«Ἀνάμνησις τῆς ἀπὸ τοῦ παραδείσου ἐξορίας τοῦ πρωτοπλάστου Ἀδάμ». Ἁγίου Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ.
Ἦχος πλ. δ´. Ἐωθινόν η´.
Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´. Ἐωθινόν η´.
***** ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ̓ ἣν ἐκφώνησις·Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ήχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστιθαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι ̓ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐ ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐ τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐ σμένον.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
Ὅτι σὸν τὸ κράτος...
** * *
ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν.
Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσα‐ σθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελί‐ σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐ στὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσί‐ αις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερ‐ σιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐ δε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀ‐ παύγασμα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγι‐ ον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδει‐ σον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐ‐ τῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πται‐ σμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
Ἦχος πλ. δ´.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαν‐ το, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλι‐ σε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νε‐ κρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθη‐ ταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁ‐ πάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
1Δόξα.
Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐ σασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐ ός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γέ‐ νος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐ‐ ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐ‐ ρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαρι‐ τωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
***
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ᾔσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ ̓ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου... Ὅτι ηὐλόγηταί Σου...
***
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´. Ἀντίφωνον Α´. Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ
Κύριε, τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκ‐ σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα. Καὶ νῦν.
Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυ‐ ον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
2
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φω‐ τός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´.
Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, τα‐ πεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προ‐ λέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θε‐ ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´.
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀ‐ πὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρό‐ νως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ ̓ ἢ τὸ κα‐ τοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον. Ψαλμὸς ρβ´ (102).
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς)
Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... ***
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Τοῦ Κυρίου δεηθῶμεν. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
ΟὉ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ... πᾶσα τὸν Κύριον.
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς
τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον
τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
ττὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´) Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου
ΟὉ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΕΕὐαγγελίου.
Εἰρήνη πᾶσι. Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς·ἘκτοῦκατὰἸωάννηνἁγίίουΕὐαγγελίί‐ ου τὸ ἀνάγνωσμα.
οου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Η´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 11‐18).
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίου‐ σα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεω‐ ρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κε‐ φαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰη‐ σοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐ‐ τοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐ‐ τόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ὁ Ἰησοῦς ἐστι. Λέγει αὐ‐ τῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅ‐ τι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐ‐ τόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐ‐ τῇ ὁ Ἰησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πα‐ τέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Δόξα σοι, Κύριε, δόξα σοι.
3
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον
Ἦχος πλ. δ´.
Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα. Ἦχος πλ. δ´.
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐ όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐ σπιλωμένον· * ἀλλ ̓ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐ μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ̓ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.
4
Ἰδιόμελον. Ἦχος πλ. β´.
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐ νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐ λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον
Ἐλέει καὶ οἰκτιρμοῖς... (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.
***
ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Τριῳδίου ἄνευ εἱρμῶν.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦ‐ σα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θε‐ ῷ ἀναμέλποντα.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πι‐ στοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στά‐ ζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύ‐ του σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κρά‐ ζει· Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενε‐ αῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χω‐ ρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρ‐ θένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θε‐ ὸν προστασίαν ἡμῶν.
καὶ ὁ Κανὼν τοῦ Τριῳδίου. Ποίημα Χριστοφόρου τοῦ Πρωτοασηκρίτου.
Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πε‐ πραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι ̓ ἧς ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς,
Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυ‐ φήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραί‐ ων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.
Δόξα.
Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύ‐ ειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης· ἵνα τί, παρέ‐ βης νόμον Θεοῦ;
Καὶ νῦν. Θεοτοκίον.
Θεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γέ‐ νος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θε‐ οῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀ‐ νακάλεσαι.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ὁ στερεώσας κατ ̓ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρω‐ πε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρ‐ τίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδι‐ καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰ‐ σχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπα‐ σε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλο‐ τέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώ‐
5
ρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πι‐ στοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
καὶ τοῦ Τριῳδίου. Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄφις ὁ δόλιος ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν· ἐξ ἧς ἐγώ, πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὴν χεῖρα τείνας προπετῶς, ἐγευσάμην τοῦ ξύλου, τοῦ τῆς γνώσεως, οὗπερ προσέταξέ μοι Θεός, μηδόλως μεταλαβεῖν, καὶ τῆς θείας, δόξης ἀπεῤῥίφθην πικρῶς.
Δόξα.
Οἴμοι ἀθλία μου ψυχή! πῶς οὐκ ἔγνως τὸν δόλον; πῶς οὐκ ᾔσθου τῆς πλάνης, καὶ τοῦ φθόνου τοῦ ἐχθροῦ; ἀλλ ̓ ἐσκοτίσθης, τὸν νοῦν, καὶ παρέβης, ἐντολὴν τοῦ Κτίστου σου;
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς καὶ σκέπη μου σεμνή, ἡ τὴν γύμνωσιν πάλαι, περιστείλασα μόνη, τὴν τοῦ πεσόντος Ἀδάμ, τῷ τοκετῷ σου Ἁγνή, ἀφθαρσίαν αὖθίς με ἀμφίασον.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
***
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤ‐ γειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος.
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νε‐ κροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυρο‐ φόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομι‐ σάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο
καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Καθίσματα τοῦ Τριῳδίου. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυ‐ φῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντο‐ λήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατε‐ κρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐ‐ τός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖ‐
νος, ἀλλ ̓ εἰς αὐτὸν ἐλευσώμεθα.
Ἕτερον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν· ἀλλὰ δεῦ‐ τε νηστεύοντες προσάξωμεν, δάκρυα κατά‐ νυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτο‐ μεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ ̓ ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄ‐ φθαρτον στέφανον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστεί‐ ας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐ‐ στασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοί‐ ων δεινῶν.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
***
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. β´.
Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀ‐ φρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσπο‐ τα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρὸς Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παρα‐ πεσόντα.
Ὁ Οἶκος.
Ἐκάθισεν Ἀδάμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων
6
τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνε‐ στέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύ‐ σαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευ‐ σον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐ‐ λέησόν με τὸν παραπεσόντα.
Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι ̓ Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κε‐ κλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπε‐ σόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόν‐ τα.
Συναξάριον.
Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου, τοῦ ἐπικληθέντος Ἀν‐ θρώπου τοῦ Θεοῦ.
Στίχ. Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος. Ἕξεις τι καινὸν κἄν πόλῳ, Πάτερ, μόνος. Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Μαρίνος, ξίφει τελειοῦται.
Στίχ. Τμηθεὶς Μαρῖνος ἐκτέμνει κάραν πλάνης, Καὶ σὺν κεφαλῇ τῶν ὅλων Χριστῷ μένει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πατρικίου, ἀποστόλου καὶ φωτιστοῦ τῆς Ἰρλανδίας.
Στίχ. Ἀποστολικῶς Πατρίκιος βιώσας, Πᾶσαν γῆν ἐφώτισε τῆς Ἰρλανδίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Γερτρούδη, ἡγουμένη τῆς ἐν Νιβέλλ τοῦ Βελγίου Μονῆς, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει 659ῳ.
Στίχ. Ἡ νύμφη ἁγνὴ τοῦ ἀληθοῦς Νυμφίου, Γερτρούδη κεκοίμηται ὕπνον δικαίων.
Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβε‐ ρᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ ̓ ἐλπίδα πᾶ‐
σαν ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύρι‐ ος· γέγονε δὲ ἐπὶ Κωνσταντίνου βασιλέως.
Στίχ. Στηρίξας τῷ φόβῳ σου ἡμᾶς, Οἰκτίρμον, Τὴν γῆν, Λόγε, ἔσεισας τῷ νεύματί σου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελει‐ οῦται.
Στίχ. Ζῆλος διεξέκαυσε Παῦλον εἰκόνων, ᾯ φλὸξ δι ̓ αὐτὰς ἐξεκαύθη καμίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεο‐ στήρικτος, ἡγούμενος τῆς Μονῆς τῆς Πελεκη‐ τῆς, ὁ Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Στήριγμα πιστοῖς καὶ μεταστὰς ἐκ βίου, Τὰς σάς, Θεοστήρικτε, πρεσβείας δίδου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐ μῶν Μακαρίου, ἡγουμένου τῆς Μονῆς Κολια‐ ζίνο, ἐν Ῥωσσίᾳ.
Στίχ. Δόξα τῷ Θεῷ ἕνεκα πάντων! κράζων, Ὁ θεῖος Μακάριος Χριστῷ ἀπέπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁ‐ σιομάρτυρος Γαβριὴλ Μζίρε, τοῦ Νέου, ἐν Γε‐ ωργίᾳ ἀποκτανθέντος ὑπὸ φανατικῶν μωα‐ μεθανῶν ἐν ἔτει 1802ῳ.
Στίχ. Ἄγαρ ζοφερὰν τὴν πλάνην διελέγξας, Γαβριὴλ υἱὸς φωτός, πρὸς φῶς μετέστη.
Καὶ τὸ Ὑπόμνημα τοῦ Τριῳδίου.
Τῇ αὐτῇ ἡμέρᾳ, τετάρτῃ Κυριακῇ τοῦ Τριῳδί‐ ου, ἤτοι Κυριακῇ τῆς Τυροφάγου, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυ‐ φῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.
Στίχ. Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω. Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.
Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡ‐ μῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς κατα‐ ξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.
***
7
ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Κυριακῆς τῆς Τυρινῆς.
ᾨδὴ α´. Ἦχος πλ. β´.
Ὡς ἐν ἠπείρῳ πεζεύσας * ὁ Ἰσραὴλ * ἐν ἀβύσ‐ σῳ ἴχνεσι, * τὸν διώκτην Φαραὼ * καθορῶν ποντούμενον, Θεῷ * ἐπινίκιον ᾠδήν, * ἐβόα, ᾄσωμεν.
ᾨδὴ γ´.
Οὐκ ἔστιν ἅγιος ὡς σύ, * Κύριε ὁ Θεός μου, * ὁ ὑψώσας τὸ κέρας * τῶν πιστῶν σου, ἀγαθέ, * καὶ στερεώσας ἡμᾶς *
...ἐν τῇ πέτρᾳ * τῆς ὁμολογίας σου. ᾨδὴ δ´.
Χριστός μου δύναμις, * Θεὸς καὶ Κύριος, * ἡ σεπτὴ Ἐκκλησία * θεοπρεπῶς * μέλπει ἀνα‐ κράζουσα, * ἐκ διανοίας καθαρᾶς, * ἐν Κυρίῳ ἑορτάζουσα.
ᾨδὴ ε´.
Τῷ θείῳ φέγγει σου, ἀγαθέ, * τὰς τῶν ὀρθρι‐ ζόντων σοι ψυχὰς * πόθῳ καταύγασον δέο‐ μαι, * σὲ εἰδέναι, Λόγε Θεοῦ, * τὸν ὄντως Θε‐ όν, * ἐκ ζόφου τῶν πταισμάτων * ἀνακαλού‐ μενον.
ᾨδὴ στ´.
Τοῦ βίου τὴν θάλασσαν * ὑψουμένην καθο‐ ρῶν * τῶν πειρασμῶν τῷ κλύδωνι, * τῷ εὐδίῳ λιμένι σου προσδραμών, * βοῶ σοι· Ἀνάγαγε * ἐκ φθορᾶς τὴν ζωήν μου, πολυέλεε.
ᾨδὴ ζ´.
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο * ἄγ‐ γελος τοῖς ὁσίοις παισί, * τοὺς Χαλδαίους δὲ * καταφλέγον πρόσταγμα Θεοῦ * τὸν τύραν‐ νον ἔπεισε βοᾶν· * Εὐλογητὸς εἶ, ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἐκ φλογὸς τοῖς ὁσίοις * δρόσον ἐπήγασας * καὶ δικαίου θυσίαν * ὕδατι ἔφλεξας· * ἅπαντα
γὰρ δρᾷς, * Χριστέ, μόνῳ τῷ βούλεσθαι. * Σὲ ὑπερυψοῦμεν * εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐
Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐ τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
ττός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος πλ. β´ (εἱρμολογικῶς)
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´.
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, * ὃν οὐ τολ‐ μᾷ * ἀγγέλων ἀτενίσαι τὰ τάγματα· * διὰ σοῦ δέ, πάναγνε, ὡράθη βροτοῖς, * Λόγος σεσαρ‐
8
κωμένος· * ὃν μεγαλύνοντες, * σὺν ταῖς οὐρα‐ νίαις στρατιαῖς * σὲ μακαρίζομεν.
Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
***
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,
... ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Η´.
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημεί‐ ου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦ‐ σα, ὡς κηπουρὸν ἐπηρώτα· Κύριε ποῦ τὸ σῶ‐ μα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα, εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.
Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου.
Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Τῆς ἐντολῆς σου Κύριε, παρήκουσα ὁ ἄθλιος· καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέ‐ πλησμαι, οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέη‐ σον, τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότη‐ τος τῆς σῆς.
Ἕτερον, ὅ ἐστι καὶ Θεοτοκίον.
Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀποικισθέντες Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ Σταυροῦ καὶ τοῦ Πάθους, σου Σωτὴρ καὶ Θεέ μου· δι ̓ οὗ ἡμᾶς ὀχύρωσον, τὴν Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερ‐ σιν προσκυνῆσαι, τὸ Πάσχα τὸ σωτήριον, σὲ Τεκούσης πρεσβείαις.
***
ΑΙΝΟΙ
Ἦχος πλ. δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ ̓ οὐκ ἀπελείφθης τοῦ θρό‐ νου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φι‐ λάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ ̓ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θη‐ σαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέ‐ στης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐ μῶν.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυ‐ ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύ‐ ξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναι‐ α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμέ‐ νῃ ζωὴν ἐδωρήσατο.
9
Ἕτερον Στιχηρόν, Ἀνατολικόν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ θεότητι· ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθε‐ ρώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ· καὶ ἀθανα‐ τίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς ἀναστάσεώς σου Φιλάνθρωπε.
Καὶ τὰ παρόντα Ἰδιόμελα γ´ τοῦ Τριῳδίου.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. α´.
Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παῤῥησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἠλλο‐ τρίωσεν. Οἴμοι! οὐ φέρω λοιπὸν τὸ ὄνειδος· ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμά‐ των Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς· καὶ ὁ ποτὲ δόξαν ἀθα‐ νασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δο‐ ράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τί‐ να τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐ‐ χθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με.
Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθή‐ τω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ὁ αὐτός.
Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται· οἱ βουλό‐ μενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται· καὶ ἀνα‐ λαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐ‐ χθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημο‐ σύνην· ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐ‐ κτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἦχος πλ. β´.
Ἀδὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς με‐ ταλαβὼν ὡς παρήκοος· Μωσῆς Θεόπτης ἐ‐ χρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς κα‐ θῃράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέ‐ μενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν· προσευχῇ καὶ τῇ δεήσει, εἰλι‐ κρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα· κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χο‐ ρεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυ‐ μνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλ‐ λος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τοὺς ἐπὶ σοὶ πεποιθότας, συγ‐ χορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάν‐ των τῶν Ἁγίων.
Δόξα. Τοῦ Τριῳδίου. Ἦχος ὁ αὐτός.
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παῤῥησία· δι ̓ αὐτῆς γὰρ Μωϋσῆς, γέγο‐ νε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο. Κύριε, δι ̓ αὐτῆς ἀ‐ ξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος β´.
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι.
***
10
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.
Καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ̓ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐ ματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐ αῤῥήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐ δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐ αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι ̓ αὐτῶν τὴν εἰ‐ ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐ έλεε.
ἤ· Ἦχος δ´.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλε‐ ος.
*****
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον Α´. Ἦχος β´.
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐ σον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
11
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β´. Ἦχος β´.
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν
γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ
Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.
Ἀντίφωνον Γ´.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.
***
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
***
Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´ . (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον)

Τῶν συνεορταζομένων Ἁγίων. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Κυριακῆς τῆς Τυροφάγου. Ἦχος πλ. β´. Αὐτόμελον.
Τῆς σοφίας ὁδηγέ, * φρονήσεως χορηγέ, * τῶν ἀφρόνων παιδευτὰ * καὶ τῶν πτωχῶν ὑπερα‐ σπιστά, * στήριξον, συνέτισον * τὴν καρδίαν μου, Δέσποτα· * σὺ δίδου μοι λόγον, * ὁ τοῦ Πατρὸς Λόγος· * ἰδοὺ γὰρ τὰ χείλη μου * οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· * Ἐλεῆμον, ἐ‐ λέησόν με * τὸν παραπεσόντα.
***
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
***
ΑΠΟΣΤΟΛΟΣ Τοῦ Τριῳδίου (Κυριακῆς τῆς Τυροφάγου). (Ῥωμ. ιγ´ 11‐14, ιδ´ 1‐4).
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´).
Εὔξασθε, καὶ ἀπόδοτε, Κυρίῳ τῷ Θεῷ ἡμῶν. 12
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσ‐ ραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐ γνωσμα.
Ἀδελφοί, νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅ‐ τε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέ‐ ρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φω‐ τός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσω‐ μεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀ‐ σελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ ̓ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω· καὶ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρί‐ νων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στή‐ κει, ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐ‐ στιν ὁ Θεός, στῆσαι αὐτόν.
Ἀλληλούϊα. Ἦχος δ´. (Ψαλμὸς Ϟα´). Στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ
καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
***
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Τυρινῆς (Ματθ. στ´ 14‐21).
Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Εἶπεν ὁ Κύριος· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πα‐ τὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Ὅταν δὲ νηστεύη‐ τε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστε‐ ύοντες· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑ‐ μῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· θησαυρίζε‐ τε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις
ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτου‐ σιν· ὅπου γάρ ἐστιν ὁ θησαυρός ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδί‐ α ὑμῶν.
Δόξα σοι, Κύριε, δόξα σοι.
*** Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου ***
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας...
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
***
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐ λούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Πάντοτε, νῦν καὶ ἀεί... Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί...
Ἦχος β´.
Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡ‐ μῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ὑμνήσω‐ μεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν * τῶν ἁγίων καὶ φρικτῶν σου μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετᾶν τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ὁ ἀναστὰς ἐκ νεκρῶν... Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν...
Δι ̓ εὐχῶν... Ἀμήν.
*****
13
ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ ΗΜΕΡΑΣ
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀλεξίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καὶ κλει‐ νῆς, ἐκ πόλεως ἤνθησας, βασιλικῆς καὶ λα‐ μπρᾶς, Ἀλέξιε πάνσοφε· πάντων ὑπερφρονή‐ σας, ὡς φθαρτῶν καὶ ῥεόντων, ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καὶ Δεσπότῃ. Αὐτὸν
οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου Θεοστηρίκτου. (ὑπὸ Χαραλάμπους Μπούσια)
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Τῶν Ἁγίων εἰκόνων σεπτὸν ὑπέρμαχον τῆς προσκυνήσεως ὕμνοις ἐγκωμιάσωμεν νῦν Μάνδρας τῆς Πελεκητῆς λαμπρὸν ἡγούμε‐ νον καὶ νέον ὁμολογητὴν Ὀρθοδόξων διδα‐ χῶν βοῶντες· ἐπιστηρίζων τοὺς ὑμνητάς σου μὴ παύσῃ, πνευματοφόρε Θεοστήρικτε.
Ἀπολυτίκιον Ἁγ.Πατρικίου. (ὑπὸ Παναγιώτου Σόμαλη)
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Βρεττανίας τὸν γόνον, Ἰρλανδίας τὸ καύ‐ χημα, τῆς ὁμοουσίου Τριάδος, διαπρύσιον κή‐ ρυκα, Πατρίκιον τιμήσωμεν πιστοί, τὸν μέ‐ γαν Ἱεράρχην τοῦ Χριστοῦ· τῶν πταισμάτων γὰρ αἰτεῖται τὸν ἱλασμόν, τοῖς εὐλαβῶς κραυ‐ γάζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον. (ὑπὸ Ἀρχιμ.Νικοδήμου Ἀεράκη)
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. Ἰρλανδίας διδάσκαλον, καὶ Ἀπόστολον, τῆς Ἐκκλησίας τὸν στῦλον καὶ τῶν πιστῶν ἑδρα‐ σμόν, τὸν Πατρίκιον, λαμπρῶς, ἀνευφημή‐ σωμεν· ὅτι ἐκήρυξε τρανῶς τὸν Θεάνθρωπον Χριστόν, ἐν μέσῳ τῶν δυσσεβούντων, σαγη‐ νεύσας λαοὺς ἐκ πλάνης, καὶ ἐν Χριστῷ ἀναγεννήσας αὐτούς.
***
http://akolouthies.wordpress.com