Κυριακή, 17 Μαρτίου 2013

Η ακολουθία του Α´ Κατανυκτικού Εσπερινού - Κυριακή τῆς Τυρινῆς, 17 Μαρτίου 2013

῾Ο ῾Ιερεύς·
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
῾Ο Χορός · ᾿Αμήν.
῾Ο ᾿Αρχιερεύς·
Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καί προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καί Θεῷ ἡμῶν.
Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. ᾿Εξομολόγησιν καί μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. ᾿Εκτείνων τόν οὐρανόν ὡσεί δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τά ὑπερῷα αὐτοῦ. ῾Ο τιθείς νέφη τήν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπί πτερύγων ἀνέμων. ῾Ο ποιῶν τούς ᾿Αγγέλους αὐτοῦ πνεύματα, καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα. ῾Ο θεμελιῶν τήν γῆν ἐπί τήν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τόν αἰῶνα τοῦ αἰῶνος. ῎Αβυσσος ὡς ἱμάτιον τό περιβόλαιον αὐτοῦ, ἐπί τῶν ὀρέων στήσονται ὕδατα. ᾿Από ἐπιτιμήσεώς σου φεύξονται, ἀπό φωνῆς βροντῆς σου δειλιάσουσιν. ᾿Αναβαίνουσιν ὄρη, καί καταβαίνουσι πεδία εἰς τόν τόπον, ὅν ἐθεμελίωσας αὐτά. ῞Οριον ἔθου, ὅ οὐ παρελεύσονται, οὐδέ ἐπιστρέψουσι καλύψαι τήν γῆν. ῾Ο ἐξαποστέλλων πηγάς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τά θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. ᾿Επ’ αὐτά τά πετεινά τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπό καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. ῾Ο ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καί χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καί οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καί ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τά ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἅς ἐφύτευσας. ᾿Εκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. ῎Ορη τά ὑψηλά ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. ᾿Εποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τήν δύσιν αὐτοῦ. ῎Εθου σκότος, καί ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τά θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καί ζητῆσαι παρά τῷ Θεῷ βρῶσιν αὐτοῖς. ᾿Ανέτειλεν ὁ ἥλιος, καί συνήχθησαν, καί εἰς τάς μάνδρας αὐτῶν κοιτασθήσονται. ᾿Εξελεύσεται ἄνθρωπος ἐπί τό ἔργον αὐτοῦ, καί ἐπί τήν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. ῾Ως ἐμεγαλύνθη τά ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καί εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρά μετά μεγάλων. ᾿Εκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὅν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρός σέ προσδοκῶσι, δοῦναι τήν τροφήν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν.

᾿Ανοίξαντός σου τήν χεῖρα, τά σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται. ᾿Αντανελεῖς τό πνεῦμα αὐτῶν, καί ἐκλείψουσι, καί εἰς τόν χοῦν αὐτῶν ἐπιστρέψουσιν. ᾿Εξαποστελεῖς τό πνεῦμά σου, καί κτισθήσονται, καί ἀνακαινιεῖς τό πρόσωπον τῆς γῆς. ῎Ητω ἡ δόξα Κυρίου εἰς τούς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπί τοῖς ἔργοις αὐτοῦ. ῾Ο ἐπιβλέπων ἐπί τήν γῆν, καί ποιῶν αὐτήν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καί καπνίζονται. ῎ᾼσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. ῾Ηδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγώ δέ εὐφρανθήσομαι ἐπί τῷ Κυρίῳ. ᾿Εκλείποιεν ἁμαρτωλοί ἀπό τῆς γῆς, καί ἄνομοι, ὥστε μή ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον.

῾Ο ἥλιος ἔγνω τήν δύσιν αὐτοῦ· ἔθου σκότος, καί ἐγένετο νύξ. ῾Ως ἐμεγαλύνθη τά ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα... Καί νῦν... ᾿Αλληλούια, ᾿Αλληλούια, ᾿Αλληλούια. Δόξα σοι ὁ Θεός (ἐκ γ´). ῾Η ἐλπίς ἡμῶν, Κύριε, δόξα σοι.

῾Ο Διάκονος λέγει τά «Εἰρηνικά» καί

ὁ Χορός· Κύριε ἐλέησον.

᾿Εν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς ἄνωθεν εἰρήνης καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ἁγίου Οἴκου τούτου, καί τῶν μετά πίστεως, εὐλαβείας καί φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καί ἐξουσίας ἐν αὐτῷ, καί τοῦ φιλοχρίστου στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τῆς πόλεως καί ἐνορίας ταύτης, πάσης πόλεως καί χώρας, καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καί καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

῾Υπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπό πάσης θλίψεως, ὀργῆς, κινδύνου καί ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καί διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας, μετά πάντων τῶν ῾Αγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

῾Ο Χορός· Σοί, Κύριε.

῾Ο ῾Ιερεύς·

῞Οτι πρέπει σοι πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῏Ηχος πλ. δ´.

Κύριε, ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε ἐκέκραξα πρός σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρός σέ· εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει μὲ δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με˙ ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν˙ κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν˙ ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστὰ αὐτῶν παρὰ τὸν ἅδην.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου˙ ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδά μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καί οὐκ ἦν ὁ ἐπιγινώσκων με.

Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἐκέκραξα πρὸς σέ, Κύριε˙ εἶπα˙ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.· ᾿Εξάγαγε ἐκ φυλακῆς τήν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν· ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Στίχ.· ᾿Εμέ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα· πρὸς τὸν σὸν Εὐεργέτην, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Στίχ.· ᾿Εκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

Στίχ.· Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τήν φωνήν τῆς δεήσεώς μου.

Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε.

῏Ηχος β´.

Στίχ.· ᾿Εάν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρά σοί ὁ ἱλασμός ἐστιν.

Ποίημα τοῦ κυρίου Ἰωσὴφ

Ἦχος β´. Ἀγγελος μὲν τὸ Χαῖρε.

Ἐγκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σῴζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε.

Στίχ.· ῞Ενεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τόν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπί τόν Κύριον.

Ἐμαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια· ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα· διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε.

Στίχ.· ᾿Από φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπό φυλακῆς πρωΐας, ἐλπισάτω ᾿Ισραήλ ἐπί τόν Κύριον.

Ἕτερον. Τοῦ κυρίου Θεοδώρου.

Ἦχος β´. Τῶν ὑπὲρ νοῦν δωρεῶν.

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.

Στίχ.· ῞Οτι παρά τῷ Κυρίῳ τό ἔλεος, καί πολλή παρ’ αὐτῷ λύτρωσις· καί αὐτός λυτρώσεται τόν ᾿Ισραήλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς ἀστὴρ ἀνατέταλκας, καὶ πιστοὺς κατεφώτισας, ἱεραῖς λαμπρότησι τῶν δογμάτων σου, καὶ τὰς αἱρέσεις ἐσκότασας, καὶ τέλεον ἔτρεψας, καὶ ὡς δοῦλος τὸ δοθέν, πλεονάσας σου τάλαντον, εὐηρέστησας, τῷ Δεσπότῃ θεόφρον, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Κύριλλε.

Στίχ.· Αἰνεῖτε τόν Κύριον, πάντα τά ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῷ φέγγει τοῦ βίου σου, ὡς ἀστὴρ πολύφωτος ἀξιάγαστε, μέσον Συνόδου διέλαμψας, Πατέρων τὸν ἄθεον, Μακεδόνιον νευραῖς, ἀποπνίξας τῆς χάριτος, εἰς τὸ Ἅγιον, καὶ ζωῶσαν τὰ πάντα θεῖον Πνεῦμα, βλασφημήσαντα ἀφρόνως, καὶ προφανῶς ἀνομήσαντα.

Στίχ.· ῞Οτι ἐκραταιώθη τό ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καί ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τόν αἰῶνα.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ παράφρονος Μάνεντος, στηλιτεύσας κάλλιστα καὶ σοφώτατα, τὰ βορβορώδη διδάγματα, τῆς τούτου σκαιότητος, Διδασκάλων ἀρχηγέ, ἱερέων εὐπρέπεια, θεῖε πρόμαχε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, τὴν ἁγίαν γεγηθότες, ἐπιτελοῦμέν σου κοίμησιν.

Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη Θεοχαρίτωτε, τοῦ νοητοῦ ἀνατείλαντος, τῷ κόσμῳ πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.

῾Ο Διάκονος

Εὐλόγησον, Δέσποτα, τήν ἁγίαν Εἴσοδον.

῾Ο ᾿Αρχιερεύς·

Εὐλογημένη ἡ Εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο Διάκονος· Σοφία. ᾿Ορθοί.

Καί ψάλλεται ἡ ᾿Επιλύχνιος Εὐχαριστία.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου ἁγίου, μάκαρος, ᾿Ιησοῦ Χριστέ, ἐλθόντες ἐπί τήν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καί ῞Αγιον Πνεῦμα, Θεόν. ῎Αξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱέ Θεοῦ, ζωήν ὁ διδούς· διό ὁ κόσμος σέ δοξάζει.

Μέγα Προκείμενον. ῏Ηχος πλ. δ´.

Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπό τοῦ παιδός σου, ὅτι θλίβομαι· ταχύ ἐπάκουσόν μου· πρόσχες τῇ ψυχῇ μου, καί λύτρωσαι αὐτήν.

᾿Επαναλαμβάνεται δίς μέ τούς στίχους·

῾Η σωτηρία σου ὁ Θεός ἀντιλάβοιτό μου.

᾿Ιδέτωσαν πτωχοί, καί εὐφρανθήτωσαν.

Μετά ταῦτα, ὁ Διάκονος, λέγει τήν ᾿Εκτενῆ Δέησιν

καί ὁ Χορός τό «Κύριε, ἐλέησον».

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καί ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε, Παντοκράτορ, ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.

᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.

῎Ετι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.

῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν, τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

῾Ο ῾Ιερεύς·

῞Οτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῾Ο ᾿Αρχιερεύς·

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας. ᾿Αμήν. Γένοιτο, Κύριε, τό ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί σέ. Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Εὐλογητός εἶ, Δέσποτα, συνέτισόν με τά δικαιώματά σου. Εὐλογητός εἶ, ῞Αγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τό ἔλεός σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν σου μή παρίδῃς. Σοί πρέπει αἶνος, σοί πρέπει ὕμνος, σοί δόξα πρέπει, τῷ Πατρί, καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο Διάκονος συμπληρώνει τήν Δέησιν μέ τά “Πληρωτικά”

Πληρώσωμεν τήν ἑσπερινήν δέησιν ἡμῶν τῷ Κυρίῳ.

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καί διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν καί ἀναμάρτητον παρά τοῦ Κυρίου αἰτησώμεθα.

῾Ο Χορός εἰς ἑκάστην αἴτησιν· Παράσχου, Κύριε.

῎Αγγελον εἰρήνης, πιστόν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καί ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Τά καλά καί συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καί εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καί μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανά τά τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καί καλήν ἀπολογίαν τήν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας, μετά πάντων τῶν ῾Αγίων μνημονεύσαντες, ἑαυτούς καί ἀλλήλους καί πᾶσαν τήν ζωήν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

῾Ο Χορός· Σοί, Κύριε.

῾Ο ῾Ιερεύς.

῞Οτι ἀγαθός καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ ῾Αγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

῾Ο ᾿Αρχιερεύς· Εἰρήνη πᾶσι.

῾Ο Διάκονος· Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

῾Ο Χορός· Σοί Κύριε.

῾Ο ᾿Αρχιερεύς·

Κύριε, ὁ Θεός ἡμῶν, ὁ κλίνας οὐρανούς, καί καταβάς ἐπί σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τούς δούλους σου καί ἐπί τήν κληρονομίαν σου. Σοί γάρ τῷ φοβερῷ καί φιλανθρώπῳ Κριτῇ, οἱ σοί δοῦλοι ὑπέκλιναν τάς κεφαλάς, τούς δέ αὐτῶν ὑπέταξαν αὐχένας· οὐ τήν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλά τό σόν περιμένοντες ἔλεος, καί τήν σήν ἀπεκδεχόμενοι σωτηρίαν· οὕς διαφύλαξον ἐν παντί καιρῷ, καί κατά τήν παροῦσαν ἑσπέραν καί τήν προσιοῦσαν νύκτα, ἀπό παντός ἐχθροῦ, ἀπό πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καί διαλογισμῶν ματαίων καί ἐνθυμήσεων πονηρῶν.

῾Ο ῾Ιερεύς·

Εἴη τό κράτος τῆς βασιλείας σου εὐλογημένον καί δεδοξασμένον, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ῾Αγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

᾿Ιδιόμελον ῏Ηχος δ´.

῎Ελαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμός τῶν ψυχῶν ἡμῶν· ἰδού καιρός εὐπρόσδεκτος, ἰδού καιρός μετανοίας· ἀποθώμεθα τά ἔργα τοῦ σκότους, καί ἐνδυσώμεθα τά ὅπλα τοῦ φωτός· ὅπως διαπλεύσαντες τό τῆς Νηστείας μέγα πέλαγος, εἰς τήν τριήμερον, ᾿Ανάστασιν καταντήσωμεν, τοῦ Κυρίου καί Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, τοῦ σώζοντος τάς ψυχάς ἡμῶν.

Στίχ.· Πρός σέ ἦρα τούς ὀφθαλμούς μου, τόν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ᾿Ιδού, ὡς ὀφθαλμοί δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοί παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοί ἡμῶν πρός Κύριον τόν Θεόν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Καί πάλιν τό αὐτό ᾿Ιδιόμελον.

Στίχ.· ᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπί πολύ ἐπλήσθημεν ἐξουδενώσεως· ἐπί πλεῖον ἐπλήσθη ἡ ψυχή ἡμῶν· τό ὄνειδος τοῖς εὐθηνοῦσι καί ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

῾Ο ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν ῾Αγίων σου Χριστέ ὁ Θεός, ὑπ’ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τό μέγα ἔλεος.

Δόξα, καί νῦν. Θεοτοκίον.

Τῶν ᾿Αγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι· τόν Θεόν γάρ Πάναγνε ἀπεκύησας, τόν σύν Πατρί καί τῷ Πνεύματι, ἀεί συνυπάρχοντα, καί ᾿Αγγέλων στρατιάς, ἐκ μή ὄντος βουλήματι, ὑποστήσαντα· ὅν ἱκέτευε σῶσαι καί φωτίσαι, τάς ψυχάς τῶν ὀρθοδόξως, σέ ἀνυμνούντων Πανάχραντε.

῾Ο ᾿Αρχιερεύς·

Νῦν ἀπολύεις τόν δοῦλόν σου, Δέσποτα, κατά τό ρῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τό σωτήριόν σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καί δόξαν λαοῦ σου ᾿Ισραήλ.

῾Ο ἀναγνώστης·

῞Αγιος ὁ Θεός, ῞Αγιος ᾿Ισχυρός, ῞Αγιος ᾿Αθάνατος, ἐλέησον ἡμᾶς (Τρίς).

Δόξα Πατρί καί Υἱͺῷ καί ῾Αγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καί Υἱͺῷ καί ῾Αγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. ᾿Ελθέτω ἡ βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ρῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

῾Ο ῾Ιερεύς·

῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ῾Αγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

῾Ο Χορός· ᾿Αμήν.

Καί ψάλλομεν τά τροπάρια, ταῦτα, ποιοῦντες καί ἀνά μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλήν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

῏Ηχος πλ. α´.

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία· ὁ Κύριος μετά σοῦ· εὐλογημένη σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοί γάρ ἐδόθη χάρις πρεσβεύειν ὑπέρ ἡμῶν.

Δόξα.

῾Ικετεύσατε ὑπέρ ἡμῶν, ἅγιοι ᾿Απόστολοι, καί ῞Αγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καί θλίψεων· ὑμᾶς γάρ θερμούς προστάτας, πρός τόν Σωτῆρα κεκτήμεθα.

Καί νῦν. Θεοτοκίον.

῾Υπό τήν σήν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε· τάς ἡμῶν ἱκεσίας, μή παρίδῃς ἐν περιστάσει· ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ῾Αγνή, μόνη εὐλογημένη.

Τό «Κύριε ἐλέησον» μ´, πραείᾳ φωνῇ.

Δόξα Πατρί καί Υἱῷ καί ῾Αγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

᾿Εν ὀνόματι Κυρίου, Δέσποτα ῞Αγιε εὐλόγησον.

῾Ο ᾿Αρχιερεύς·

῾Ο ὤν εὐλογητός Χριστός ὁ Θεός ἡμῶν πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

᾿Επουράνιε Βασιλεῦ, τούς πιστούς Βασιλεῖς ἡμῶν στερέωσον· τήν πίστιν στήριξον· τά ἔθνη πράϋνον· τόν κόσμον εἰρήνευσον· τήν ῾Αγίαν ᾿Εκκλησίαν ταύτην καλῶς διαφύλαξον· τούς προαπελθόντας πατέρας καί ἀδελφούς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καί ἡμᾶς ἐν μετανοίᾳ καί ἐξομολογήσει παράλαβε, ὡς ἀγαθός καί φιλάνθρωπος.

᾿Επισυνάπτει καί τήν εὐχήν τοῦ ῾Αγίου ᾿Εφραίμ.

Κύριε καί Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καί ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καί ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τά ἐμά πταίσματα, καί μή κατακρίνειν τόν ἀδελφόν μου· ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

῾Ο ῾Ιερεύς ποιεῖ ᾿Απόλυσιν·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπίς ἡμῶν δόξα σοι.

῾Ο ᾿Αναγνώστης· Δόξα, Καί νῦν. Κύριε, ἐλέησον (γ´). Δέσποτα ἅγιε εὐλόγησον.

῾Ο ῾Ιερεύς·

Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ᾿Ασωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καί Βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων ᾿Αποστόλων· τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων Μαρτύρων· τῶν ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καί δικαίων Θεοπατόρων, ᾿Ιωακείμ καί ῎Αννης· (τοῦ ἁγίου τῆς ἡμέρας) καί πάντων τῶν ῾Αγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Πρό τοῦ “Δι’ εὐχῶν” ὁ Χορός ψάλλει τό Θεοτοκίον·

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις ᾿Αγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γάρ οὐκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν,οἱ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ ῾Υψίστου, ὅθεν σοι προσπίπτομεν. ῾Ρῦσαι πάσης περιστάσεως τούς δούλους σου.

῾Ο Ἀρχιερεύς·

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν
Related Posts Plugin for WordPress, Blogger...