Ἰωαννικίου ὁσίου τοῦ μεγάλου (†846), Νικάνδρου καὶ Ἑρμαίου ἱερομαρτύρων. Ἰωάννου Βατάτζη τοῦ βασιλέως καὶ ἐλεή μονος (†1254).
Ἦχος πλ. α´. Ἑωθινὸν ια´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. α´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον
Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι,
καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει
αὐτοῦ.
Δόξα. Τοῦ ὁσίου. Ἦχος πλ. δ´.
Ταῖς
τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους
στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστήρ,
τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι. Ἱωαννίκιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε
Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς
Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε
Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις
τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε
νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου,
καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα.
Κύριε
νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται
τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε,
Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν,
καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α´.
Κύριε,
μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν,
ὁ
Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην
σε· ἆρα
καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ;
ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα.
Κύριε,
ἐν
μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν
δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον
γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυψούμενε
Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα
σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε νύμφη
θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν
σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος
* κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα
* καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα
* καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί
τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν,
* ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις·
* Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν
πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου
θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται·
μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι
γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου,
Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου·
* Τί μετὰ νεκρῶν *
τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν
Πατέρα * καὶ τὸν τούτου Υἱόν
τε * καὶ τὸ ἅγιον Πνεῦμα,
* τὴν ἁγίαν Τριάδα *
ἐν
μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην
τεκοῦσα, * ἐλυτρώσω, Παρθένε,
* τὸν Ἀδὰμ ἁμαρτίας· *
χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες·
* ῥεύσαντα ζωῆς, *
ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα,
ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί
Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. α´.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει
τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο·
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν
τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α´.
Ἀντίφωνον Α´.
Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς, ζωὴ
μακαρία ἐστί, θεϊκῷ ἔρωτι
πτερουμένοις.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς
γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β´.
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο
ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
Δεξιά
σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης,
σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ´.
Ἐπὶ τοῖς εἰρηκόσι
μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ,
τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι,
ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα
τε καὶ Λόγῳ.
Προκείμενον. Ψαλμὸς θ´ (9).
Ἀνάστηθι Κύριε
ὁ
Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς)
Στίχ. Ἐξομολογήσομαί
σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἀνάστηθι Κύριε
ὁ
Θεός μου...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως
τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε,
ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν ΙΑ´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 15-25).
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ·
Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε.
Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει
αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει
αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη
ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με,
καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.
Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν
ἀμὴν λέγω σοι, ὅτε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις
ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς
τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν
λέγει αὐτῷ· Ἀκολούθει
μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει
τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς
σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω
μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλθεν
οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι
ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ
ὁ
Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς
ὁ
μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται
καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Ἀμήν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν
ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον.
* Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν
* καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
* χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι
τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ
παντός.
Σοὶ
μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.
Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς
μοι.
Ῥαντιεῖς
με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ᾿ ἐμοῦ.
Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω
ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί
με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου.
Κύριε,
τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία
τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται
εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν
με, ὁ Θεός.
Δόξα.
Ταῖς
τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον,
* ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν,
* ἔδωκεν ἡμῖν *
τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ οἱ δύο τοῦ Μηναίου.
Κανὼν Ἀναστάσιμος.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. α´. Ὁ Εἱρμός.
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων
πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε,
τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἤγειράς με πεσόντα,
τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας
οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυται
ἡ
κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς,
χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς·
Τοῦ Προδρόμου σε τὸν μιμητὴν αἰνέσω. Ἰωσήφ.
Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῷ φέγγει
τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας,
φωταγώγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Ἰωαννίκιε.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁδὸν
τὴν εἰσάγουσαν, ἀνεπιστρόφως διώδευσας, πρὸς πόλιν οὐράνιον, Ἰωαννίκιε·
τὸ γὰρ Ἅγιον, ὡδήγησέ σε Πνεῦμα, ἐπαναπαυσάμενον, ἐν τῇ καρδίᾳ σου.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψοῦσαν
ταπείνωσιν, Ἰωαννίκιε ἔσχηκας· διό σου δεόμεθα, οἴκτειρον Ὅσιε,
τὴν ταπείνωσιν, ἡμῶν καὶ τὰς ὀδύνας, πάσας ἐπικούφισον, τῶν καρδιῶν
ἡμῶν.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Πεσόντων
ἀνάκλησις, καὶ ἱσταμένων βεβαίωσις, ὑπάρχεις Πανάμωμε· ὅθεν σου δέομαι,
συμπεσόντα μου, τὸν νοῦν τῇ ἁμαρτίᾳ, ἀνόρθωσον Δέσποινα, ὅπως δοξάζω
σε.
Ὁ Κανὼν τῶν Ἱερομαρτύρων. Ποίημα Ἰωσήφ.
Ἦχος ὁ αὐτός. Χοροὶ Ἰσραήλ.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σεπτῶν
ἀθλητῶν σεπτὴν ἑορτήν, Ἱερομαρτύρων ἱερὰν μνήμην σήμερον, ἱεραῖς
μελῳδίαις, νῦν ἡ τοῦ Χριστοῦ ἱερωτάτη Ἐκκλησία, ἱεροπρεπῶς ἐκτελοῦσα,
ᾄσμασι κατατέρπεται, τούτους γεραίρουσα.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σεπτῷ
κεχρισμένος χρίσματι, τῆς ἱερωσύνης πιστῶς, Ἱεράρχα Νίκανδρε, τιμιώτερον
τοῦτο, ταῖς ἐκ τῶν αἱμάτων σου βαφαῖς ἐναπειργάσω, ἐν ἀγαλλιάσει
κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Δόξα.
Ὁδὸν
μαρτυρίου τρέχοντες, τέρψιν ἀληθῆ ἐν αὐτῇ σαφῶς ἐνδεικνύμενοι, ἐπλουτήσατε
χάριν, θαυματουργιῶν καὶ δωρεῶν ἐπουρανίων, Μάρτυρες συμφώνως βοῶντες·
ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἀπεριγράπτως
κόλποις τοῦ Πατρός, κόλποις τῆς Μητρὸς σαρκικῶς Χριστὸς περιγράφεται,
μετὰ γέννησιν ταύτην, ἀληθῆ Παρθένον ὑπὲρ νοῦν διαφυλάξας, ᾧ μεγαλοφώνως
βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. α´. Ὁ Εἱρμός.
Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν,
ἐπὶ τὴν ἀσάλευτον
Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου
στερέωσον, μόνε ἀγαθὲ
καὶ φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Χολὴν
μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι
Χριστέ, ὄξος δ᾿ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ
νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς
παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων
μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον
ὀρθοδόξως κηρύττομεν.
Τοῦ Ὁσίου. Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεόντων
τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, σταυρὸν Ἰωαννίκιε,
καὶ ἐν ἀβάτοις ὄρεσιν, ὡς Ἠλιοὺ ὁ μέγιστος, ὑποχωρῶν διετέλεσας.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁδόν
σοι τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξε δυάς, ἣν εὗρες χρόνοις
πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος
μακάριε.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δονούμενοι
πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῇ σῇ, σκέπῃ Ἰωαννίκιε·
ἁγίαις μεσιτείαις σου, πάντας ἡμᾶς ἐπίσκεψαι, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥανίσιν
ἐλέους σου Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε,
καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία Πανάμωμε.
Τῶν Ἱερομαρτύρων. Ὅτι στεῖρα ἔτεκεν.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὰ
τῶν λόγων δίκτυα, προσεφαπλῶν τοὺς ἐν πλάνῃ, θαυματουργῶν ἐζώγρεις,
ὀψώνιον πολυτελές, τῷ ἐκ Παρθένου Νίκανδρε ἐκλάψαντι, τούτους προσαγόμενος.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κλῆμα
εὐφορώτατον, Τίτου φυτείας ἐγένου, τοῦ τῶν Κρητῶν φωστῆρος, βότρυας
φέρον λογικούς, γλεῦκος ἡμῖν πηγάζοντας σωτήριον, Νίκανδρε μακάριε.
Δόξα.
Σὺν
τῷ Ἑρμαίῳ τῷ θείῳ, κεχερσωμένας καρδίας, τῷ τοῦ Σταυροῦ ἀρότρῳ, κατενεώσατε
σοφοί, καὶ καρποφόρους Νίκανδρε ἐδείξατε· ὅθεν μακαρίζεσθε.
Καὶ νῦν. Θεοτοκίον.
Νοῦς
οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεύει Κόρη· Νοῦ γὰρ
τοῦ πρώτου ἐν γαστρί, Λόγον ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα, λόγῳ συστησάμενον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἐκ τοῦ Μηναίου. Κάθισμα.
Τοῦ Ὁσίου. Ἦχος γ´. Τὴν ὡραιότητα.
Κόσμου
τερπνότητα, προθύμως ἔλιπες, καὶ τῷ Δεσπότῃ σου, κατηκολούθησας,
ἔρωτι θείῳ τὴν ψυχήν, τρωθεὶς Ἰωαννίκιε· ὅθεν καὶ τὴν κάμινον, τῶν
παθῶν ἐναπέσβεσας, δρόσῳ τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· διὸ
σὺν τοῖς Ἀγγέλοις χορεύεις νῦν, τούτων τὸν βίον μιμησάμενος.
Δόξα. Τῶν Ἱερομαρτύρων.
Νίκης
ἐπώνυμος, Μάρτυς γενόμενος, ἀνδρῶν ἐνίκησας, ἄθεον ἔνστασιν, καὶ
τὰ σεβάσματα αὐτῶν, Νίκανδρε ἠφάνισας, ἔχων συναθλοῦντά σοι, τὸν
Ἑρμαῖον τὸν ἔνδοξον, πᾶσάν τε ὑπήνεγκας, σὺν αὐτῷ μάκαρ βάσανον·
καὶ νῦν τὰς ἀθανάτους κληροῦσθε λήξεις, πρεσβεύοντες σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἅπας
ὁ βίος μου, ἐν ῥαθυμίᾳ πολλῇ, διῆλθε Πάναγνε· καὶ νῦν προσήγγισα,
τῷ τῆς ἐξόδου μου καιρῷ, καὶ δέδοικα τοὺς ἐχθρούς μου, μὴ διασπαράξωσι,
τὴν ψυχήν μου Θεόνυμφε, καὶ τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν·
ἀλλ᾿ οἴκτειρον τὸν δοῦλόν σου Κόρη, καὶ ῥῦσαί με τῆς τούτων κατακρίσεως.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ. α´. Μιμητὴς ὑπάρχων.
Πρὸς τὸν ᾅδην Σωτήρ μου
συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας,
καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε·
διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος.
Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα,
καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι
αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ
τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Συναξάριον.
Τῇ
Δ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου,
τοῦ ἐν τῷ Ὀλύμπῳ.
Στίχ. Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει·
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Σῆμά σοι ἔν γε τετάρτῃ, Ἰωαννίκιε, χεῦσαν.
Τῇ αὐτῇ
ἡμέρᾳ μνήμη τῶν ἁγίων Ἱερομαρτύρων Νικάνδρου, Ἐπισκόπου Μύρων,
καὶ Ἑρμαίου, Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ ἁγίου Ἀποστόλου
Τίτου.
Στίχ. Χριστὸν ποθοῦντας ζῶντα Μάρτυρας δύο,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Τῇ αὐτῇ
ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Πορφυρίου τοῦ ἀπὸ μίμων.
Στίχ. Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Τῇ αὐτῇ
ἡμέρᾳ διήγησις εἰς τὸν Θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ,
καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ.
Στίχ. Μάτην τί θρηνεῖς τὴν ὑβρίστριαν πόλιν,
Ὦ τῶν Προφητῶν πενθικώτατος πέλων;
Ὦ τῶν Προφητῶν πενθικώτατος πέλων;
Μνήμη
τοῦ ἁγίου καὶ εὐσεβεστάτου βασιλέως Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος
ἐπικληθέντος.
Στίχ. Κάτω βασιλεὺς ὢν τὸ πρίν, στεφηφόρε,
Ἄνω βασιλεὺς νῦν ἐδείχθης· ὢ κλέους!
Ἄνω βασιλεὺς νῦν ἐδείχθης· ὢ κλέους!
*
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ
Ἀκατζίου.
Στίχ. Ὅσιος οὗτος ὁ σεπτὸς Ἰωάννης,
Τοῦ Ἀκατζίου ἀσκητὴς θεοφόρος.
Τοῦ Ἀκατζίου ἀσκητὴς θεοφόρος.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ Νηστευτοῦ, ἀσκητοῦ ἐν
τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου.
Στίχ. Νηστείαν μείξας εὐχῇ ἀδιαλείπτῳ,
Ὁ Μερκούριος τρυφᾷ τοῦ Παραδείσου.
Ὁ Μερκούριος τρυφᾷ τοῦ Παραδείσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σίμωνος, τοῦ ἐν Γιούρεβετς, τοῦ διὰ Χριστὸν
σαλοῦ.
Στίχ. Μωρὸς τὴν ὄψιν Σίμων δειχθεὶς ἀνθρώποις,
Πάνσοφος ὤφθη ἔμπορος Βασιλείας.
Πάνσοφος ὤφθη ἔμπορος Βασιλείας.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Μητροπολίτου
Τομπόλσκ.
Στίχ. Τὴν ψυχήν σου θέμενος ὑπὲρ προβάτων,
Ἐξ Ἀρχιποίμενος δέξαι μισθόν, Παῦλε.
Ἐξ Ἀρχιποίμενος δέξαι μισθόν, Παῦλε.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Γεωργίου,
τοὐπίκλην Καρσλίδου, κτίτορος τῆς ἐν Δράμᾳ ἱερᾶς Μονῆς τῆς Ἀναλήψεως.
Στίχ. Χριστοῦ ἔδειξας σὴν ψυχὴν γεώργιον
Ἀγάπῃ πιαινόμενον, Γεώργιε.
Ἀγάπῃ πιαινόμενον, Γεώργιε.
Τῇ
αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ μετὰ τὴν 3ην Νοεμβρίου, πανηγυρικῶς ἄγεται
ἡ μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου,
οὗ τὸ ἄφθαρτον σκῆνος ἀπόκειται ἐν τῷ Ναῷ τοῦ μεγαλομάρτυρος Εὐσταθίου
ἐν Νέᾳ Ἰωνίᾳ Ἀττικῆς. Τιμῶμεν δὲ τὴν μετακομιδὴν εἰς τὸν ὡς ἄνω περικαλλῆ
Ναὸν τόσον τοῦ ἱεροῦ σκήνους αὐτοῦ, ὅσον καὶ τῆς τιμίας κάρας τοῦ ἐνδόξου
ἱεράρχου, Γρηγορίου Ἐπισκόπου Νύσσης, καὶ τῶν κνημῶν τῶν ἐνδόξων
μεγαλομαρτύρων Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου.
Στίχ. Γεωργίου, Γρηγορίου, Θεοδώρων,
Σεπτῆς προσκυνοῦμεν λείψανα τετράδος.
Σεπτῆς προσκυνοῦμεν λείψανα τετράδος.
Τῇ αὐτῇ
ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ μηνὸς Νοεμβρίου, Σύναξις ἐπιτελεῖται
ἐν τῇ Ἱερᾷ Μητροπόλει Λαρίσης τῶν ἐν αὐτῇ διαλαμψάντων ὀκτὼ καὶ δέκα
Ἁγίων, ἤτοι· Ἀχιλλίου, Διονυσίου, Βησσαριώνων δύο, Νεοφύτου,
Θωμᾶ, Μάρκου, Ἀντωνίου καὶ Κυπριανοῦ, ἐννέα Ἀρχιεπισκόπων Λαρίσης,
ὡς καὶ τῶν Ἁγίων ἑπτὰ Μαρτύρων καὶ νέων ἀθλητῶν Κοσμᾶ τοῦ Ἱερομάρτυρος
καὶ Ἰσαποστόλου, Γεδεών, Ἰωάννου, Δαμιανού, Γεωργίου, Νικολάου
καὶ Ἁρμοδίου καὶ σὺν τούτοις τοὺς δύο Ὁσίους Συμεών τε καὶ Δαυΐδ.
Στίχ. Τοὺς ὀκτωκαίδεκα λαμπροὺς Ἁγίους,
Λαρίσης ὑμνοῦμεν ἐν ᾄσμασι νέοις.
Λαρίσης ὑμνοῦμεν ἐν ᾄσμασι νέοις.
Λαρίσης τὴν σύναξιν ἀνυμνέω τῶν ἁγίων πάντων.
Τῇ
αὐτῇ Κυριακῇ ὡσαύτως, Σύναξις ἐπιτελεῖται ἐν τῇ Ἱερᾷ Μητροπόλει
Νεαπόλεως καὶ Σταυρουπόλεως ἐν Θεσσαλονίκῃ τῶν τριῶν ἐν αὐτῇ διαλαμψάντων
Ἁγίων, ἤτοι· Γεωργίου Νέου Ἱερομάρτυρος τοῦ Νεαπολίτου, Ἀθανασίου
Νεομάρτυρος τοῦ Κουλακιώτου καὶ Ἀκακίου Νέου Ὁσιομάρτυρος τοῦ
Ἀσβεστοχωρίτου.
Στίχ. Νεάθλους τρεῖς τιμῶμεν ἀρτίως πόθῳ,
Νέα Συνάξει αὖθις ἀξιόχρεως.
Νέα Συνάξει αὖθις ἀξιόχρεως.
Νεάπολις καὶ κῶμαι πέριξ,
Πολιούχους νέους σήμερον προβάλλει.
Πολιούχους νέους σήμερον προβάλλει.
Τριμάρτυρον τεῖχος Νέαν Πόλιν φυλάττοι κακίας.
Ἔτι
δὲ ἐν τῇ περιωνύμῳ Νήσῳ τῆς Κερκύρας πάνδημος τελεῖται πανήγυρις
καὶ λιτανεία τοῦ σεπτοῦ ἀφθόρου λειψάνου τοῦ Πολιούχου αὐτῆς Σπυρίδωνος
τοῦ θαυματουργοῦ, ἐπὶ τῇ ἀναμνήσει διασώσεως τῆς Νήσου ἀπὸ φθοροποιοῦ
πανώλους, ἐν ἔτει ‚αχογ´ (1673).
Στίχ. Λοιμοῦ φθαρτικοῦ ἀπήλλαξας θαυμαστὲ Πάτερ,
Λαὸν εὐσεβῆ Κερκύρας λιτεύοντά σοι.
Λαὸν εὐσεβῆ Κερκύρας λιτεύοντά σοι.
Τῇ
αὐτῇ Κυριακῇ εἰσέτι, Σύναξιν ἐπιτελοῦμεν τῶν ἐν Ἁγίοις Πατέρων
ἡμῶν καὶ προμάχων τῆς Ὀρθοδοξίας Τριῶν Νέων Ἱεραρχῶν, Φωτίου τοῦ
Μεγάλου, Πατριάρχου Κωνσταντινουπόλεως, Γρηγορίου Ἀρχιεπισκόπου
Θεσσαλονίκης τοῦ Παλαμᾶ καὶ Μάρκου Ἐπισκόπου Ἐφέσου, τοῦ Εὐγενικοῦ.
Στίχ. Τοὺς τρεῖς ὁμοῦ δίκαιον σέβειν Πατέρας,
Τρόπαιον ἐγείραντας Ὀρθοδοξίας.
Τρόπαιον ἐγείραντας Ὀρθοδοξίας.
Τρισὶν ἀρχιθύταις ἁμᾷ λιγαίνειν ἀοιδὴν θέσπιν.
Τῇ
δὲ αὐτῇ Κυριακῇ ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ὥρισε
τιμᾶσθαι τοὺς ἐν χριστομιμήτῳ αὐταπαρνήσει κινουμένους πρὸς δωρεὰν
ὀργάνων σώματος αὐτῶν, εἰς σωτηρίαν πασχόντων ἀδελφῶν.
Στίχ. Δωρηταὶ τοῦ σώματος χαίρετε ἐν Κυρίῳ,
Ὡς ἐν ἔργοις κοινωνοὶ τοῦ νόμου τῆς ἀγάπης.
Ὡς ἐν ἔργοις κοινωνοὶ τοῦ νόμου τῆς ἀγάπης.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θεοτόκου.
Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι
τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ
Τριῳδίου, τῇ Β´, Δ´ καὶ Ε´ Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς
τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω
τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος
* καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί· *
καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος *
ταύτης τὰ θαύματα.
ᾨδὴ γ´.
Τοὺς
σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα
καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας
* πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´.
Τὴν
ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ
τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου
* ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ἐξέστη
τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ *
τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον
Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς´.
Τὴν
θείαν ταύτην καὶ πάντιμον * τελοῦντες
ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος
* δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.
ᾨδὴ ζ´.
Οὐκ
ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα· *
ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες
* χαίροντες ἔψαλλον· * Ὑπερύμνητε, *
ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς
εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν,
εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, *
ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Παῖδας
εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου
διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος *
τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν·
* Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε *
εἰς πάντας τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες
μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ
ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί
μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, *
τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν
ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ
μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος
ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας
ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο
Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Ἅπας γηγενὴς *
σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος·
* πανηγυριζέτω δὲ * ἀΰλων νόων *
φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν
* τῆς Θεομήτορος, * καὶ βοάτω· *
Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή,
ἀειπάρθενε.
Συναπτὴ
μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε
τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ´.
Μετὰ
τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ· Φιλεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προβάτων,
προβάλλεται ποιμενάρχην· ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην·
Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Καὶ τοῦ Μηναίου. Γυναῖκες ἀκουτίσθητε.
Ἐμφρόνως
καθυπέταξας, σοφὲ Ἰωαννίκιε, τῷ αὐτοκράτορι Πάτερ, νοῒ σαρκὸς
τὰς ὀρέξεις· ἐντεῦθεν τὸ ἀκρότατον, τῶν ἐφετῶν κατέλαβες, καὶ θείας
δόξης ἔτυχες· ὑπὲρ ἡμῶν οὖν πρεσβεύων, μὴ διαλίπῃς παμμάκαρ.
Τῶν Ἱερομαρτύρων.
Φυτεία
τοῦ παμμάκαρος, ἐδείχθης Τίτου Νίκανδρε, ὑφ᾿ οὗ τῆς πόλεως Μύρων, ἐχρίσθης
Ὅσιε Πάτερ, ἀρχιερεὺς θεόληπτος· ἐν ᾗ καὶ τὸ μαρτύριον, σὺν τῷ Ἑρμαίῳ
πάνσοφε, ὑπὲρ Χριστοῦ διανύσας, ἐν οὐρανοῖς βασιλεύεις.
Θεοτοκίον.
Καὶ
σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ
φόβῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου πανάμωμε, ἀφ᾿ ἧς ψυχῶν ἐκβλύζουσι,
καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.
* * *
ΑΙΝΟΙ
Ἦχος πλ. α´.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε
αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε,
ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου·
οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον·
ὃ
ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν
ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε,
τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών
σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ
τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Κύριε,
αἱ γυναῖκες ἔδραμον
ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι᾿ ἡμᾶς παθόντα·
καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,
τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε
τοῖς Μαθηταῖς, ὅτι
ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Κύριε,
ὥσπερ ἐξῆλθες ἐσφραγισμένου
τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου,
δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος
Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε
Σωτήρ! Ἐλέησον ἡμᾶς.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν
ἐν
χορδαῖς καὶ ὀργάνῳ.
Κύριε,
ὁ
βασιλεὺς τῶν αἰώνων, καὶ ποιητὴς τῶν ἁπάντων, ὁ δι᾿ ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν· ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Κύριε,
τὰ ὑπερλάμποντά
σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια;
ἐνανθρωπήσας γὰρ δι᾿ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας
τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου τῷ λῃστῇ Παράδεισον
ἤνοιξας, καὶ ἐν τῇ ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας, καὶ ἐν τῇ ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ
χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Μυροφόροι
γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωί, ἐπεζήτουν σε μυρίσαι
τὸν ἀθάνατον Λόγον καὶ Θεόν· καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον
ἐν χαρᾷ, τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς· ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. η´. Ἐξομολογήσομαί σοι,
Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Τοῦ θεοδέγμονος
τάφου, πρὸς τοὺς Ἰουδαίους
οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε· κρῦψαι τὴν ἀνάστασιν τοῦ σταυρωθέντος
βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται;
μᾶλλον δὲ παρ᾿ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε, τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὗ τῷ φόβῳ νεκρώσει
συνεσχέθημεν· καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξί· Οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν,
καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾅδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾅδου καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα,
ὡς
θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι, τοῖς Ἀποστόλοις τὴν ἀνάστασιν, ἀφόβως κραυγάζουσαι·
Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἐναλλακτικῶς, ἀναστάσιμα δ´ καὶ εἶτα
τὰ ἑξῆς τοῦ ὁσίου στιχηρὰ προσόμοια δ´.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν
ἐν
χορδαῖς καὶ ὀργάνῳ.
Πάτερ
θεοφόρε ὅσιε, δι᾿ ἐγκρατείας τὸν νοῦν, ἐκκαθάρας ἰσάγγελον, βίον
πεπολίτευσαι, ἐπὶ γῆς ὡς ἀσώματος, ἐντεῦθεν χάριν, τὴν τῶν ἰάσεων,
καὶ προφητείας ἐδέξω χάρισμα. Ὅθεν ὑμνοῦμέν σε, πίστει καὶ γεραίρομεν
χαρμονικῶς, μνήμην σου τὴν πάνσεπτον Ἰωαννίκιε.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πάτερ
θεόφρον μακάριε, τῷ σῷ Δεσπότῃ Χριστῷ, ἠκολούθησας ἄριστα, ταῖς
ἐνθέοις πράξεσι, καὶ καλαῖς ἀναβάσεσι, χάριτι θείᾳ αὐτῷ ἑνούμενος,
καὶ τῷ ἐκεῖθεν, φωτὶ λαμπόμενος. Ὅθεν γεγένησαι φωστὴρ διαυγέστατος
καταυγασθεὶς Πάτερ τὴν διάνοιαν Ἰωαννίκιε.
Στίχ. ζ´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Πάτερ
θεόφρον τρισόλβιε, ταῖς τῶν θαυμάτων βολαῖς, διαλάμπεις τοῖς πέρασι,
οἰκουμένης ὅσιε· ὡς ἀστὴρ φαεινότατος, ἐξ ὕψους Πάτερ τοῦ στερεώματος,
τῆς Ἐκκλησίας Ἰωαννίκιε. Ὅθεν δεόμεθα, καὶ ἡμῶν τὰ ὄμματα καὶ
τὰς ψυχάς, πάντων καταλάμπρυνον, ταῖς ἱκεσίαις σου.
Στίχ. η´. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ
θελήσει σφόδρα.
Χαίροις
μοναζόντων καύχημα, τῶν ἀσκητῶν καλλονή, τῶν ὁσίων φαιδρότατον,
Πάτερ ἀγαλλίαμα, τῶν ἀγγέλων συνόμιλε· ἄνθος εὐῶδες τῆς θείας Χάριτος,
καὶ Παραδείσου θεῖον ὡς ὄντως φυτόν· πάντων ἐντρύφημα, τῶν ὁμωνυμούντων
σοι, καὶ ἐν χαρᾷ, καταγεραιρόντων σε ἀξιοθαύμαστε.
Δόξα. Ἑωθινὸν ΙΑ´. Ἦχος πλ. δ´.
Φανερῶν
σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων
νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν· διὸ καὶ ἔλεγες· Εἰ φιλεῖς με Πέτρε,
ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος
τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις
Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη
ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις
Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν
σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, *
δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι
* διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε
βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· *
Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ,
* καὶ ἅγιον Πνεῦμα.
Κύριε
ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, *
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον
ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι
τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ
τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι
σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος,
* Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿
ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον,
Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς
εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο,
Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς
εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά
σου. (ἐκ γ´)
Κύριε,
* καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε,
πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι
παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα
φῶς.
Παράτεινον
τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος
ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· *
ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος
ὁ Θεός, * ἅγιος
ἰσχυρός, * ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον
σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν
τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς
ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν
θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ & δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ ὁσίου.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις
αὐτοῦ.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ,
καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς
δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Δόξα. Καὶ
νῦν.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον
Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω
Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν,
* ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς
αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα
τὰ ἐν αὐτοῖς.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου,
Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ
νῦν.
Ὁ
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος
ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον
Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι
τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ
Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν.
Ἦχος β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται
ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τοῦ ὁσίου. Ταῖς τῶν δακρύων σου ῥοαῖς, … ἤ· Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὴν
ἐπίγειον δόξαν, Πάτερ, κατέλιπες, καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας
Θεοῦ· ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς
ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης, καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε
μακάριε.
[Τῶν Ἱερομαρτύρων. Ἦχος γ´. Θείας πίστεως.
Γνῶσιν
ἔνθεον, καρποφορήσας, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεῦσι πιστὸς
ἐχρημάτισας· καὶ μαρτυρίου τοῖς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν
Ἑρμαῖον ἐκέκτησο· μεθ᾿ οὗ πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.]
Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β´.
(ψάλλεται
ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, *
μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς
* ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ *
εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι· *
Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, *
ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς ΚΒ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος πλ. α´. (Ψαλμὸς ια´).
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις
ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ
ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Γαλ. Ϛ´ 11-18)
Ἀδελφοί,
ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν
εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον
ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι
αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν
τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν
τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται
κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία,
ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη
ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους
μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί
μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος
ὑμῶν, ἀδελφοί· ἀμήν.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´).
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομια, εἰς γενεὰν καὶ γενεὰν
ἀπαγγελῶν τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται·
ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Ε´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιϚ´ 19-31).
Εἶπεν
ὁ Κύριος· Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον
εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος,
ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι
ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ
οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν
τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ·
ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς
αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν
τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν
με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος
καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε
δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ
σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·
καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως
οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν
πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν
εἰς τὸν οἶκον τοῦ πατρός μου· Ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται
αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει
αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
Ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς
αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν
οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς
ἡ Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον,
* τὴν ἀειμακάριστον καὶ παναμώμητον
* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως
* Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, *
σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα
ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,
* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω
τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ
ἀναστὰς ἐκ νεκρῶν...
Δι᾿
εὐχῶν... Ἀμήν.