Παρασκευή, 18 Απριλίου 2014

Το υπερευλογημένον εκείνον Σάββατον

Του Βασίλη Χαραλάμπους
Κεκλεισμένη ἡ Ἁγία Πόρτα
δεδιωγμένος ὁ γέρων Πατριάρχης Σωφρόνιος
ὁμοῦ μετά τῆς τῶν Ὀρθοδόξων ὁμηγύρεως
δεδιωγμένοι ἀπό Ἀρμενίων ἀλλοδόξων
ἀπό τόν Πανίερον τοῦτον Ναόν
ἐν ἔτει ἀπό τῆς τοῦ Χριστοῦ Γεννήσεως
χίλια πεντακόσια τεσσαράκοντα ἐννέα.

Τοῦ Πατριάρχου αἱ λαμπάδες ἐσβεσμένες
οἱ κώδωνες σιωπηλοί
ἐσβεσμένα καί τά κηρία
τά σήμαντρα ἄηχα
ἡ νύξ μακρά.

Ὁ γέρων Πατριάρχης γονυπετής
τήν ἀρχαίαν ἀφίησι ἱκεσίαν
ἀγωνίας ἀρρήτου
πρός τόν ὄντα Φῶς μέγα
τόν Κύριον τῆς Δόξης.

Αἴφνης ὁ κίων ἐν τῇ Αὐλῇ τῇ Ἁγία ἐσχίσθη
τό Ἅγιον Φῶς ἔλαμψεν
ἡ νύξ φωταυγής γέγονεν
ἀλαλαγμοί χαρᾶς οὐρανίου.

Αὔτη ἡ φωτοφάνεια
τήν θεοφάνειαν εἰκονίζει.*

Τό Ἅγιον Φῶς τάς λαμπάδας τοῦ Πατριάρχου ἀνάπτει
ὁμοῦ καί τοῦ λαοῦ τά κηρία
οἱ μακράν τοῦ ὀλβίου τάφου
ἐγγύς γεγόνασιν
καί οἱ ἐγγύς μακράν.

Καί ὁ τῆς Ἄγαρ υἱός φρουρῶν
ἄλλοις ὀφθαλμοῖς ὁρᾶ τά γενόμενα
τῆς ἀληθείας τήν πίστην ὁμολογεῖ
δι’ αἵματος μαρτυρίου τήν ἀπιστίαν καταργεῖ
υἱός φωτός γενόμενος.

Ψάλλει ὁ Πατριάρχης
ἀντιφωνά ὁ τῆς χάριτος Ἰσραήλ
οἱ κώδωνες ἰσοκρατοῦσιν
τά σήμαντρα τήν ἀνεκλάλητον χαράν
ἄλλῳ τρόπῳ λαλοῦσιν.

Τό ὑπερευλογημένον ἐκεῖνον Σάββατον
οὐρανία βαθμίς γέγονεν.
Related Posts Plugin for WordPress, Blogger...