† Συμεὼν Θεοδόχου, Ἄννης Προφήτιδος.
Ἦχος β´. Ἑωθινὸν Β´.
***** ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος β´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος β´.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀ‐ θάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀ‐ στραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶ‐ τας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Τὸ αὐτό. Ὅτε κατῆλθες....
Καὶ νῦν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α´.
Χαῖρε κεχαριτωμένη, Θεοτόκε Παρθένε, * ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, * Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. * Εὐφραίνου καὶ σύ, Πρεσβῦτα δίκαιε,
* δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, * χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος... Ὅτι σὸν τὸ κράτος...
***
ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος β´. Αὐτόμελον. Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλή‐ σας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύ‐ σας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης, Κύριε,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον.
Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐ‐ πιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνη‐ τοῖς, ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέ‐ στη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐ λεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι ̓ ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου· ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ· δόξα τῇ βασιλείᾳ σου· δόξα τῇ οἰκονομίᾳ σου,
μόνε φιλάνθρωπε.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος β´. Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς
παρέσχες πᾶσι. Κύριε δόξα σοι. Δόξα.
Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως· καὶ δι ̓ αὐτῶν φι‐ λάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
1
Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πλη‐
ρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου
δοτήρ, καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ,
βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός,
καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε
οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.
***
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ᾔσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ ̓ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου... Ὅτι ηὐλόγηταί Σου...
***
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος β´.
Οἱ Ἀναβαθμοί. Ἦχος β´.
Ἀντίφωνον Α´.
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ· σῶσόν με σῇ ἐπι‐ λάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ ̓ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιά‐ ζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁ‐ μοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β´.
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρω‐ ποκτόνου;
Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον· λέοντος τρόπον κατ ̓ ἐμοῦ κι‐ νοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα. Καὶ νῦν.
Μετὰ τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
2
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι ̓ Υἱοῦ δέ.
Ἀντίφωνον Γ´.
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁ‐ γίῳ· οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις κα‐ ταστέφονται, Μάρτυρες, καὶ Προφῆται ὁρῶ‐ σιν.
Προκείμενον.
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγ‐ ματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώ‐ σει σε. (δίς)
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶ‐ σόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦ‐ σαί με.
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου... ***
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Τοῦ Κυρίου δεηθῶμεν. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί‐ Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελί‐
ου τὸ ἀνάγνωσμα. ου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Β´
Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 1‐8).
Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μα‐ ρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλ‐ θοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωὶ τῆς μιᾶς σαβ‐ βάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς. Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀ‐ ποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦ‐ σαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξι‐ οῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζα‐ ρηνὸν τὸν ἐσταυρωμένον· Ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τό‐ πος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ̓ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐ‐ κεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔ‐ φυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον
Ἦχος β´.
Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ̓ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.
Κύριε, ἐλέησον. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
ΟὉ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ... πᾶσα τὸν Κύριον.
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς
τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον
τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´) Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου
ΟὉ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΕΕὐαγγελίου.
Εἰρήνη πᾶσι. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
3
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐ των.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐
ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον
Ἐλέει καὶ οἰκτιρμοῖς... (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.
***
ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, καὶ ὁ τῆς Ἑορτῆς. ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ποίημα Ἰωάννου μοναχοῦ (τοῦ Δαμασκηνοῦ) Ἦχος β´. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκω‐ θεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος· ἐνδόξως
γὰρ δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμε‐ θα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀ‐ κηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλή‐ λυθας· τῇ γὰρ ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
4
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτί‐ στην τέτοκας, ὡς εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆ‐ ναι τὰς ψυχὰς ἡμῶν.
καὶ ὁ τῆς Ἑορτῆς εἰς δ´. Ἦχος γ´. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, * ἐπεπό‐ λευσε ποτέ· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη, * ἑκα‐ τέρωθεν ὕδωρ, * λαῷ πεζοποντοποροῦντι, * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυ‐
ρίῳ· * ἐνδόξως γὰρ δεδόξασται».
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ῥανάτωσαν ὕδωρ νεφέλαι· * Ἥλιος ἐν νεφέ‐ λῃ γὰρ κούφῃ, * ἐποχούμενος ἐπέστη, * ἀκη‐ ράτοις ὠλέναις, * Χριστὸς ἐν τῷ ναῷ ὡς βρέ‐ φος· * διὸ πιστοὶ βοήσωμεν· * ᾌσωμεν τῷ Κυ‐ ρίῳ, * ἐνδόξως γὰρ δεδόξασται.
Δόξα.
Ἰσχύσατε χεῖρες Συμεών, * τῷ γήρᾳ ἀνειμέ‐ ναι, * καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, * εὐθυβόλως κινεῖσθε * Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν * σὺν Ἀσωμάτοις στήσαντες, * ᾄσω‐ μεν τῷ Κυρίῳ· * ἐνδόξως γὰρ δεδόξασται.
Καὶ νῦν.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, * ἀ‐ γάλλου δὲ ἡ γῆ, * ὑπερθέων γὰρ ἐκ κόλπων, * ὁ τεχνίτης φοιτήσας, * Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, * Θεῷ Πατρὶ προσάγεται, * νήπιος ὁ πρὸ πάντων· * ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος β´. Ὁ Εἱρμός.
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρου‐ σίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπου‐ σα, ἐν εὐτελεῖ προσχήματι, ὑπ ̓ ἀνόμων μυ‐
κτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Ἐκ χοὸς κατ ̓ εἰκόνα με, τῇ χειρί σου ἔπλα‐ σας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θα‐ νάτου δι ̓ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάνα‐ γνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέ‐ βομεν.
καὶ ὁ τῆς Ἑορτῆς εἰς δ´. Ἦχος γ´. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐ ρέωσον Κύριε τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω, *
τῷ τιμίῳ σου αἵματι.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, * πρω‐ τότοκος νήπιος, Κόρης ἀφθόρου, * τῷ Ἀδὰμ χεῖρα * προτείνων ἐπέφανε.
Δόξα.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, * πρωτό‐ πλαστον ἔμπαλιν ἐπανορθώσων, * Θεὸς Λό‐ γος, * νηπιάσας ἐπέφανε.
Καὶ νῦν.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, * Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, * ὡς ἀτρέπτως * νηπιάσας ἀνέδειξε.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
***
ΜΕΣΩΔΙΟΝ ΚΑΘΙΣΜΑ τῆς Ἑορτῆς Κοντάκιον. Ἦχος α´.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ ̓ εἰρήνευσον ἐν πολέμοις τὸ πολί‐
5
τευμα, καὶ κραταίωσον βασιλεῖς οὓς ἠγάπη‐ σας, ὁ μόνος φιλάνθρωπος.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ· νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι ̓ ἡμᾶς ἐνηγκαλίσατο· καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
***
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τὸ Ἀναστάσιμον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἅγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος· ὧν ἡ σύναξις τελεῖται ἐν τῷ σε‐ πτῷ Ἀποστολείῳ τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀ‐ δελφοθέου, τῷ ὄντι ἐν τῷ σεβασμίῳ ναῷ τῆς ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Με‐ γάλης Ἐκκλησίας.
Στίχοι
Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος, Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ γῆς ἀπῇρεν ἡ Φανουὴλ θυγάτηρ, Ἕως ἐπ ̓ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος. Τῇ τριτάτῃ δεσμοῖο βίαιο λύθη Συμεώνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Δίκαιος Ἀζαρίας ὁ Προφή‐
της, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου, Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀδριανοῦ καὶ Εὐβού‐ λου.
Στίχοι
Ἀδριανόν, χαίροντα τμηθῆναι ξίφει, Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου. Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν, Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου
Μάρτυρος Βλασίου τοῦ Βουκόλου.
Στίχοι
Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι· Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παῦλος
καὶ Σίμων, ξίφει τελειοῦνται.
Στίχοι
Καὶ Παῦλον ᾧδε, καὶ Σίμωνα γραπτέον, Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἔχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος, Ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνσγαρίου, Ἐπισκόπου Ἀμβούργου καὶ Ἀποστόλου τῆς Σκανδιναβίας, κοιμηθέντος ἐν ἔτει 865ῳ.
Στίχοι
Ποθῶν Ἀνσγάριος ψυχῶν σωτηρίαν, Ἥρμοσε πλήθη τῇ Χριστοῦ Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐
μῶν Σάββα τοῦ ἐν Ἰωαννίνοις.
Στίχοι
Ἐσαββάτισεν καὶ Σάββας ἐν Κυρίῳ, Σάββας φαεινὸς ἀστὴρ Ἰωαννίνων.
Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Ὁ Οἶκος.
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνά‐ στασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κρά‐ τος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύ‐ λας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόν‐ τες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀ‐ νυμνεῖ σε ἀεί.
6
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Συμεών, πρώτου ἐπισκόπου Τβὲρ ἐν Ῥωσσίᾳ.
Στίχοι
Οὐκ ἐν ἀγκάλαις Συμεὼν Τβὲρ Δεσπότην, Ἀλλ ̓ ἐν καρδίᾳ ἔσχε κεκρατημένον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ,
πρίγκιπος τοῦ Οὔγκλιτς.
Στίχοι
Καὶ κάτω Ῥωμανὸς ἡγεμών ὑπῆρξε, Καὶ ἄνω σὺν Χριστῷ νῦν ἡγεμονεύει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἰά‐ κωβος, Ἀρχιεπίσκοπος Σερβίας, ἐν εἰρήνῃ τε‐ λειοῦται.
Στίχοι
Ὄντως μιμητὴς τοῦ Σάββα ἀνεδείχθης, Σάββα, Ἰάκωβε, τοῦ κλέους τῶν Σέρβων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Νεομάρτυρες καὶ αὐτάδελφοι Σταμάτιος καὶ Ἰωάννης, οἱ ἐκ Σπετσῶν, καὶ Νικόλαος ὁ συνοδίτης αὐτῶν, ἐν Χίῳ ὑπὸ τῶν ἀγαρηνῶν ξίφει τελειοῦνται, ἐν ἔτει 1822ῳ.
Στίχοι
Ἀδελφὰ φρονήσαντες ἀδελφοὶ ἄμφω, Μιᾷ γνώμῃ ἤθλησαν χρόνοις ἐσχάτοις. Νίκης ᾖρας τρόπαιον καλῶς ἀθλήσας, Παμμάκαρ Νικόλαε, πόθῳ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰγνατίου, τοῦ ἐν τῇ Μονῇ Βατοπαιδίου μὲν τὸ πρότερον ἀσκήσαντος, εἶτα δὲ Ἐπι‐ σκόπου ἐν Κριμαίᾳ γενηθέντος καὶ ὁσιακῶς
τελειωθέντος ἐν Μαριουπόλει.
Στίχοι
Νέος Μωσῆς ἀνεδείχθης, Ἰγνάτιε, Προφρόνως τὸν λαὸν εἰς νέαν γῆν ὁδηγήσας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Νι‐
κόλαος, ὁ Κασάτκιν, ἱεραπόστολος καὶ ἀρχιε‐
πίσκοπος Ἰαπωνίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁδὸν ὁ Νικόλαος τῶν Ἀποστόλων, Βαδίσας ἐφώτισεν Ἰαπωνίαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέη‐ σον ἡμᾶς. Ἀμήν.
***
ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑπαπαντῆς ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπό‐ λευσέ ποτε· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέ‐ ρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυρίῳ, *
ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ´.
Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐ ρέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω ....τῷ τιμίῳ σου αἵματι.
ᾨδὴ δ´.
Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ· * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορού‐ μενος· * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰ‐ νέσεως.
ᾨδὴ ε´.
Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ‐ πηρμένῳ Θεὸν * ὑπ ̓ ἀγγέλων δόξης * δορυ‐ φορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέ‐ ρου * καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ Ϛ´.
Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλ‐ μοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη· * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου.
ᾨδὴ ζ´.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογή‐ σαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳ‐ δοῦντες· * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προ‐ εστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέν‐
7
τες, * θεῖον ὕμνον ἔμελπον· * Εὐλογεῖτε, *
πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε
* εἰς πάντας τοὺς αἰῶνας. ***
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐ Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐
τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος γ´.
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´.
Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐ μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐ νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ***
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,
... ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Β´.
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι, ἔχαιρον· εἶδον γὰρ νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ· καὶ αὐτὸς ταύταις ἔ‐ φη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας· ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.
καὶ τῆς Ἑορτῆς. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. Ἀτρέπτως καθ ̓ ὑπόστασιν, ἐν σοὶ Θεογεννή‐ τρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγος· ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
***
ΑΙΝΟΙ
Ἦχος β´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
8
Στιχηρὰ Ἀναστάσιμα δ´. Ἦχος β´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύρι‐ ε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργη‐ σας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώ‐ λεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυ‐ νείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλή‐ θει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.
Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκά‐ θισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡ‐ μᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀ‐ γαλλιᾶσθε.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψε‐ ως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν· Ἄγγε‐ λος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι.
Καὶ τῆς Ἑορτῆς Στιχηρὰ Προσόμοια γ´ εἰς δ´.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φι‐ λάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦ‐ τον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ
πρέσβυς, ʹΝῦν ἀπολύεις μεʹ βοῶν, ʹπρὸς τὴν ἐκεῖθεν μακαριότητα, κατεῖδον γάρ σε σήμε‐ ρον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζονταʹ.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Νόμον τὸν ἐν γράμματι, ...
Στίχ. ζ´. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέ‐ σποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάρι‐ τος, διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύ‐ γαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον.
Στίχ. η´. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δό‐ ξαν λαοῦ σου Ἰσραήλ.
Κόλπων τοῦ γεννήτορος, μὴ χωρισθεὶς τῇ θε‐ ότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπε‐ δόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα, διὸ ʹΝῦν ἀπολύεις μεʹ περιχαρῶς ἀνεκραύγαζεν, ʹἐν εἰρήνῃ τὸν δοῦ‐ λόν σου, ὅτι εἶδόν σε Δέσποταʹ.
Δόξα. Ἑωθινὸν Β´. Ἦχος β´.
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔ‐ σται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς· Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κή‐ ρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νε‐ κρῶν, ὡς ζωοδότην καὶ Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *
9
ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι.
***
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.
Καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ̓ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐ ματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλε‐ ος.
***** ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
τὰ Ἀντίφωνα τῆς Ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς μδ´ (44).
Στίχ. α´. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγα‐ θόν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐ σον ἡμᾶς.
Στίχ. β´. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
10
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς μδ´ (44). Στίχ. α´. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν
μηρόν σου δυνατέ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, * ὁ ἐν ἀγκάλαις τοῦ δι‐ καίου Συμεὼν βασταχθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασί‐ λευε.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. γ´. Τὰ βέλη σου ἠκονημένα δυνατέ· λαοὶ
ὑποκάτω σου πεσοῦνται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Στίχ. δ´. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι‐
λείας σου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ... Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.
Ἀντίφωνον Γ´. Ἦχος α´. Ψαλμὸς μδ´ (44).
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασι‐ λεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.
Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α´.
Χαῖρε κεχαριτωμένη, Θεοτόκε Παρθένε, * ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, * Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. * Εὐφραίνου καὶ σύ, Πρεσβῦτα δίκαιε, * δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, * χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε Κεχαριτωμένη... Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πά‐
σῃ γενεᾷ καὶ γενεᾷ.
Χαῖρε Κεχαριτωμένη... ***
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ...ψάλλοντάς σοι, Ἀλληλούϊα.
***
Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Ἦχος β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον)

Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Ἦχος α´. Αὐτόμελον.
Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου
* καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ‐
πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς,
Χριστὲ ὁ Θεός. * Ἀλλ ̓ εἰρήνευσον * ἐν πολέ‐
μοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασι‐
λεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. ***
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
***
11
ΑΠΟΣΤΟΛΟΣ τῆς Κυριακῆς ΙΕ´ ἑβδομάδος. (Β´ Κορ. δ´ 6‐15) Ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος πλ. β´. (Ψαλμὸς κζ´).
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου. Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀ‐
νάγνωσμα.
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύε‐ σιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ ̓ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ ̓ οὐκ ἐ‐ ξαπορούμενοι, διωκόμενοι ἀλλ ̓ οὐκ ἐγκατα‐ λειπόμενοι, καταβαλλόμενοι ἀλλ ̓ οὐκ ἀπολ‐ λύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰ‐ ησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερω‐ θῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον πα‐ ραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰη‐ σοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥ‐ στε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰ‐ ησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παρα‐ στήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι ̓ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐ‐ χαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θε‐ οῦ.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. β´. (Ψαλμὸς Ϟ´). Στίχ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέ‐ πῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.
***
ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΕ´ Ματθαίου.
Ἐκ τοῦ κατὰ Ματθαῖον (Ματθ. κβ´ 35‐46)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πει‐ ράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ με‐
γάλη ἐν τῷ νόμῳ; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἀγαπή‐ σεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου»· αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· «Ἀ‐ γαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέ‐ μανται. Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χρι‐ στοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυΐδ, ἐν Πνεύματι Κύριον αὐτὸν κα‐ λεῖ λέγων, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀπο‐ κριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ ̓ ἐκείνης τῆς ἡ‐ μέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Δόξα σοι, Κύριε, δόξα σοι. *** Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. ***
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.
***
Εἰς τό· Ἐξαιρέτως...
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
***
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐ λούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Πάντοτε, νῦν καὶ ἀεί... Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί...
Ἦχος β´.
Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡ‐ μῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ὑμνήσω‐ μεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς
12
μετασχεῖν * τῶν ἁγίων καὶ φρικτῶν σου μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετᾶν τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεών... Ἀπόλυσις· Ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεών...
καὶ ἀναστὰς ἐκ νεκρῶν... καὶ ἀναστὰς ἐκ νεκρῶν...
Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε
καὶ διανέμεται δωρεὰν
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο
*****
13Δι ̓ εὐχῶν... Ἀμήν.

http://akolouthies.wordpress.com/
Δι ̓ εὐχῶν... Ἀμήν. *****
13Δι ̓ εὐχῶν... Ἀμήν.