ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦ χος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνά μην αὐτούς.

Στίχ. γ´. Παρὰ Κυρίου ἐ γένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος α´.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Δόξα. Τῶν Μαρτύρων.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος α´.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ᾿ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος α´.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος α´.
Ἀντίφωνον Α´.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τριαδικῇ μονοκρατορίᾳ.
Ἀντίφωνον Β´.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ´.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.
Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ᾿ οὐ προσώποις.
Προκείμενον. Ψαλμὸς ια´ (11).
Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς)
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.
Νῦν ἀναστήσομαι, λέγει Κύριος...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Ζ´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 1-10).
Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ἦχος α´. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ᾿ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Νέκρωσιν ὑπέστη δι᾿ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
Καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς· Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω. Ποίημα Θεοφάνους.
Ἦχος α´. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπρεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ᾿ οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε.

Ἐπὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ᾿ ἀσφαλοῦς ἐρηρεισμένοι πίστεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.
Δόξα.
Ῥήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι.
Καὶ νῦν. Θεοτοκίον.
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος α´. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίασας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
Καὶ τῶν Ἁγίων. Ἦχος α´. Ὁ μόνος εἰδώς.

Ὁ μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στεῤῥοῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιώτας μακάριοι.

Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἐβδελύξασθε πόθῳ τοῦ κτίσαντος.
Δόξα.
Ἀχράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν καὶ θλίψεων, Ἀθλοφόροι Κυρίου λυτρώσασθε.
Καὶ νῦν. Θεοτοκίον.
Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε· ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, ἁγνὴ καθ᾿ ὑπόστασιν, ὑπὲρ φύσιν καὶ λόγον ἐκύησας.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μηναίου. Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ τῆς πίστεως ἄνθη τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν, ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν τὰς πύλας φθάσω, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαί σε δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ μέγα ἔλεος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός.
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.
Ὁ Οἶκος.
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ᾿ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν.
Συναξάριον.
Τῇ Ζ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἁγίων μεγάλων Μαρτύρων, Σεργίου καὶ Βάκχου.
Στίχ. Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν,
Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία.
Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου.
Στίχ. Σάκκῳ δοθεῖσι καὶ βυθῷ, Θεὸς Λόγος,
Διττοῖς ἀθληταῖς, σάκκον εἰς χαρὰν στρέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Πολυχρονίου.
Στίχ. Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη,
Πρὸς τὰ ξίφη δέ, λήψεται καὶ τὰ γέρα.
Ὁ ἅγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Λιπὼν ὁ Λεόντιος ἀρχὴν τὴν κάτω,
Εἰρηνικῶς ἐφεῦρε τιμὴν τὴν ἄνω.
Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται.
Στίχ. Εὐσέβιος, Φῆλίξ τε Μαρτύρων χάριν,
Διὰ ξίφους εὕραντο Μαρτύρων χάριν.
Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα Πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτῃ ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται. Μετ᾿ αὐτῶν συμμετρᾶται ὁ Ὅσιος Ἰωάννης ὁ Ἐρημίτης.
Στίχ. Τέλος εἴληφαν οἱ Πατέρες ἐν Κρήτῃ
ἀστέρες λάμψαντες ἐν τῇ ἐρήμῳ.
Δεῦτε πρὸς ἡμᾶς, εἰς τὰ τερπνὰ τοῦ πόλου,
Τῶν πατέρων λέγουσιν οἱ τερπνοὶ νόες.
Τίς ἡ κοσμοφανὴς παρεμβολὴ αὕτη;
Τῶν ἐν Κρήτῃ Ὁσίων. Ὤ, τῆς δόξης!
Εἰς τὸν Ἰωάννην. Ἔλαμψεν ὡς ἥλιος ἐν τῇ Ἐρήμῳ,
Ἀκτῖσιν ἰάσεων παντοίων νόσων.
Ἐρημικῶς βιώσας, ὦ Ἰωάννη,
Ἐρημικοὺς ἄνθρακας παθῶν σβεννύεις.
Ἑβδομάτῳ Ὀκτωβρίου ἔμυσε χαριτώνυμος Ἰωάννης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ἕλληνος και Ἁγιορείτου, ἐν Νουρμᾶ τῆς Ῥωσσίας διαλάμψαντος.
Στίχ. Σύρει Χριστῷ Σέργιος ἀρετῶν πλῆθος,
Ἃς συνήγαγεν ἐν τῇ Νουρμᾷ ἀσκήσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὑπηκόου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Στίχ. Δι᾿ ὑπακοῆς χριστομιμήτου, Πάτερ,
Τῷ ὑπηκόῳ Πατρὶ συνήφθης Λόγῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Εὕρεσις τοῦ Τιμίου λειψάνου τοῦ Ὁσίου Μαρτινιανοῦ, Ἡγουμένου τῆς Μονῆς τῆς Λευκῆς Λίμνης.
Στίχ. Τῆς Λευκῆς Λίμνης λείψανα Ἡγουμένου,
Μαρτινιανοῦ ὤφθησαν ἡμῖν γῆθεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωνᾶ, Ἐπισκόπου Μαντζουρίας.
Στίχ. Ἀποστολικῶς ὁ Ἰωνᾶς βαδίσας,
Νυμφαγωγὸς ὤφθη Χριστῷ Μαντζουρίας.
*
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν δυσεξαριθμήτων Ἁγίων τῆς Κύπρου, τῶν ἀθλήσει καὶ ἀσκήσει ἢ ἐν Ἀποστολικῇ κλήσει καὶ Ἱερατικῇ λειτουργίᾳ καὶ ἐν θαύμασι πλείστοις διαλαμψάντων.
Στίχ. Ἡ Κύπρος ἑόρταζε εὐφραινομένη,
Ἐν σοὶ γὰρ διέλαμψε πληθὺς Ἁγίων.
Κύπρος θεοειδῆ ὁμήγυριν Χριστοῦ ἑταίρων κυδαίνει.
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Ὀκτωβρίου Σύναξιν ἐπιτελοῦμεν καὶ τῶν πέντε Ἁγίων τῆς περιπύστου Ἀθωνιάδος Σχολῆς, ἤτοι Κοσμᾶ τοῦ Αἰτωλοῦ, Μακαρίου τοῦ Νοταρᾶ, Ἐπισκόπου Κορίνθου, Ἀθανασίου τοῦ Παρίου, Νικοδήμου τοῦ Ἁγιορείτου καὶ Ἀθανασίου Νεομάρτυρος, τοῦ Κουλακιώτου.
Στίχ. Πεντάριθμον σύστημα δεδοξασμένον
Τὴν θείαν χρηστότητα ἡμῖν αἰτεῖσθε.
Χορὸν θεουδῆ ἀνέρων ἱερῶν χρεὼν ὕδειν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θεοτόκου.
Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα.
ᾨδὴ γ´.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´.
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς´.
Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´.
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
Τοῦ Μηναίου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἀθλοφόροι Μάρτυρες, Σέργιος ὁ θεόφρων, καὶ Βάκχος ὁ ἀοίδιμος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην σὴν δωρήσασθαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ βασιλεῖ, κατ᾿ ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.
Θεοτοκίον. Ὅμοιον.
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σου δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ᾿ ἀξίαν· σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.
* * *
ΑΙΝΟΙ
Ἦχος α´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.
Καὶ τῶν Μαρτύρων, Ἰδιόμελα δ´.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος α´. Γερμανοῦ.
Δαυϊτικῶς ἀνεβόων, Σέργιος καὶ Βάκχος οἱ Μάρτυρες. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπῳ. Ὅθεν οἱ Ἅγιοι, τὸν ἐχθρὸν κατεπάτησαν· καὶ τὸν σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν· καὶ πρεσβεύουσι τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος γ´.
Εἴ τι καλόν, εἴ τι τερπνόν, ἡ αὐτάδελφος γνώμη τῶν Μαρτύρων σου Κύριε· οὓς γὰρ ἡ φύσις σαρκικοὺς ἀδελφοὺς οὐκ ἐγνώρισε, τούτους ἡ πίστις ἀδελφά, φρονεῖν μέχρις αἵματος κατηνάγκασεν. Ὁ Θεός, ταῖς εὐχαῖς αὐτῶν, ἐλέησον ἡμᾶς.
Στίχ. ζ´. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἦχος δ´. Ἀνατολίου.
Προφητικῶς τοῖς Ἁγίοις συνελθόντες, τὸν ὕμνον βοήσωμεν. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; οὐ φύσεως ἀκολουθίᾳ, ἀλλὰ πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος· τὰ γὰρ φθαρτὰ βδελυξάμενοι πάντα, ἦραν τὸν σταυρὸν ἐπ᾿ ὤμων, καὶ ἠκολούθησαν τῷ Χριστῷ, Σέργιος καὶ Βάκχος οἱ γενναῖοι Μάρτυρες· καὶ παῤῥησίαν ἐν οὐρανοῖς κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἦχος δ´.
Ὑποδησάμενος Σέργιος, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὰ τῶν ἥλων ὑποδήματα, τῷ αἵματι τῷ τῶν ποδῶν ἀποῤῥέοντι, τὸν ὄφιν τὸν ἐπιτηροῦντα τὴν πτέρναν ἡμῶν ἐξετύφλωσε, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Διὸ εὐχαῖς αὐτοῦ Χριστὲ ὁ Θεός, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ ἡμᾶς ἐλέησον.
Δόξα. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς.
Ἰδοὺ σκοτία καὶ πρωί· καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ᾿ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς· ἀλλ᾿ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῶν Ἁγίων.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).

Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τὸ Ἀπολυτίκιον τῶν Ἁγίων.
Ἐναλλακτικῶς τὸ ἑξῆς. Ἦχος α´.
Τοῦ λίθου σφραγισθέντος. Γερασίμου.
Τριάδος τῆς Ἁγίας ὁπλῖται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν Μαρτύρων, ὡράθητε ἐν ἄθλοις, Σέργιος ὁ θεῖος ἀριστεύς, καὶ Βάκχος ὁ γενναῖος ἀθλητής· διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.

Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΙΗ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος α´. (Ψαλμὸς λβ´).
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Β´ Κορ θ´ 6-11).
Ἀδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ιζ´).
Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ.
Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως καὶ ποιῶν ἔλεος τῷ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Γ´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ζ´ 11-16).
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
* * * * *
Εἰς τοὺς Αἴνους, ἐναλλακτικῶς, Ἀναστάσιμα δ´ καὶ τῶν Ἁγίων Στιχηρὰ Προσόμοια δ´ ἐκ τῆς φυλλάδος. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ἀκαταπλήκτῳ καρδίᾳ ὁμολογήσαντες, ἐνώπιον τυράννων, τὸν Σωτῆρα τῶν ὅλων, ὑπέστητε βασάνους πολυειδεῖς, ἀπτοήτῳ φρονήματι· διὸ λαμπρῶς ἐδοξάσθητε πρὸς Χριστοῦ, σὺν τῷ Βάκχῳ Μάρτυς Σέργιε.

Τὰς ἐπιγείους ἀξίας καὶ δόξαν πρόσκαιρον, τρωθέντες θείῳ πόθῳ, Ἀθλοφόροι Κυρίου, ὦ Σέργιε καὶ Βάκχε γνώμῃ στεῤῥᾷ, νουνεχῶς ἀπωσάμενοι, μαρτυρικῶς ἠγωνίσασθε ἐπὶ γῆς καὶ Χριστὸν ἐμεγαλύνατε.

Καθηλωθείς σου τοὺς πόδας κρηπῖσι Σέργιε, διήνυσας ἀνδρείως, Μαρτυρίου τὸν δρόμον, βουνεύροις δὲ τυπτόμενος ἀπηνῶς, Βάκχε χαίρων ἐνήθλησας· διὸ ὑμᾶς ἐθαυμάστωσεν ὁ Χριστός, ὡς κλεινοὺς Αὐτοῦ θεράποντας.

Λελαμπρυσμένοι τῇ δόξῃ Ἅγιοι Μάρτυρες, τῆς ἄνω Βασιλείας καὶ Ἀγγέλοις συνόντες, ἀπαύστως δυσωπεῖτε ὑπὲρ ἡμῶν, Βάκχε ἅμα καὶ Σέργιε, ὡς ἂν ῥυσθείημεν πάσης ἐπιβουλῆς καὶ σκανδάλων τῶν τοῦ ὄφεως.

Πηγή εδώ