρι­ον, ἐ­οί­κα­σιν ὄ­ρει τῷ ἁ­γί­ῳ· οἳ οὐ­δα­μῶς σα­λεύ­ον­ται, προ­σβο­λαῖς τοῦ βε­λί­αρ.

Ἐν ἀ­νο­μί­αις χεῖ­ρας αὐ­τῶν, μὴ ἐ­κτει­νά­τω­σαν οἱ θεί­ως ζῶν­τες· οὐ γὰρ ἐ­ᾷ Χρι­στός, τῇ ῥά­βδῳ τὸν κλῆ­ρον αὐ­τοῦ.

Δό­ξα. Καὶ νῦν.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, προ­σπη­γά­ζει πᾶ­σα σο­φί­α, ἔν­θεν χά­ρις Ἀ­πο­στό­λοις, καὶ τοῖς ἄ­θλοις κα­τα­στέ­φον­ται, Μάρ­τυ­ρες, καὶ Προ­φῆ­ται ὁ­ρῶ­σιν.
Προ­κεί­με­νον. Ψαλ­μὸς ζ´ (7).

Ἐ­ξε­γέρ­θη­τι, Κύ­ρι­ε ὁ Θε­ός μου, ἐν προ­στάγ­μα­τι ᾧ ἐ­νε­τεί­λω, καὶ συ­να­γω­γὴ λα­ῶν κυ­κλώ­σει σε. (δίς)

Στίχ. Κύ­ρι­ε, ὁ Θε­ός μου, ἐ­πὶ σοὶ ἤλ­πι­σα· σῶ­σόν με ἐκ πάν­των τῶν δι­ω­κόν­των με καὶ ρῦ­σαί με.

Ἐ­ξε­γέρ­θη­τι, Κύ­ρι­ε ὁ Θε­ός μου...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, ...

Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Αἰ­νε­σά­τω πνο­ὴ… πᾶ­σα τὸν Κύ­ρι­ον.

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Καὶ τῷ Πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει
τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.
Ἑ­ωθινὸν Η´
Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (κ´ 11-18).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, Μα­ρί­α εἱ­στή­κει πρὸς τὸ μνη­μεῖ­ον κλαί­ου­σα ἔ­ξω. Ὡς οὖν ἔ­κλαι­ε, πα­ρέ­κυ­ψεν εἰς τὸ μνη­μεῖ­ον καὶ θε­ω­ρεῖ δύ­ο ἀγ­γέ­λους ἐν λευ­κοῖς κα­θε­ζο­μέ­νους, ἕ­να πρὸς τῇ κε­φα­λῇ καὶ ἕ­να πρὸς τοῖς πο­σίν, ὅ­που ἔ­κει­το τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ. Καὶ λέ­γου­σιν αὐ­τῇ ἐ­κεῖ­νοι· Γύ­ναι, τί κλαί­εις; Λέ­γει αὐ­τοῖς· Ὅ­τι ἦ­ραν τὸν Κύ­ρι­όν μου, καὶ οὐκ οἶ­δα ποῦ ἔ­θη­καν αὐ­τόν. Καὶ ταῦ­τα εἰ­ποῦ­σα ἐ­στρά­φη εἰς τὰ ὀ­πί­σω, καὶ θε­ω­ρεῖ τὸν Ἰ­η­σοῦν ἑ­στῶ­τα, καὶ οὐκ ᾔ­δει ὅ­τι Ἰ­η­σοῦς ἐ­στι. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Γύ­ναι, τί κλαί­εις; Τί­να ζη­τεῖς; Ἐ­κεί­νη δο­κοῦ­σα ὅ­τι ὁ κη­που­ρός ἐ­στι, λέ­γει αὐ­τῷ· Κύ­ρι­ε, εἰ σὺ ἐ­βά­στα­σας αὐ­τόν, εἰ­πέ μοι ποῦ ἔ­θη­κας αὐ­τόν, κἀ­γὼ αὐ­τὸν ἀ­ρῶ. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Μα­ρί­α. Στρα­φεῖ­σα ἐ­κεί­νη λέ­γει αὐ­τῷ· Ῥαβ­βου­νί, ὃ λέ­γε­ται, δι­δά­σκα­λε. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Μή μου ἅ­πτου· οὔ­πω γὰρ ἀ­να­βέ­βη­κα πρὸς τὸν πα­τέ­ρα μου· πο­ρεύ­ου δὲ πρὸς τοὺς ἀ­δελ­φούς μου καὶ εἰ­πὲ αὐ­τοῖς· ἀ­να­βαί­νω πρὸς τὸν πα­τέ­ρα μου καὶ πα­τέ­ρα ὑ­μῶν, καὶ Θε­όν μου καὶ Θε­ὸν ὑ­μῶν. Ἔρ­χε­ται Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ ἀ­παγ­γέλ­λου­σα τοῖς μα­θη­ταῖς ὅ­τι ἑ­ώ­ρα­κε τὸν Κύ­ρι­ον, καὶ ταῦ­τα εἶ­πεν αὐ­τῇ.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.

Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.
Ἦ­χος β´.

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.

Δό­ξα.

Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ νῦν.

Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, * ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἀ­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου... Κύριε, ἐ­λέ­η­σον (ιβ´). Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀ­να­στά­σι­μος καὶ ὁ τῶν Πα­τέ­ρων.
ᾨ­δὴ α´. Ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.
Ποί­η­μα Ἰ­ω­άν­νου μο­να­χοῦ (τοῦ Δα­μα­σκη­νοῦ).
Ἦ­χος β´. Ὁ Εἱρ­μός.

Ἐν βυ­θῷ κα­τέ­στρω­σέ πο­τε, τὴν φα­ρα­ω­νί­τι­δα, παν­στρα­τι­ὰν ἡ ὑ­πέ­ρο­πλος δύ­να­μις, σαρ­κω­θεὶς ὁ Λό­γος δέ, τὴν παμ­μό­χθη­ρον ἁ­μαρ­τί­αν ἐ­ξή­λει­ψεν, ὁ δε­δο­ξα­σμέ­νος, Κύ­ρι­ος· ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ὁ τοῦ κό­σμου ἄρ­χων Ἀ­γα­θέ, ᾧ ἀ­πε­γρα­ψά­με­θα, τῇ ἐν­το­λῇ τῇ σῇ μὴ πει­θαρ­χή­σαν­τες, τῷ Σταυ­ρῷ σου κέ­κρι­ται· προ­σβα­λὼν γάρ σοι ὡς θνη­τῷ, πε­ρι­πέ­πτω­κε τῷ τῆς ἐ­ξου­σί­ας κρά­τει σου καὶ ἀ­σθε­νὴς δι­ή­λεγ­κται.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Λυ­τρω­τὴς τοῦ γέ­νους τῶν βρο­τῶν, καὶ τῆς ἀ­κη­ρά­του ζω­ῆς ἀρ­χη­γός, εἰς τὸν κό­σμον ἐ­λή­λυ­θας· τῇ γὰρ ἀ­να­στά­σει σου, δι­ε­σπά­ρα­ξας τοῦ θα­νά­του τὰ σπάρ­γα­να, ἣν δο­ξο­λο­γοῦ­μεν ἅ­παν­τες· ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Ὑ­περ­τέ­ρα πέ­φη­νας Ἁ­γνή, πά­σης ἀ­ο­ρά­του τε καὶ ὁ­ρα­τῆς, ἀ­ει­πάρ­θε­νε κτί­σε­ως· τὸν γὰρ Κτί­στην τέ­το­κας, ὡς εὐ­δό­κη­σε σαρ­κω­θῆ­ναι ἐν μή­τρᾳ σου, ᾧ σὺν παρ­ρη­σί­ᾳ πρέ­σβευ­ε, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.
Ὁ Κα­νὼν τῶν Ἁ­γί­ων, οὗ ἡ Ἀ­κρο­στι­χίς·
Ὑ­μνῶ μα­κά­ρων συν­δρο­μὴν τὴν ἑ­βδό­μην.
Ποί­η­μα Θε­ο­φά­νους.
Ἦ­χος πλ. δ´. Ἁρ­μα­τη­λά­την Φα­ρα­ώ.

Στίχ. Ἅ­γι­οι τοῦ Θε­οῦ, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν.

Ὑ­μνο­λο­γῆ­σαι τὴν ἑ­βδό­μην ἄ­θροι­σιν, ἐ­φι­ε­μέ­νῳ μοι νῦν, τὴν τῶν ἑ­πτὰ δί­δου, χα­ρι­σμά­των σύ­νο­δον, τοῦ Πα­ρα­κλή­του Κύ­ρι­ε, τὴν σο­φί­σα­σαν ταύ­την, γλωσ­σο­πυρ­σεύ­τως, καὶ βλά­σφη­μον, πᾶ­σαν γλωσ­σαλ­γί­αν σι­γά­σα­σαν.

Στίχ. Ἅ­γι­οι τοῦ Θε­οῦ, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν.

Μεί­ζων ἀρ­χῆ­θεν ἀ­ριθ­μῶν ὁ ἕ­βδο­μος· δη­μι­ουρ­γί­ας καὶ γάρ, τῆς τοῦ Θε­οῦ πά­σης, πρω­το­τύ­πως γέ­γο­νεν, ἡ παν­τε­λὴς κα­τά­παυ­σις, εἰς ἑ­βδό­μην ἡ­μέ­ραν· καὶ νῦν πα­σῶν τῶν αἱ­ρέ­σε­ων, λῆ­ξις εἰς ἰ­σά­ριθ­μον Σύ­νο­δον.

Δό­ξα.

Νε­νι­κη­κὼς τὸν θε­ο­μά­χον Ἄ­ρει­ον, ἐν τῇ Νι­καί­ᾳ τὸ πρίν, ποι­μαν­τι­κῇ ῥά­βδῳ, ὀρ­θο­δό­ξοις ἴ­θυ­νε, τὴν Ἐκ­κλη­σί­αν δόγ­μα­σιν, ὁ χο­ρὸς τῶν Πα­τέ­ρων· καὶ νῦν ἐν ταύ­τῃ κα­τῄ­σχυ­νε, τοὺς Εἰ­κο­νο­μά­χους ὁ σύμ­μα­χος.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὡς οἱ Πα­τέ­ρες εὐ­σε­βῶς ἐ­δί­δα­ξαν, ὁ­μο­λο­γοῦ­μεν πι­στῶς, Παρ­θε­νι­κὴν μή­τραν, ἀ­νω­δί­νως τέ­ξα­σαν, με­τὰ σαρ­κὸς τὸν ἄ­σαρ­κον· προ­σκυ­νοῦ­μέν τε τού­του, στη­λο­γρα­φοῦν­τες τὴν μόρ­φω­σιν, καὶ τι­μη­τι­κῶς ἀ­σπα­ζό­με­θα.
ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.
Ἦ­χος β´. Ὁ Εἱρ­μός.

Ἐ­ξήν­θη­σεν ἡ ἔ­ρη­μος, ὡ­σεὶ κρί­νον Κύ­ρι­ε, ἡ τῶν ἐ­θνῶν στει­ρεύ­ου­σα, Ἐκ­κλη­σί­α τῇ πα­ρου­σί­ᾳ σου, ἐν ᾗ ἐ­στε­ρε­ώ­θη ἡ καρ­δί­α μου.
Τρο­πά­ρι­α.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ἡ κτί­σις ἐν τῷ πά­θει σου, ἠλ­λοι­οῦ­το βλέ­που­σα, ἐν εὐ­τε­λεῖ προ­σχή­μα­τι, ὑπ᾿ ἀ­νό­μων μυ­κτη­ρι­ζό­με­νον, τὸν ἑ­δρά­σαν­τα πάν­τα θεί­ῳ νεύ­μα­τι.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Ἐκ χο­ὸς κατ᾿ εἰ­κό­να με, τῇ χει­ρί σου ἔ­πλα­σας, καὶ συν­τρι­βέν­τα πά­λιν δέ, εἰς χοῦν θα­νά­του δι᾿ ἁ­μαρ­τί­αν Χρι­στέ, συγ­κα­τα­βὰς εἰς ᾅ­δην συ­να­νέ­στη­σας.
Θε­ο­το­κί­ον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Τὰ τάγ­μα­τα ἐ­ξέ­στη­σαν, τῶν Ἀγ­γέ­λων Πά­να­γνε, καὶ τῶν ἀν­θρώ­πων ἔ­φρι­ξαν, αἱ καρ­δί­αι ἐ­πὶ τῷ τό­κῳ σου· δι­ό σε Θε­ο­τό­κον πί­στει σέ­βο­μεν.
Καὶ τῶν πα­τέ­ρων.
Ἦ­χος πλ. δ´. Ὁ στε­ρε­ώ­σας κατ᾿ ἀρ­χάς.

Στίχ. Ἅ­γι­οι τοῦ Θε­οῦ, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν.

Μὴ σα­λευ­θῆ­ναι τοῦ Χρι­στοῦ, τὴν ἀῤ­ῥα­γῆ Ἐκ­κλη­σί­αν, ὑπ᾿ αὐ­τοῦ μυ­στα­γω­γού­με­νοι θεῖ­οι, Ποι­με­νάρ­χαι τοὺς αὐ­τήν, πα­ρα­σα­λεῦ­σαι θέ­λον­τας, ὡς Ἀν­τι­χρί­στου μοί­ρας, τῶν εὐ­σε­βῶν πα­ρε­σά­λευ­σαν.

Στίχ. Ἅ­γι­οι τοῦ Θε­οῦ, πρε­σβεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν.

Ἀ­να­κα­θαί­ρει θο­λεῤ­ῥούς, καὶ βορ­βο­ρώ­δεις χει­μάῤ­ῥους, ἐκ πη­γῶν τοῦ σω­τη­ρί­ου ἀν­τλή­σας, καὶ δι­ψῶν­τα τὸν λα­όν, τὸν τοῦ Χρι­στοῦ κο­ρέν­νυ­σι, τῶν δι­δα­χῶν τοῖς ῥεί­θροις, ὁ τῶν Πα­τέ­ρων κα­τά­λο­γος.

Δό­ξα.

Κα­τὰ τῶν ὄν­τως μι­ση­τῶν, χρι­στι­α­νο­κα­τη­γό­ρων, συν­δρο­μὴ τῶν φι­λο­χρί­στων ἑ­βδό­μη, ἐν τῇ πό­λει τῇ λαμ­πρᾷ, τῶν Νι­κα­έ­ων γέ­γο­νεν, ἧς βα­σι­λεῖς Εἰ­ρή­νη, καὶ Κων­σταν­τῖ­νος συ­νή­γο­ροι.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἅ­πας ἀ­πέ­στω δυσ­σε­βής, ὁ τὴν εἰ­κό­να μὴ σέ­βων, τὴν σε­πτὴν τῆς Θε­ο­τό­κου καὶ ταύ­την, μὴ κη­ρύτ­των τὸν Χρι­στόν, θε­αν­δρι­κῶς κυ­ή­σα­σαν, καὶ τῷ πυ­ρὶ πεμ­πέ­σθω, κα­τα­και­ό­με­νος ἄ­παυ­στα.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.
Κον­τά­κι­ον. Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Ἀ­νέ­στης Σω­τήρ, ἐκ τά­φου παν­το­δύ­να­με, καὶ ᾅ­δης ἰ­δών, τὸ θαῦ­μα ἐ­ξε­πλήτ­τε­το, καὶ νε­κροὶ ἀ­νί­σταν­το, καὶ ἡ κτί­σις ἰ­δοῦ­σα συγ­χαί­ρει σοι, καὶ ὁ Ἀ­δὰμ συ­να­γάλ­λε­ται, καὶ κό­σμος Σω­τήρ μου ἀ­νυ­μνεῖ σε ἀ­εί.
Ὁ Οἶ­κος.

Σὺ εἶ τὸ φῶς τῶν ἐ­σκο­τι­σμέ­νων, σὺ εἶ ἡ ἀ­νά­στα­σις πάν­των, καὶ ἡ ζω­ὴ τῶν βρο­τῶν, καὶ πάν­τας συ­να­νέ­στη­σας, τοῦ θα­νά­του τὸ κρά­τος Σω­τὴρ σκυ­λεύ­σας, καὶ τοῦ ᾅ­δου τὰς πύ­λας συν­τρί­ψας Λό­γε, καὶ οἱ θνη­τοὶ κα­τι­δόν­τες τὸ θαῦ­μα ἐ­θαύ­μα­ζον, καὶ πᾶ­σα κτί­σις συγ­χαί­ρει ἐν τῇ σῇ ἀ­να­στά­σει, Φι­λάν­θρω­πε. Δι­ὸ καὶ πάν­τες δο­ξά­ζο­μεν, καὶ ὑ­μνοῦ­μεν τὴν σὴν συγ­κα­τά­βα­σιν, καὶ κό­σμος Σω­τήρ μου ἀ­νυ­μνεῖ σε ἀ­εί.
Κά­θι­σμα ἐκ τοῦ Μη­ναί­ου. Τῶν πα­τέ­ρων.
Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Φω­στῆ­ρες ὑ­πέρ­λαμ­προι, τῆς ἀ­λη­θεί­ας σα­φῶς, τῷ κό­σμῳ ἐ­δεί­χθη­τε, μα­κα­ρι­ώ­τα­τοι, Πα­τέ­ρες θε­ό­φθογ­γοι· τή­ξαν­τες τὰς αἱ­ρέ­σεις, τῶν βλα­σφή­μων γλωσ­σάλ­γων· σβέ­σαν­τες τὰς φλο­γώ­δεις, τῶν δυ­σφή­μων συγ­χύ­σεις· δι­ὸ ὡς Ἱ­ε­ράρ­χαι Χρι­στοῦ, πρε­σβεύ­σα­τε σω­θῆ­ναι ἡ­μᾶς.
Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τα­χὺ ἡ­μᾶς πρό­φθα­σον, Παρ­θε­νο­μῆ­τορ ἁ­γνή· ἐ­χθρῶν ἡ­μᾶς λύ­τρω­σαι, τῶν βλα­σφη­μούν­των εἰς σέ, καὶ μὴ προ­σκυ­νούν­των σε· θραῦ­σον τὰς γλωσ­σαλ­γί­ας, τῶν αἱ­ρέ­σε­ων πά­σας· γνώ­τω­σαν ὅ­τι μό­νη, Θε­ο­μή­τωρ ὑ­πάρ­χεις, πρε­σβεί­αις σου Ὀρ­θο­δό­ξων, τὸ σύ­στη­μα σώ­ζου­σα.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κον­τά­κι­ον καὶ Οἶ­κος τῶν πα­τέ­ρων.
Κον­τά­κι­ον. Ἦ­χος β´. Χει­ρό­γρα­φον εἰ­κό­να.

Ὁ ἐκ Πα­τρὸς ἐ­κλάμ­ψας Υἱ­ὸς ἀῤ­ῥή­τως, ἐκ γυ­ναι­κὸς ἐ­τέ­χθη δι­πλοῦς τῇ φύ­σει· ὃν εἰ­δό­τες, οὐκ ἀρ­νού­με­θα τῆς μορ­φῆς τὸ ἐ­κτύ­πω­μα· αὐ­τὸ δὲ εὐ­σε­βῶς ἀ­νι­στο­ροῦν­τες, σέ­βο­μεν πι­στῶς· καὶ δι­ὰ τοῦ­το τὴν ἀ­λη­θι­νὴν πί­στιν κρα­τοῦ­σα ἡ Ἐκ­κλη­σί­α, ἀ­σπά­ζε­ται τὴν εἰ­κό­να τῆς Χρι­στοῦ ἐ­ναν­θρω­πή­σε­ως.
Ὁ Οἶ­κος.

Θέ­λων ὁ πα­νοι­κτίρ­μων Θε­ὸς ἡ­μᾶς δι­ε­γεί­ρειν ἀ­εί, πρὸς μνή­μην τε­λεί­αν τῆς αὑ­τοῦ ἐ­ναν­θρω­πή­σε­ως, τὴν ὑ­πό­θε­σιν ταύ­την πα­ρέ­δω­κε τοῖς ἀν­θρώ­ποις, δι­ὰ τῆς χρω­μα­τουρ­γί­ας τῶν εἰ­κό­νων, τὴν σε­βά­σμι­ον ἀ­να­τυ­ποῦ­σθαι μορ­φήν· ὅ­πως ταύ­την ἐπ᾿ ὄ­ψε­σιν ὁ­ρῶν­τες, πι­στεύ­ω­μεν, ἅ­περ λό­γῳ ἀ­κη­κό­α­μεν, γνω­ρί­ζον­τες σα­φῶς τὴν πρᾶ­ξιν καὶ τὸ ὄ­νο­μα, τὸ σχῆ­μα καὶ τοὺς ἄ­θλους τῶν Ἁ­γί­ων ἀν­δρῶν· καὶ Χρι­στὸν τὸν στε­φο­δό­την στε­φά­νους πα­ρε­χό­με­νον, τοῖς Ἁ­γί­οις ἀ­θλη­ταῖς τε καὶ μάρ­τυ­σι, δι᾿ ὧν ἄρ­τι τρα­νό­τε­ρον τὴν ἀ­λη­θι­νὴν πί­στιν κρα­τοῦ­σα ἡ Ἐκ­κλη­σί­α, ἀ­σπά­ζε­ται τὴν εἰ­κό­να τῆς Χρι­στοῦ ἐ­ναν­θρω­πή­σε­ως.
Συ­να­ξά­ρι­ον.

Τῇ ΙΔ´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τῶν ἁ­γί­ων Μαρ­τύ­ρων Να­ζα­ρί­ου, Γερ­βα­σί­ου, Προ­τα­σί­ου καὶ Κελ­σί­ου.

Στίχ. Τὸν Να­ζά­ρι­ον καὶ συ­νά­θλους τρεῖς ἅ­μα,
Θε­ῷ προ­σῆ­ξε Να­ζα­ρη­νῷ τὸ ξί­φος.

Σὺν τρι­σὶ Να­ζά­ρι­ος τμή­θη δε­κά­τῃ γε τε­τάρ­τῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Κο­σμᾶ τοῦ Ποι­η­τοῦ, Ἐ­πι­σκό­που Μα­ϊ­ου­μᾶ, τοῦ Ἁ­γι­ο­πο­λί­του.

Στίχ. Ἀ­πῆλ­θε Κο­σμᾶς ἔν­θα πᾶ­σα τερ­πνό­της,
Μέ­λη λι­πὼν τέρ­πον­τα τὴν Ἐκ­κλη­σί­αν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Ἱ­ε­ρο­μάρ­τυ­ρος Σιλ­βα­νοῦ.

Στίχ. Με­τῆλ­θεν αὐ­χὴν Σιλ­βα­νοῦ το­μὸν ξί­φος.
Κἀν­τεῦ­θεν ὤ­φθη Σιλ­βα­νὸς το­μεὺς πλά­νης.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Πέ­τρου τοῦ Αὐ­σε­λά­μου.

Στίχ. Τὸ πῦρ ὑ­πελ­θὼν ἐν­θέ­ῳ ζή­λῳ Πέ­τρος,
Τὸ τῆς πλά­νης πῦρ σβεν­νύ­ει τῆς δυ­σθέ­ου.

Οἱ ἅ­γι­οι Τεσ­σα­ρά­κον­τα Μάρ­τυ­ρες, οἱ ἐξ Αἰ­γύ­πτου καὶ Πα­λαι­στί­νης, ξί­φει τε­λει­οῦν­ται.

Στίχ. Ἤ­νεγ­κε δι­πλῆ μαρ­τύ­ρων εἰ­κὰς ξί­φος
Αἴ­γυ­πτος, οὓς ἤ­νεγ­κε καὶ Πα­λαι­στί­νη.

Μνή­μη τῆς ὁ­σί­ας Μη­τρὸς ἡ­μῶν Πα­ρα­σκευ­ῆς τῆς νέ­ας.

Στίχ. Πα­ρα­σκευ­ὴν ὡς σκεῦ­ος ἐ­κλε­λεγ­μέ­νον,
Χρι­στὸς τί­θη­σιν ἐν τα­μεί­ῳ τοῦ πό­λου.

Μνή­μη τοῦ ἐν ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Ἰ­γνα­τί­ου τοῦ Ἀ­γαλ­λι­α­νοῦ, Ἀρ­χι­ε­πι­σκό­που Μη­θύ­μνης, τοῦ θαυ­μα­τουρ­γοῦ.

Στίχ. Ἁ­γί­ων, Ἰ­γνά­τι­ε, ζη­λώ­σας βί­ον,
Ἁ­γί­ων ἰ­σό­τι­μος ἐν­δί­κως ὤ­φθης.

Ἔ­παι­νον ᾄ­δω ἱ­ε­ρῷ Ἰ­γνα­τί­ῳ,
ἀνθ᾿ ὧν ἐς ἀ­εὶ τοῖς ἅ­πα­σιν ἀ­ρή­γει.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου πα­τρὸς ἡ­μῶν Πα­χω­μί­ου, τοῦ ἐν ἐ­σχά­τοις τοῖς χρό­νοις δι­α­λάμ­ψαν­τος ἐν Χί­ῳ.

Στίχ. Ὡς ἄλ­λος υ­ψί­κο­μος φοῖ­νιξ ἐν Χί­ῳ,
ἤν­θη­σεν ἄρ­τι Πα­χώ­μι­ος ὁ νέ­ος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ἀ­νά­μνη­σις τῆς πα­ρα­δό­ξου σω­τη­ρί­ας τὴν ὁ­ποί­αν ἐ­τέ­λε­σε ἐν τῇ Νή­σῳ τῆς Χί­ου, ἡ Ἁ­γί­α καὶ ἔν­δο­ξος Ὁ­σι­ο­μάρ­τυς Πα­ρα­σκευ­ὴ χα­λι­νώ­σα­σα τὴν ὁρ­μὴν τῆς θα­λάσ­σης, καὶ εἰς τὰ ὀ­πί­σω αὐ­τὴν ἀ­πο­στρέ­ψα­σα, ἥ­τις ὡς ἐ­φά­νη ὥρ­μη­σεν ὑ­πὸ θε­ϊ­κῆς ὀρ­γῆς, δι­ὰ νὰ κα­τα­πον­τί­σῃ τὴν χώ­ραν ὅ­λην.

Στίχ. Παρασκευὴ μέγιστον ἔδειξε θαῦμα,
σώσασα Χίον ἀπὸ ὁρμῆς θαλάσσης.

T­ῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Ἱ­ε­ρο­μάρ­τυ­ρος Θε­ρά­πον­τος τοῦ θαυ­μα­τουρ­γοῦ, ὅ­στις καὶ μι­ᾶς τι­νος Ἐκ­κλη­σί­ας τῶν κα­τὰ Κύ­προν κει­μέ­νων Ἐ­πί­σκο­πος ἐ­χρη­μά­τι­σε.

Στίχ. Σπέν­δεις Θε­ῷ, Θε­ρά­πον, θερ­μῷ τῷ πό­θῳ,
Θερ­μοὺς στα­λαγ­μοὺς αἱ­μά­των αὐ­χέ­νος.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ Ὁ­σί­ου Νι­κο­λά­ου τοῦ ἁ­πλοῦ, Δου­κὸς Τζερ­νη­γο­βί­ας τοῦ ἐν τῇ Λαύ­ρᾳ τῶν Σπη­λαί­ων τοῦ Κι­έ­βου ἀ­σκή­σαν­τος.

Στίχ. Ἀ­γά­πῃ Χρι­στοῦ προ­κρί­νας τὴν σι­σύ­ραν,
Νι­κό­λα­ος ἀ­φεί­λε­το ἁ­λουρ­γί­δα.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Γερ­βα­σί­ου τοῦ Κα­ρα­καλ­λη­νοῦ, τοῦ ἐκ Γο­μα­τί­ου, καὶ δι­ὰ Χρι­στὸν σα­λοῦ.

Στίχ. Γέ­ρας ἐ­δεί­χθης τῆς Μο­νῆς Κα­ρα­κάλ­λου,
Γερ­βά­σι­ε, σα­λοῦ ὑ­πεν­δὺς μω­ρί­αν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, δευ­τέ­ρᾳ Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου, μνή­μην ἐ­πι­τε­λοῦ­μεν τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Ματ­θαί­ου τοῦ Ἀ­κτή­μο­νος, τοῦ ἐν Σι­νᾷ δι­α­λάμ­ψαν­τος, ἐκ Σι­κυ­ῶ­νος δὲ κα­τα­γο­μέ­νου, ἤ­τοι ἐκ τῆς κώ­μης τῆς νῦν ἐ­πι­λε­γο­μέ­νης Βα­σι­λι­κὸν Κο­ριν­θί­ας.

Στίχ. Μύ­ρῳ τι­μαλ­φεῖ, Ματ­θαῖ­ε, ἀ­κτη­σί­ας,
Μέ­το­χος ὤ­φθης τῆς Μω­σέ­ως εὐ­κλεί­ας.

Τῇ δευ­τέ­ρᾳ ὡ­σαύ­τως Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου, Πα­νή­γυ­ρις ἐ­ξαί­ρε­τος ἐν Ναυ­πά­κτῳ τε­λεῖ­ται εἰς εὐ­γνώ­μο­να τι­μὴν τῆς Ὑ­περ­μά­χου Στρα­τη­γοῦ, Θε­ο­τό­κου Μα­ρί­ας, τῆς ἐ­πι­λε­γο­μέ­νης Ναυ­πα­κτι­ω­τίσ­σης, ὡς προ­ξε­νη­σά­σης με­γί­στην σω­τη­ρί­αν τῇ πό­λει ταύ­τῃ καὶ τῷ Γέ­νει τῶν Χρι­στι­α­νῶν, ἐν ἔ­τει ͵αφοα´ (1571).

Στίχ. Ναυ­πα­κτί­ων παῖ­δες τῆς Ἁ­γνῆς εἰ­κό­νι,
Προ­στρέ­χον­τες πό­νων λυ­τροῦν­ται παν­τοί­ων.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, Κυ­ρι­α­κῇ με­τὰ τὴν ἑν­δε­κά­την Ὀ­κτω­βρί­ου, μνή­μην ἐ­πι­τε­λοῦ­μεν τῶν Ἁ­γί­ων καὶ μα­κα­ρί­ων τρι­α­κο­σί­ων καὶ πεν­τή­κον­τα Πα­τέ­ρων, τῶν ἐν Νι­κα­ί­ᾳ συ­νελ­θόν­των τὸ δε­ύ­τε­ρον, ἐ­πὶ τῶν εὐ­σε­βῶν καὶ φι­λο­χρί­στων Βα­σι­λέ­ων, Κων­σταν­τί­νου καὶ Εἰ­ρή­νης, κα­τὰ τῶν δυσ­σε­βῶς καὶ ἀ­μα­θῶς καὶ ἀ­πε­ρι­σκέ­πτως τὴν Ἐκ­κλη­σί­αν τοῦ Θε­οῦ εἰ­δω­λο­λα­τρεῖν εἰ­πόν­των, καὶ τὰς σε­πτὰς καὶ ἁ­γί­ας εἰ­κό­νας δι­α­βα­λόν­των καὶ κα­θαι­ρε­σάν­των, οἵ­τι­νες Πα­τέ­ρες τὴν Ἑ­βδό­μην Οἰ­κου­με­νι­κὴν Σύ­νο­δον συ­νε­κρό­τη­σαν.

Στί­χ. Ὑ­πέρ­μα­χοι σοί, τοῖς λό­γων ὅ­πλοις, Λόγε,
Ἐ­χθροὺς τρο­ποῦν­ται τῶν σε­βα­στῶν εἰ­κό­νων.

Ταῖς τῶν ἁ­γί­ων Πα­τέ­ρων πρε­σβεί­αις, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θε­ο­τό­κου.
Ψάλ­λον­ται ἀ­πὸ τῆς 22ας Σε­πτεμ­βρί­ου μέ­χρι τῆς 7ης Νο­εμ­βρί­ου, ἀ­πὸ τῆς 10ης Φε­βρου­α­ρί­ου μέ­χρι τῆς ἐ­νάρ­ξε­ως τοῦ Τρι­ῳ­δί­ου, τῇ Β´, Δ´ καὶ Ε´ Κυ­ρι­α­κῇ τῶν νη­στει­ῶν καὶ ἀ­πὸ τῆς Κυ­ρι­α­κῆς τῶν ἁ­γί­ων Πάν­των μέ­χρι τῆς 26ης Ἰ­ου­λί­ου.
ᾨ­δὴ α´. Ἦ­χος δ´.

Ἀ­νοί­ξω τὸ στό­μα μου * καὶ πλη­ρω­θή­σε­ται Πνεύ­μα­τος * καὶ λό­γον ἐ­ρεύ­ξο­μαι * τῇ βα­σι­λί­δι Μη­τρί· * καὶ ὀ­φθή­σο­μαι * φαι­δρῶς πα­νη­γυ­ρί­ζων * καὶ ᾄ­σω γη­θό­με­νος * ταύ­της τὰ θαύ­μα­τα.
ᾨ­δὴ γ´.

Τοὺς σοὺς ὑ­μνο­λό­γους, Θε­ο­τό­κε, * ἡ ζῶ­σα καὶ ἄ­φθο­νος πη­γή, * θί­α­σον συγ­κρο­τή­σαν­τας * πνευ­μα­τι­κόν, στε­ρέ­ω­σον· * καὶ ἐν τῇ θεί­ᾳ δό­ξῃ σου * στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον.
ᾨ­δὴ δ´.

Τὴν ἀ­νε­ξι­χνί­α­στον θεί­αν βου­λὴν * τῆς ἐκ τῆς Παρ­θέ­νου σαρ­κώ­σε­ως * σοῦ τοῦ ὑ­ψί­στου * ὁ προ­φή­της Ἀβ­βα­κοὺμ * κα­τα­νο­ῶν ἐ­κραύ­γα­ζε· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.
ᾨ­δὴ ε´.

Ἐ­ξέ­στη τὰ σύμ­παν­τα * ἐ­πὶ τῇ θεί­ᾳ δό­ξῃ σου· * σὺ γάρ, ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, * ἔ­σχες ἐν μή­τρᾳ * τὸν ἐ­πὶ πάν­των Θε­ὸν * καὶ τέ­το­κας ἄ­χρο­νον Υἱ­όν, * πᾶ­σι τοῖς ὑ­μνοῦ­σί σε * σω­τη­ρί­αν βρα­βεύ­ον­τα.
ᾨ­δὴ ς´.

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον * τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες * τῆς Θε­ο­μή­το­ρος * δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, * τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα * Θε­ὸν δο­ξά­ζον­τες.
ᾨ­δὴ ζ´.

Οὐκ ἐ­λά­τρευ­σαν * τῇ κτί­σει οἱ θε­ό­φρο­νες * πα­ρὰ τὸν κτί­σαν­τα· * ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως πα­τή­σαν­τες * χαί­ρον­τες ἔ­ψαλ­λον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ός, εὐ­λο­γη­τὸς εἶ.
ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ * ὁ τό­κος τῆς Θε­ο­τό­κου δι­ε­σώ­σα­το, * τό­τε μὲν τυ­πού­με­νος· * νῦν δὲ ἐ­νερ­γού­με­νος * τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν * ἀ­γεί­ρει ψάλ­λου­σαν· * Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.
* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...

Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ...
Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

Ἅ­πας γη­γε­νὴς * σκιρ­τά­τω τῷ πνεύ­μα­τι * λαμ­πα­δου­χού­με­νος· * πα­νη­γυ­ρι­ζέ­τω δὲ * ἀ­ΰ­λων νό­ων * φύ­σις, γε­ραί­ρου­σα * τὴν ἱ­ε­ρὰν πα­νή­γυ­ριν * τῆς Θε­ο­μή­το­ρος, * καὶ βο­ά­τω· * Χαί­ροις, παμ­μα­κά­ρι­στε * Θε­ο­τό­κε ἁ­γνή, ἀ­ει­πάρ­θε­νε.
Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦ­χος β´.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

Ἅ­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. Ὑ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, … ὅ­τι ἅ­γι­ός ἐ­στιν.
Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Η´.

Δύ­ο Ἀγ­γέ­λους βλέ­ψα­σα, ἔν­δο­θεν τοῦ μνη­μεί­ου, Μα­ρί­α ἐ­ξε­πλήτ­τε­το, καὶ Χρι­στὸν ἀ­γνο­οῦ­σα, ὡς κη­που­ρὸν ἐ­πη­ρώ­τα· Κύ­ρι­ε ποῦ τὸ σῶ­μα, τοῦ Ἰ­η­σοῦ μου τέ­θει­κας; κλή­σει δὲ τοῦ­τον γνοῦ­σα, εἶ­ναι αὐ­τόν, τὸν Σω­τῆ­ρα ἤ­κου­σε· Μή μου ἅ­πτου, πρὸς τὸν Πα­τέ­ρα ἄ­πει­μι, εἰ­πὲ τοῖς ἀ­δελ­φοῖς μου.
Καὶ τοῦ Μη­ναί­ου. Ἐν Πνεύ­μα­τι τῷ Ἱ­ε­ρῷ.

Πα­τέ­ρες οὐ­ρα­νό­φρο­νες, οἱ Συ­νό­δῳ ἑ­βδό­μῃ, συ­να­θροι­σθέν­τες δέ­η­σιν, ἐ­κτε­νῆ τῇ Τρι­ά­δι, προ­σά­ξα­τε τοῦ ῥυ­σθῆ­ναι, ἐκ πά­σης αἱ­ρέ­σε­ως, καὶ κρί­σε­ως αἰ­ω­νί­ου, βα­σι­λεί­ας τε τυ­χεῖν, οὐ­ρα­νῶν τοὺς τὴν ὑ­μῶν, σύ­να­ξιν θεί­αν ὑ­μνοῦν­τας.
Θε­ο­το­κί­ον, ὅ­μοι­ον.

Πρε­σβεί­αις ὑ­πε­ρά­γα­θε, Κύ­ρι­ε τῆς Μη­τρός σου, καὶ τῶν ἐν ἑ­πτὰ Συ­νό­δοις, ἀ­θροι­σθέν­των Πα­τέ­ρων, τὴν Ἐκ­κλη­σί­αν στή­ρι­ξον, καὶ τὴν πί­στιν κρά­τυ­νον· καὶ οὐ­ρα­νῶν Βα­σι­λεί­ας, δεῖ­ξον πάν­τας κοι­νω­νούς, ὅ­ταν ἔλ­θῃς ἐ­πὶ γῆς, τοῦ κρῖ­ναι πᾶ­σαν τὴν κτί­σιν.
* * *
ΑΙΝΟΙ
Ἦ­χος β´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.
Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´) καί·
Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα. Ἦ­χος β´.

Στίχ. α´. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Πᾶ­σα πνο­ὴ καὶ πᾶ­σα κτί­σις, σὲ δο­ξά­ζει Κύ­ρι­ε, ὅ­τι δι­ὰ τοῦ Σταυ­ροῦ τὸν θά­να­τον κα­τήρ­γη­σας, ἵ­να δεί­ξῃς τοῖς λα­οῖς, τὴν ἐκ νε­κρῶν σου ἀ­νά­στα­σιν, ὡς μό­νος φι­λάν­θρω­πος.

Στίχ. β´. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Εἰ­πά­τω­σαν Ἰ­ου­δαῖ­οι, πῶς οἱ στρα­τι­ῶ­ται ἀ­πώ­λε­σαν, τη­ροῦν­τες τὸν Βα­σι­λέ­α; Δι­α­τί γὰρ ὁ λί­θος οὐκ ἐ­φύ­λα­ξε τὴν πέ­τραν τῆς ζω­ῆς; ἢ τὸν τα­φέν­τα δό­τω­σαν, ἢ ἀ­να­στάν­τα προ­σκυ­νεί­τω­σαν, λέ­γον­τες σὺν ἡ­μῖν· Δό­ξα τῷ πλή­θει τῶν οἰ­κτιρ­μῶν σου, Σω­τὴρ ἡ­μῶν δό­ξα σοι.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Χαί­ρε­τε λα­οί, καὶ ἀ­γαλ­λι­ᾶ­σθε. Ἄγ­γε­λος ἐ­κά­θι­σεν εἰς τὸν λί­θον τοῦ μνή­μα­τος· αὐ­τὸς ἡ­μᾶς εὐ­ηγ­γε­λί­σα­το εἰ­πών· Χρι­στὸς ἀ­νέ­στη ἐκ νε­κρῶν, ὁ Σω­τὴρ τοῦ κό­σμου, καὶ ἐ­πλή­ρω­σε τὰ σύμ­παν­τα εὐ­ω­δί­ας. Χαί­ρε­τε λα­οί, καὶ ἀ­γαλ­λι­ᾶ­σθε.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Ἄγ­γε­λος μὲν τὸ Χαῖ­ρε, πρὸ τῆς σῆς συλ­λή­ψε­ως Κύ­ρι­ε, τῇ Κε­χα­ρι­τω­μέ­νῃ ἐ­κό­μι­σεν· Ἄγ­γε­λος δὲ τὸν λί­θον τοῦ ἐν­δό­ξου σου μνή­μα­τος, ἐν τῇ σῇ ἀ­να­στά­σει ἐ­κύ­λι­σεν. Ὁ μέν, ἀν­τὶ τῆς λύ­πης, εὐ­φρο­σύ­νης σύμ­βο­λα μη­νύ­ων, ὁ δέ, ἀν­τὶ θα­νά­του, Δε­σπό­την ζω­ο­δό­την κη­ρύτ­των ἡ­μῖν. Δι­ὸ βο­ῶ­μέν σοι· Εὐ­ερ­γέ­τα τῶν ἁ­πάν­των Κύ­ρι­ε δό­ξα σοι.
Στι­χη­ρὰ προ­σό­μοι­α τῶν πα­τέ­ρων.
Ἦ­χος πλ. β´. Ὅ­λην ἀ­πο­θέ­με­νοι.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Ὅ­λην συγ­κρο­τή­σαν­τες, τὴν τῆς ψυ­χῆς ἐ­πι­στή­μην, καὶ τῷ Θεί­ῳ Πνεύ­μα­τι, συν­δι­α­σκε­ψά­με­νοι τὸ οὐ­ρά­νι­ον, καὶ σε­πτὸν Σύμ­βο­λον, οἱ σε­πτοὶ Πα­τέ­ρες, θε­ο­γρά­φως δι­ε­χά­ρα­ξαν· ἐν ᾧ σα­φέ­στα­τα, τῷ γε­γεν­νη­κό­τι συ­νά­ναρ­χον, τὸν Λό­γον ἐκ­δι­δά­σκου­σι, καὶ πα­να­λη­θῶς ὁ­μο­ού­σι­ον, ταῖς τῶν Ἀ­πο­στό­λων, ἑ­πό­με­νοι προ­δή­λως δι­δα­χαῖς, οἱ εὐ­κλε­εῖς καὶ πα­νόλ­βι­οι, ὄν­τως καὶ θε­ό­φρο­νες.

Στίχ. Ϛ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Ὅ­λην συγ­κρο­τή­σαν­τες, …

Στίχ. ζ´. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας.

Ὅ­λην εἰσ­δε­ξά­με­νοι, τὴν νο­η­τὴν λαμ­πη­δό­να, τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, τὸ ὑ­περ­φυ­έ­στα­τον χρη­σμο­λό­γη­μα, τὸ βρα­χὺ ῥή­μα­τι, καὶ πολ­λῇ συ­νέ­σει, θε­ο­πνεύ­στως ἀ­πε­φθέγ­ξαν­το, οἱ χρι­στο­κή­ρυ­κες, εὐ­αγ­γε­λι­κῶν προ­ϊ­στά­με­νοι, δογ­μά­των οἱ μα­κά­ρι­οι, καὶ τῶν εὐ­σε­βῶν πα­ρα­δό­σε­ων, ἄ­νω­θεν λα­βόν­τες, τὴν τού­των ἀ­πο­κά­λυ­ψιν σα­φῶς, καὶ φω­τι­σθέν­τες ἐ­ξέ­θεν­το, πί­στιν θε­ο­δί­δα­κτον.

Στίχ. η´. Συ­να­γά­γε­τε αὐ­τῷ τοὺς ὁ­σί­ους αὐ­τοῦ, τοὺς δι­α­τι­θε­μέ­νους τὴν δι­α­θή­κην αὐ­τοῦ ἐ­πὶ θυ­σί­αις.

Ὅ­λην συλ­λε­ξά­με­νοι, ποι­μαν­τι­κὴν ἐμ­πει­ρί­αν, καὶ θυ­μὸν κι­νή­σαν­τες, νῦν τὸν δι­και­ό­τα­τον ἐν­δι­κώ­τα­τα, τοὺς βα­ρεῖς ἤ­λα­σαν, καὶ λυ­μώ­δεις λύ­κους, τῇ σφεν­δό­νῃ τῇ τοῦ Πνεύ­μα­τος, ἐκ­σφεν­δο­νή­σαν­τες, τοῦ τῆς Ἐκ­κλη­σί­ας πλη­ρώ­μα­τος, πε­σόν­τας ὡς πρὸς θά­να­τον, καὶ ὡς ἀ­νι­ά­τως νο­σή­σαν­τας, οἱ θεῖ­οι Ποι­μέ­νες, ὡς δοῦ­λοι γνη­σι­ώ­τα­τοι Χρι­στοῦ, καὶ τοῦ ἐν­θέ­ου κη­ρύγ­μα­τος, μύ­σται ἱ­ε­ρώ­τα­τοι.
Δό­ξα. Τῶν πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

Τῶν ἁ­γί­ων Πα­τέ­ρων ὁ χο­ρός, ἐκ τῶν τῆς οἰ­κου­μέ­νης πε­ρά­των συν­δρα­μών, Πα­τρὸς καὶ Υἱ­οῦ καὶ Πνεύ­μα­τος Ἁ­γί­ου, μί­αν οὐ­σί­αν ἐ­δογ­μά­τι­σε καὶ φύ­σιν· καὶ τὸ μυ­στή­ρι­ον τῆς θε­ο­λο­γί­ας, τρα­νῶς πα­ρέ­δω­κε τῇ Ἐκ­κλη­σί­ᾳ. Οὓς εὐ­φη­μοῦν­τες ἐν πί­στει, μα­κα­ρί­σω­μεν λέ­γον­τες· Ὦ θεί­α πα­ρεμ­βο­λή, θε­η­γό­ροι ὁ­πλῖ­ται, πα­ρα­τά­ξε­ως Κυ­ρί­ου· ἀ­στέ­ρες πο­λύ­φω­τοι, τοῦ νο­η­τοῦ στε­ρε­ώ­μα­τος· τῆς μυ­στι­κῆς Σι­ών, οἱ ἀ­κα­θαί­ρε­τοι πύρ­γοι· τὰ μυ­ρί­πνο­α ἄν­θη τοῦ Πα­ρα­δεί­σου· τὰ πάγ­χρυ­σα στό­μα­τα τοῦ Λό­γου· Νι­καί­ας τὸ καύ­χη­μα, οἰ­κου­μέ­νης ἀ­γλά­ϊ­σμα, ἐ­κτε­νῶς πρε­σβεύ­σα­τε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.
Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.
* * *
Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ πά­λιν ἰ­σχυ­ρο­τέ­ρᾳ φω­νῇ·

Ἅ­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.
Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος δ´.

Σή­με­ρον σω­τη­ρί­α τῷ κό­σμῳ γέ­γο­νεν· * ᾄ­σω­μεν τῷ ἀ­να­στάν­τι ἐκ τά­φου * καὶ ἀρ­χη­γῷ τῆς ζω­ῆς ἡ­μῶν· * κα­θε­λὼν γὰρ τῷ θα­νά­τῳ τὸν θά­να­τον * τὸ νῖ­κος ἔ­δω­κεν ἡ­μῖν * καὶ τὸ μέ­γα ἔ­λε­ος.
Εἰς τὴν Α´ Ὥ­ραν. Ἑ­ωθινὸν Η´. Ἦ­χος πλ. δ´.

Τὰ τῆς Μα­ρί­ας δά­κρυ­α, οὐ μά­την χεῖν­ται θερ­μῶς· ἰ­δοὺ γὰρ κα­τη­ξί­ω­ται, καὶ δι­δα­σκόν­των Ἀγ­γέ­λων, καὶ τῆς ὄ­ψε­ως τῆς σῆς, ὦ Ἰ­η­σοῦ· ἀλλ᾿ ἔ­τι πρό­σγει­α φρο­νεῖ, οἷ­α γυ­νὴ ἀ­σθε­νής· δι­ὸ καὶ ἀ­πο­πέμ­πε­ται, μὴ προσ­ψαῦ­σαί σοι Χρι­στέ. Ἀλλ᾿ ὅ­μως κή­ρυξ πέμ­πε­ται, τοῖς σοῖς Μα­θη­ταῖς, οἷς εὐ­αγ­γέ­λι­α ἔ­φη­σε, τὴν πρὸς τὸν πα­τρῷ­ον κλῆ­ρον ἄ­νο­δον ἀ­παγ­γέλ­λου­σα. Μεθ᾿ ἧς ἀ­ξί­ω­σον καὶ ἡ­μᾶς, τῆς ἐμ­φα­νεί­ας σου, Δέ­σπο­τα Κύ­ρι­ε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…
Τὰ τυ­πι­κά, οἱ μα­κα­ρι­σμοὶ τοῦ ἤ­χου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠ­δῆς τοῦ κα­νό­νος τῶν πα­τέ­ρων.
Εἰ δὲ μή, τὰ Ἀν­τί­φω­να.
Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.

Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. γ´. Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Στίχ. δ´. Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...

Δό­ξα. Καὶ νῦν.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου...
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι σὸν τὸ κρά­τος...
Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.

Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύ­ρι­ον τὸν Θε­ὸν αὐ­τοῦ.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. γ´. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Στίχ. δ´. Βα­σι­λεύ­σει Κύ­ρι­ος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ...

Δό­ξα. Καὶ νῦν.

Ὁ μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.
Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος...
Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰ­σο­δι­κόν. Ἦ­χος β´.
(Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, ψάλ­λον­τάς σοι, Ἀλ­λη­λού­ϊ­α.
* * *
Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)
Τῶν πα­τέ­ρων.
Εἶ­τα τὸ τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ.
Κον­τά­κι­ον τῆς Θεοτόκου. Ἦχος β´.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων, ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Προ­στα­σί­α * τῶν Χρι­στι­α­νῶν ἀ­κα­ταί­σχυν­τε, * με­σι­τεί­α * πρὸς τὸν ποι­η­τὴν ἀ­με­τά­θε­τε, * μὴ πα­ρί­δῃς * ἁ­μαρ­τω­λῶν δε­ή­σε­ων φω­νάς, * ἀλ­λὰ πρό­φθα­σον ὡς ἀ­γα­θὴ * εἰς τὴν βο­ή­θει­αν ἡ­μῶν, * τῶν πι­στῶς κραυ­γα­ζόν­των σοι· * Τά­χυ­νον εἰς πρε­σβεί­αν * καὶ σπεῦ­σον εἰς ἱ­κε­σί­αν, * ἡ προ­στα­τεύ­ου­σα ἀ­εί, * Θε­ο­τό­κε, τῶν τι­μών­των σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυ­ρι­α­κῆς τῶν πα­τέ­ρων
(μετὰ τοῦ προκειμένου αὐτοῦ).
Προ­κεί­με­νον. Ἦ­χος δ´. Ὕ­μνος Τρι­ῶν Παί­δων (Δα­νι­ὴλ γ´). [Προσευχὴ Ἀζαρίου]

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας.

Στίχ. Ὅ­τι δί­και­ος εἶ ἐ­πὶ πᾶ­σιν, οἷς ἐ­ποί­η­σας ἡ­μῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου.

Πρὸς Τί­τον Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
(Τίτ. γ´ 8-15)

Τέ­κνον Τί­τε, πι­στὸς ὁ λό­γος· καὶ πε­ρὶ τού­των βού­λο­μαί σε δι­α­βε­βαι­οῦ­σθαι, ἵ­να φρον­τί­ζω­σι κα­λῶν ἔρ­γων προ­ΐ­στα­σθαι οἱ πε­πι­στευ­κό­τες τῷ Θε­ῷ. Ταῦ­τά ἐ­στι τὰ κα­λὰ καὶ ὠ­φέ­λι­μα τοῖς ἀν­θρώ­ποις· μω­ρὰς δὲ ζη­τή­σεις καὶ γε­νε­α­λο­γί­ας καὶ ἔ­ρεις καὶ μά­χας νο­μι­κὰς πε­ρι­ί­στα­σο· εἰ­σὶ γὰρ ἀ­νω­φε­λεῖς καὶ μά­ται­οι. Αἱ­ρε­τι­κὸν ἄν­θρω­πον με­τὰ μί­αν καὶ δευ­τέ­ραν νου­θε­σί­αν πα­ραι­τοῦ, εἰ­δὼς ὅ­τι ἐ­ξέ­στρα­πται ὁ τοι­οῦ­τος καὶ ἁ­μαρ­τά­νει ὢν αὐ­το­κα­τά­κρι­τος. Ὅ­ταν πέμ­ψω Ἀρ­τε­μᾶν πρός σε ἢ Τυ­χι­κόν, σπού­δα­σον ἐλ­θεῖν πρός με εἰς Νι­κό­πο­λιν· ἐ­κεῖ γὰρ κέ­κρι­κα πα­ρα­χει­μά­σαι. Ζη­νᾶν τὸν νο­μι­κὸν καὶ Ἀ­πολ­λὼ σπου­δαί­ως πρό­πεμ­ψον, ἵ­να μη­δὲν αὐ­τοῖς λεί­πῃ. Μαν­θα­νέ­τω­σαν δὲ καὶ οἱ ἡ­μέ­τε­ροι κα­λῶν ἔρ­γων προ­ΐ­στα­σθαι εἰς τὰς ἀ­ναγ­καί­ας χρεί­ας, ἵ­να μὴ ὦ­σιν ἄ­καρ­ποι. Ἀ­σπά­ζον­ταί σε οἱ μετ᾿ ἐ­μοῦ πάν­τες. Ἄ­σπα­σαι τοὺς φι­λοῦν­τας ἡ­μᾶς ἐν πί­στει. Ἡ χά­ρις με­τὰ πάν­των ὑ­μῶν· ἀ­μήν.
Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.
Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος β´. (Ψαλ­μὸς ιθ´).

Στίχ. Ἐ­πα­κού­σαι σου Κύ­ρι­ος ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ως, ὑ­πε­ρα­σπί­σαι σου τὸ ὄ­νο­μα τοῦ Θε­οῦ Ἰ­α­κώβ.

Κύ­ρι­ε, σῶ­σον τὸν βα­σι­λέ­α, καὶ ἐ­πά­κου­σον ἡ­μῶν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυ­ρι­α­κῆς Δ´ Λου­κᾶ.
Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (η´ 5-15).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την· Ἐ­ξῆλ­θεν ὁ σπεί­ρων τοῦ σπεῖ­ραι τὸν σπό­ρον αὐ­τοῦ. καὶ ἐν τῷ σπεί­ρειν αὐ­τὸν ὃ μὲν ἔ­πε­σε πα­ρὰ τὴν ὁ­δόν, καὶ κα­τε­πα­τή­θη, καὶ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τέ­φα­γεν αὐ­τό· καὶ ἕ­τε­ρον ἔ­πε­σεν ἐ­πὶ τὴν πέ­τραν, καὶ φυ­ὲν ἐ­ξη­ράν­θη δι­ὰ τὸ μὴ ἔ­χειν ἰ­κμά­δα· καὶ ἕ­τε­ρον ἔ­πε­σεν ἐν μέ­σῳ τῶν ἀ­καν­θῶν, καὶ συμ­φυ­εῖ­σαι αἱ ἄ­καν­θαι ἀ­πέ­πνι­ξαν αὐ­τό. Καὶ ἕ­τε­ρον ἔ­πε­σεν εἰς τὴν γῆν τὴν ἀ­γα­θήν, καὶ φυ­ὲν ἐ­ποί­η­σε καρ­πὸν ἑ­κα­τον­τα­πλα­σί­ο­να. ταῦ­τα λέ­γων ἐ­φώ­νει· Ὁ ἔ­χων ὦ­τα ἀ­κού­ειν ἀ­κου­έ­τω. Ἐ­πη­ρώ­των δὲ αὐ­τὸν οἱ μα­θη­ταὶ αὐ­τοῦ λέ­γον­τες· Τίς εἴ­η ἡ πα­ρα­βο­λή αὕ­τη; Ὁ δὲ εἶ­πεν· Ὑ­μῖν δέ­δο­ται γνῶ­ναι τὰ μυ­στή­ρι­α τῆς βα­σι­λεί­ας τοῦ Θε­οῦ, τοῖς δὲ λοι­ποῖς ἐν πα­ρα­βο­λαῖς, ἵ­να βλέ­πον­τες μὴ βλέ­πω­σι καὶ ἀ­κού­ον­τες μὴ συ­νι­ῶ­σιν. Ἔ­στι δὲ αὕ­τη ἡ πα­ρα­βο­λή· ὁ σπό­ρος ἐ­στὶν ὁ λό­γος τοῦ Θε­οῦ· οἱ δὲ πα­ρὰ τὴν ὁ­δόν εἰ­σιν οἱ ἀ­κού­σαν­τες, εἶ­τα ἔρ­χε­ται ὁ δι­ά­βο­λος καὶ αἴ­ρει τὸν λό­γον ἀ­πὸ τῆς καρ­δί­ας αὐ­τῶν, ἵ­να μὴ πι­στεύ­σαν­τες σω­θῶ­σιν. Οἱ δὲ ἐ­πὶ τῆς πέ­τρας οἳ ὅ­ταν ἀ­κού­σω­σι, με­τὰ χα­ρᾶς δέ­χον­ται τὸν λό­γον, καὶ οὗ­τοι ῥί­ζαν οὐκ ἔ­χου­σιν, οἳ πρὸς και­ρὸν πι­στεύ­ου­σι καὶ ἐν και­ρῷ πει­ρα­σμοῦ ἀ­φί­σταν­ται. Τὸ δὲ εἰς τὰς ἀ­κάν­θας πε­σόν, οὗ­τοί εἰ­σιν οἱ ἀ­κού­σαν­τες, καὶ ὑ­πὸ με­ρι­μνῶν καὶ πλού­του καὶ ἡ­δο­νῶν τοῦ βί­ου πο­ρευ­ό­με­νοι συμ­πνί­γον­ται καὶ οὐ τε­λε­σφο­ροῦ­σι. Τὸ δὲ ἐν τῇ κα­λῇ γῇ, οὗ­τοί εἰ­σιν οἵ­τι­νες ἐν καρ­δί­ᾳ κα­λῇ καὶ ἀ­γα­θῇ ἀ­κού­σαν­τες τὸν λό­γον κα­τέ­χου­σι καὶ καρ­πο­φο­ροῦ­σιν ἐν ὑ­πο­μο­νῇ. Ὁ ἔ­χων ὦ­τα ἀ­κού­ειν ἀ­κου­έ­τω.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Καὶ γί­νε­ται τὸ κή­ρυγ­μα τοῦ θεί­ου λό­γου.
* * *
Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου.
* * *
Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.
* * *
Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῆ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.
Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…
Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.
Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)

Ἀ­πό­λυ­σις· Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν...

Δι᾿ εὐ­χῶν... Ἀ­μήν.

Πηγή εδώ
Related Posts Plugin for WordPress, Blogger...