Πέμπτη 7 Φεβρουαρίου 2013

Ο Όρθρος της Κυριακής 10 Φεβρουαρίου - Κυριακή ΙΣΤ´ Ματθαίου

† Ιερομ.Χαραλάμπους, Ζήνωνος Ταχυδρόμου.
῀Ηχος γ´. Ἐωθινόν Γ´.
***** ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος β´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
 


ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀναστάσιμον. Ἦχος γ´.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐ πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος δ´.Ταχὺ προκατάλαβε. Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χρι‐ στοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώ‐ λων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥη‐

σίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ ̓ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ‐ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐ μῶν καταδεξάμενος· δι ̓ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐ χὰς ἡμῶν.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὸν τὸ κράτος... Ὅτι σὸν τὸ κράτος...

***

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος γ´. Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑ‐ αυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κα‐

τέλυσε.

Δόξα.

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πι‐ κρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ ̓ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γέ‐ νους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ κα‐ ταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκού‐ σιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλα‐ γείς, ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώμα‐ τος, μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀό‐ ρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς

1

κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀνα‐ στάσει σου.

Δόξα.

Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀ‐ νερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀν‐ θρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐ‐ χαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀνα‐ στάσει σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁ‐ μοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ· μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαρι‐ τωμένη.

Εἶτα, Καθίσματα τοῦ Ἁγίου. Ἦχος γ´. Θείας πίστεως. Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔ‐ σβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώ‐ της Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγ‐ γας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενό‐ μενος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέ‐

τευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα.

Ἦχος γ´. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλα‐ γεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμε‐ ρον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν ἀπειρόγαμον Θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέ‐ α τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μό‐ νην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέ‐ σποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε ἡ Κεχαριτωμένη.

***

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ᾔσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ ̓ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐

2

νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι ηὐλόγηταί Σου... Ὅτι ηὐλόγηταί Σου...

***

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος γ´.

Οἱ Ἀναβαθμοί. Ἦχος γ´. Ἀντίφωνον Α´.

Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυ‐ λῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυ‐ σον Λόγε.

Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β´.

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρε‐ τῶν, μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέπον‐ τος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱο‐ ποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λα‐ τρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε, καὶ Λόγῳ.

Ἀντίφωνον Γ´.

Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθο‐ ρῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον. Ψαλμὸς Ϟε´ (95).

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευ‐ σε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς)

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Εἴπατε ἐν τοῖς ἔθνεσιν... ***

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Τοῦ Κυρίου δεηθῶμεν. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμα‐ σιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρ‐ θη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιω‐ τήν, γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Κύριε, ἐλέησον. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...

ΟὉ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ... πᾶσα τὸν Κύριον.

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς

τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον

τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον. (γ´) Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου

Εὐαγγελίου. Εὐαγγελίου.

Εἰρήνη πᾶσι. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.

Καὶ τῷ Πνεύματί σου. Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί‐

ΣΣοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου

Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί‐ ου τὸ ἀνάγνωσμα.

οου τὸ ἀνάγνωσμα.

Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι.

3

Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Γ´

Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9‐20).

Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ̓ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐ‐ κείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ ̓ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεά‐ θη ὑπ ̓ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν πε‐ ριπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀ‐ γρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐ‐ κείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδε‐ κα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκλη‐ ροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐ‐ πίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅ‐ παντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀ‐ νόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι και‐ ναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξου‐ σιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐ‐ ξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων ση‐ μείων. Ἀμήν.

Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον

Ἦχος β´.

Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ̓ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.

4

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.

Δόξα.

Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐ των.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐

ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον

Ἐλέει καὶ οἰκτιρμοῖς... (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.

***

ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Ἁγίου. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ἦχος γ´. Ὁ Εἱρμός. Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συ‐ ναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξα‐ σμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δε‐

δόξασται.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας τῷ παραβάντι, ἱδρῶ‐ τος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος κατὰ θανάτου, ὁ θάνα‐ τον δεδυκὼς ἀνεδείχθη· παθητὴν σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστη‐ σεν, ὅτι δεδόξασται.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ ̓ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

καὶ τοῦ Ἁγίου Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέ‐ ρῳ ῥῦσαι με παθῶν, ταῖς πρεσβείαις σου σο‐ φέ, ὅπως ὑμνήσω σε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστρά‐ πτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐ‐ τῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀλη‐ θῶς, Μάρτυς ἐπώνυμε.

Δόξα.

Ταῖς τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπι‐ στίας θάλασσαν, κατακλύσας ποταμός, εὐσε‐ βείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτιῶν καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ ̓ ἐμὲ διήλ‐ θοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶ‐ σόν με.

ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος. Ἦχος γ´. Ὁ Εἱρμός. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λό‐ γῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντο‐ κράτορ ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν

με.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργά‐ σατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε· τα‐ πεινῶν ὑψώθη δέ, Χριστὲ τὸ κέρας ἐν τῇ σῇ ἀ‐ ναστάσει.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

5

Ὁ Οἶκος.

Τὸν στεῤῥὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώ‐ την καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑ‐ πὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήρ‐ γησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγέ‐ νετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τού‐ του τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δει‐ νῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕ‐ δωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε· ἀ‐ ναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκά‐ λυψας φέγγος.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

τοῦ Ἁγίου.Ἦχος πλ. β´.Οὐκ ἔστιν Ἅγιος ὡς σύ

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θρά‐ σος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στεῤῥός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.

Δόξα.

Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώμα‐ τος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν· τῆς τρυφῆς, τὸν χει‐ μάῤῥουν, σοὶ δὲ προεξένησαν.

Καὶ νῦν. Θεοτοκίον.

Ἁγίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότη‐ τος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μό‐ νος Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπι‐ νον.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

***

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τοῦ Ἱερομάρτυρος. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Καθίσματα τοῦ Ἁγίου. Ἦχος γ´. Θείας πίστεως. Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄ‐ σβεστος τῆς οἰκουμένης, ἀθλοφόρε ἀνεδεί‐ χθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκο‐ τόμαιναν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν

ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέ‐ γαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρό‐ μαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέ‐ την, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κό‐ σμου, Χριστὸν τὸν Θεάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ‐

νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Σὺ γὰρ εἶ ὁ Βασιλεύς...

***

Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαι‐ οφόρε Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτί‐ στην δοξάζουσα.

6

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον.

Συναξάριον.

Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐν‐ δόξου καὶ πολυάθλου Ἱερομάρτυρος Χαρα‐ λάμπους τοῦ θαυματουργοῦ, τοῦ ἐν Μαγνη‐

σίᾳ.

Στίχ. Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους, Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων. Τῇ δεκάτῃ Χαράλαμπες, ἑὸν ἐτμήθης ἀπὸ λαιμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωρήσαντες τὸν ἅγιον Χαραλάμπη, πιστεύσαντες, ξίφει τελειοῦν‐

ται.

Στίχ. Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους, Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ Ἁγίου Χαρα‐

λάμπους πιστεύσασαι ἅγιαι τρεῖς γυναῖκες,

ξίφει τελειοῦνται.

Στίχ. Τὰς τρεῖς γυναίκας ἀῤῥενωποὺς μηνύει, Ἄῤῥην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων

τοῦ Χριστοῦ Μαρτύρων καὶ Παρθένων, Ἐννα‐

θᾶ, Οὐαλεντίνης καὶ Παύλου.

Στίχ. Εἰς ἀῤῥαβῶνα παρθένοις κόραις δύο, Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα. Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,

Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

μῶν Ζήνωνος τοῦ ταχυδρόμου.

Στίχ. Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα, Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας ἡμῶν Μη‐

τρὸς Σχολαστικῆς, ἀδελφῆς τοῦ ὁσίου Βενε‐

δίκτου.

Στίχ. Ἡ Σχολαστικὴ σχολάσασα τῷ βίῳ, Χριστῷ σύνεστι ἀδελφῷ Βενεδίκτῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἅγίοις Πατρὸς

ἡμῶν Ἀναστασίου τοῦ Β´, Ἀρχιεπισκόπου Ἱε‐

ροσολύμων.

Στίχ. Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω, Γῆς ἐξαναστάς, πρὸς τὸν Ὕψιστον τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Τιμτσίμι ἐν Γεωργίᾳ, τοῦ πολλὰ μοχθή‐ σαντος εἰς τὴν μετάφρασιν τῶν ἔργων τῶν ἁγίων Πατέρων εἰς τὴν γεωργιανικὴν γλῶσ‐

σαν.

Στίχ. Ὁ μεταφραστὴς σοφίας τῶν Πατέρων, Ἰωάννης σύνεστιν ἅμα Πατράσι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

μῶν Προχόρου τῶν Σπηλαίων τοῦ Κιέβου.

Στίχ. Ἅλας Χριστοῦ Πρόχορος ὢν ἐν τῷ βίῳ, Εὐχῇ εἰς ἅλας τὴν σποδὸν μεταβάλλει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἄννης,

πριγκιπίσσης τοῦ Νόβγκοροντ.

Στίχ. Ἄννα ἡ πρῴην βασίλισσα Εἰρήνη, Εἰρηνικῶς ἔφθασεν Χριστὸν Εἰρήνην.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἡγιασμένων Ἐπισκόπων τοῦ Νόβγκοροντ Ἰωακείμ, Λουκᾶ, Γερμανοῦ, Ἀρκαδίου, Γαβριήλ, Μαρτυρίου, Ἀντωνίου, Βασιλείου, Συμεὼν καὶ Σεραπίω‐

νος.

Στίχ. Ἕνδεκα ἐπίσκοποι Νόβγκοροντ θεῖοι, Ἀποστολικῶς τὸν βίον περαιοῦσι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς

ἡμῶν Λογγίνου τοῦ ἐν Κοριαγέμκᾳ.

Στίχ. Οὐχ ὁ ἑκατόνταρχος οὗτος Λογγῖνος, Ἀλλ ̓ ὅσιος, θαύμασι κοσμήσας βίον.

Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρ‐ μον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου· σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται σὺν Πατριάρ‐ χαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον

κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος.

Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτω‐ σαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστη‐ σε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐ‐ πάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρω‐ τῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ.

7

Τῇ αὐτῇ ἡμέρᾳ Σύναξις τῆς Ὑπεραγίας Θεο‐ τόκου ἐν τοῖς Ἀρεοβίνδου Κωνσταντινουπό‐ λεως.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέη‐ σον ἡμᾶς. Ἀμήν.

***

ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου. ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασι‐ λίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανη‐ γυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ

θαύματα.

ᾨδὴ γ´.

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δό‐ ξῃ σου *

...στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ´.

Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.

ᾨδὴ ε´.

Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μή‐ τρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ‐ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρί‐ αν βραβεύοντα.

ᾨδὴ ς´.

Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦ‐ τε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τε‐ χθέντα * Θεὸν δοξάζοντες.

ᾨδὴ ζ´.

Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· *

Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η´.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐ σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖ‐ τε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας

τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐ Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐

τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἦχος δ´.

Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.

Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς

8

πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´.

Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμ‐ παδουχούμενος· * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανή‐ γυριν * τῆς Θεομήτορος, * καὶ βοάτω· * Χαί‐ ροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρ‐ θενε.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

***

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,

... ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´.

Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐ‐ φάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀ‐ νακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

καὶ τοῦ Ἁγίου. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντά‐ νακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μά‐ καρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαρά‐ λαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ

πάντων Δεσπότου.

Θεοτοκίον. Ὅμοιον.

Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φυλάττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλά‐ βης ἀτρώτους· κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσε‐

ως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.

***

ΑΙΝΟΙ

Ἦχος γ´.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.

Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυ‐ στηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡ‐ μῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι ̓ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότη‐ τος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσε‐ ως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μα‐ γδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγε‐ λον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐ‐ ξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ ̓ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλι‐ λαίᾳ.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φι‐ λάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σω‐

9

τηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀνα‐ μάρτητον. Ἐλέησον ἡμᾶς.

καὶ τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια γ´ εἰς δ´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμε‐ τε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χρι‐ στὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην με‐ γαλύνασαν.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε... Στίχ. ζ´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέ‐

δρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ τρισμάκαρ, αὐ‐ τὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τι‐ μώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.

Στίχ. η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυ‐ μάστωσεν ὁ Κύριος· πάντα τὰ θελήματα αὐ‐ τοῦ ἐν αὐτοῖς.

Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους· διό περ λαμπρῶς, ἑορ‐ τάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς θεάνθρωπον κηρύξασαν.

Δόξα. Ἑωθινὸν Γ´. Ἦχος γ´.

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνει‐ δίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύ‐ μασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι ̓ αὐ‐

τῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστα‐ σιν, φιλάνθρωπε Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι.

***

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία.

Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.

Καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ̓ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.

10

Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐ ματά σου. (ἐκ γ´)

Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐

νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.

Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλε‐ ος.

*****

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α´. Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐ σον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα

αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β´. Ἦχος β´.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.

Ἀντίφωνον Γ´.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

11

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος γ´.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐ πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὸ ἀναστάσιμον ἀπολυτίκιον.

Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Τὸ ἀναστάσιμον ἀπολυτίκιον.

***

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

***

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος γ´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον)

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ‐ πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

τοῦ Ἁγίου Χαραλάμπους. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χρι‐ στοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώ‐ λων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥη‐

σίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.

Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλ‐ λὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· * Τά‐ χυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσί‐ αν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τι‐ μώντων σε.

***

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

***

ΑΠΟΣΤΟΛΟΣ Τοῦ Ἁγίου, ὃν ζήτει τῇ κς´ Ὀκτωβρίου. (προκείμενον δὲ καὶ στίχους ἐν ιε´ Δεκεμβρίου) (Β´ Τιμ. β´ 1‐10) Ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσί‐ ων αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάν‐ των, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Τιμόθεον Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀ‐ νάγνωσμα. Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ̓Ιησοῦ, καὶ ἃ ἤκουσας παρ ̓ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέ‐ ρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ̓Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευό‐ μενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματεί‐ αις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομί‐ μως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶ‐ τον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέ‐ γω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ̓Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγ‐ γέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ ̓ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδε‐ ται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλε‐ κτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν

Χριστῷ ̓Ιησοῦ μετὰ δόξης αἰωνίου.

12

Ἀλληλούϊα (γ´). Ἦχος γ´. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

***

ΕΥΑΓΓΕΛΙΟΝ

Κυριακῆς ΙϚ´ Ματθαίου.

Ἐκ τοῦ κατὰ Ματθαῖον (κε´ 14‐30).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἀποδη‐ μῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐ‐ θέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐ‐ τοῦ. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐ‐ κείνων καὶ συναίρει μετ ̓ αὐτῶν λόγον. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ ̓ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ᾖς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελ‐ θὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ ̓ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλί‐ γα ᾖς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χα‐ ρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θε‐ ρίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπι‐ σας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐ‐ τῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔ‐ σπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισά‐ μην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ ̓ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· τῷ γὰρ ἔχοντι παντὶ δο‐ θήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ ̓ αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυ‐ γμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκού‐ ειν ἀκουέτω.

Δόξα σοι, Κύριε, δόξα σοι. *** Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου ***

Εἰς τό· Ἐξαιρέτως...

Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *

Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.

***

Κοινωνικόν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐ λούϊα.

Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πάντοτε, νῦν καὶ ἀεί... Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί...

Ἦχος β´.

Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡ‐ μῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ὑμνήσω‐ μεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν * τῶν ἁγίων καὶ φρικτῶν σου μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετᾶν τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)

Ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι ̓ εὐχῶν... Ἀμήν.

*****

http://akolouthies.wordpress.com

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

καὶ διανέμεται δωρεὰν

ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

13

ΑΠΟΛΥΤΙΚΙΑ ΣΥΝΕΟΡΤΑΖΟΜΕΝΩΝ ΑΓΙΩΝ

Ἀπολυτίκιον τοῦ Ὁσίου Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος γ´. Θείας πίστεως.

Θείου Πνεύματος λαβὼν τὴν χάριν, δι ̓ ἀσκή‐ σεως ἁγίας Πάτερ, ζωῆς θείας ὑπεμφαίνεις τὰς χάριτας· καὶ τοῦ Σωτῆρος θεράπων γενό‐ μενος, τῆς παρ ̓ αὐτοῦ ἠξιώθης λαμπρότητος. Ζήνων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δω‐ ρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Πηγή εδώ
Related Posts Plugin for WordPress, Blogger...