Σάββατο 26 Ιανουαρίου 2013

Ο Όρθρος της Κυριακής 27 Ιανουαρίου - Κυριακή ΙΕ´ Λουκά

† Ἀνακομιδὴ Ἱ.Λειψάνων Ἰω. Χρυσοστόμου.
Ἦχος α´. Ἑωθινὸν α´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ̓ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος α´.
Θεὸς Κύριος, καὶ

ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀναστάσιμον. Ἦχος α´.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐ ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐ θρωπε.

Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμ‐ ψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφι‐ λαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδει‐ ξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰω‐ άννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ δι ̓ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύ‐ ρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνα‐ τον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνω‐ σμένον.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὸν τὸ κράτος... Ὅτι σὸν τὸ κράτος...

***

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ‐ γένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστα‐ σιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέ‐ την, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τά‐ φου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα.

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ ̓ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δί‐ καιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρα‐ νῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ‐ νοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.

Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.

Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθρι‐ αι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔ‐ τρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα

1

κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ‐ δην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάν‐ τας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυ‐ νάμει σταυροῦ.

Δόξα.

Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁ‐ πάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνα‐ τος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤ‐ γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δό‐ ξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀνα‐ στάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ‐ νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

Εἶτα, τὰ μετὰ τὸν Πολυέλεον Καθίσματα τοῦ Ἁγίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς χρυσαυγὲς τε καὶ τερπνὸν θεοῤῥῆμον, ὄρ‐ γανον θεῖον κελαδοῦν Ἐκκλησίᾳ, ὑπὸ Χρι‐ στοῦ Χρυσόστομε δεδώρησαι· χελιδὼν ἡ εὔ‐ λαλος, χρυσαυγίζουσα Μάκαρ, νοῦς ὁ χρυ‐ σοστόλιστος, λύρα τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι πειρασμῶν, σαῖς ἱκεσίαις Ποιμὴν ἀξιάγαστε.

Δόξα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Θείᾳ ψήφῳ τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγο‐ νώς, Ἀξιάγαστε ποιμήν, οἷά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ τῶν λόγων σου ἀπεδί‐ ωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σο‐ φέ· ὑφ ̓ ὧν καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στεῤῥόφρον, ὑπὲρ αὐ‐ τῆς ἐν ᾗ τέθνηκας· ἀλλ ̓ ἐπανῆλθες πρὸς Βα‐ σιλίδα, νέμων θεῖα χαρίσματα.

Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν· καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρῶν τὴν βλαστήσασαν· καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεῦσιν ἐκραύγαζε· Παρθέ‐ νος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρ‐ θένος.

***

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σω‐ τήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐ λευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐ θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ᾔσθητε· * ὁ Σω‐ τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ ̓ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐ σιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐ τά σου.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐ γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα 2

* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κρά‐ ζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐ νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ ὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι ηὐλόγηταί Σου... Ὅτι ηὐλόγηταί Σου...

***

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος α´.

Οἱ Ἀναβαθμοί. Ἦχος α´.

Ἀντίφωνον Α´.

Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀ‐ δυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγί‐ νεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τρι‐ αδικῇ μονοκρατορίᾳ.

Ἀντίφωνον Β´.

Εἰς τὰ ὄρη τῶν σῶν, ὑψώσας με νόμων, ἀρε‐ ταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ´.

Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐ‐ λὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρό‐ νων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυ‐ λαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύ‐ σει, ἀλλ ̓ οὐ προσώποις.

Προκείμενον. Ψαλμὸς ια´ (11).

Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς)

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμέ‐ νον ἑπταπλασίως.

Νῦν ἀναστήσομαι, λέγει Κύριος... ***

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Τοῦ Κυρίου δεηθῶμεν. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύ‐ λησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χα‐ ρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, πα‐ ρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Κύριε, ἐλέησον. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...

ΟὉ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ... πᾶσα τὸν Κύριον.

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς

τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον

τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

ττὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον. (γ´) Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου

ΟὉ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΕΕὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ὁ ἱερεύς· Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγε‐

Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγε‐ λίου τὸ ἀνάγνωσμα.

λλίου τὸ ἀνάγνωσμα.

Ὁ διάκονος· Πρόσχωμεν.

3

Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.

Ἑωθινὸν Α´ Ἐκ τοῦ κατὰ Ματθαῖον (κη´ 16‐20).

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόν‐ τες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελ‐ θὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξου‐ σία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ ̓ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀ‐ μήν.

Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον

Ἦχος β´.

Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐ λειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐ τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ τώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐ σχους. Καὶ ἐλέησόν με, ὁ Θεός.

Δόξα.

Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημά‐ των.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνή‐ σωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀνα‐ μάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐ μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ‐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ‐ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐ δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ ον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ̓ ἡμᾶς, θανάτῳ θάνατον ὤ‐ λεσεν.

Καὶ νῦν.

4

Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ‐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον

Ἐλέει καὶ οἰκτιρμοῖς... (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν.

***

ΟΙ ΚΑΝΟΝΕΣ

Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τοῦ Ἁγίου ἄ‐ νευ εἱρμῶν.

ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Ἦχος α´. Ὁ Εἱρμός.

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθε‐ νὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ̓ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθα‐ ρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι ̓ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδό‐ την, Χριστὸν τῷ κόσμῳ κυήσασα.

καὶ τοῦ Ἁγίου, ποίημα Θεοφάνους. Ἦχος πλ. δ´. Ἆσμα ἀναπέμψωμεν λαοί.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πλοῦτον ἐναπέθου σῇ ψυχῇ, τὸν θησαυρὸν τοῦ Πνεύματος, Πάτερ Χρυσόστομε· ἐξ οὗ τὴν Ἐκκλησίαν πλουτίζεις τοῖς λόγοις σου, ἣτις σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Λόγοις κατεποίκιλας χρυσοῖς, τὴν ἱερὰν Χρυ‐

σόστομε, τῆς Ἐκκλησίας στολήν, ἣν πρῴην ἐξ αἱμάτων, Χριστὸς προεξύφανεν· ὅθεν σου ἐ‐ παξίως, ἑορτάζει ἐπάνοδον θείαν.

Δόξα.

Πέτρα ἀνεδείχθης ἀκλινής, καὶ στῦλος καὶ ἑ‐ δραίωμα, τῆς Ἐκκλησίας Χριστοῦ, τοῦ ἀκρο‐ γωνιαίου· ἐν ᾧ ᾠκοδόμησας, λόγους θεοσε‐ βείας, ὥσπερ λίθους σοφὲ Ἱεράρχα.

Καὶ νῦν. Θεοτοκίον.

Μόνη ἀπειρόγαμε σεμνή, Μαρία ἀειπάρθενε, Θεοτόκε Κυρία, ἁγνὴ ἐκλελεγμένη, ἐξαίρετε Δέσποινα, πάντων τῶν ποιημάτων, σὲ ἐλπίδα κεκτήμεθα πάντες.

ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.

Ἦχος α´. Ὁ Εἱρμός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ‐ σθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμε‐ νος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο‐ ᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφρά‐ στου σου δόξης Φιλάνθρωπε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳ‐ κτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκη‐ σας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθα‐ ρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνη‐

5

τὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀνα‐ στὰς ἀφθαρσίαν ἠμφίασας.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομέ‐ νη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

καὶ τοῦ Ἁγίου. Ἦχος πλ. δ´. Οὐκ ἔστιν Ἅγιος.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος.

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συ‐ ντρίψαντα, καὶ τοὺς ἀπ ̓ αἰῶνος ἐκ τάφου ἐ‐ γείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐδό‐ κησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζω‐ οδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στε‐ νάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀ‐ γάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ

Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ, παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν.

τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης ἐ‐ ποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῷ κάλλει τῶν λόγων σου· διό σε κατ ̓ ἀξίαν τιμᾷ.

Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Μυρίζουσιν Ὅσιε, ὥς περ κρίνα τοῦ ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι ̓ ὧν εὐηρέστησας, τῷ Θεῷ Ἱεράρχα, κινδύνοις καὶ θλίψεσι, καὶ γῇ προσομιλήσας μακρᾷ.

Δόξα.

Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν λόγων σου καρ‐ ποί, νοητῶς ἀποστάζοντες, τὸν θεῖον Χρυσό‐ στομε, γλυκασμὸν τῆς σοφίας, καὶ νῦν εὐω‐ διάζοντες, ἡμᾶς ταῖς πρακτικαῖς ἀρεταῖς.

Καὶ νῦν. Θεοτοκίον.

Ἀμέριστος ἔμεινας, εἰ καὶ σάρκα δι ̓ ἐμέ, ἐκ Παρθένου ἐφόρεσας· διὸ καὶ ἐν δύῳ σε, προ‐ σκυνῶ ταῖς οὐσίαις, καὶ δύῳ θελήσεσι, καὶ δύῳ ἐνεργείαις Χριστέ.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

***

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος α´. Ὅταν ἔλθῃς ὁ Θεός.

Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει

Κάθισμα τοῦ Ἁγίου.

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ· καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τὴν φιλάρ‐ γυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῆς Τριάδος τὸν Ἕνα ὑπερφυῶς, συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν τῆς θείας, κατέστησας φύσεως, τὴν τῶν ἀνθρώπων φύσιν, τὴν πάλαι ἐξόριστον· ὅθεν συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέ‐ ντες, Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι, χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Σὺ γὰρ εἶ ὁ Βασιλεύς...

***

6

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Ἦχος α´. Χορὸς Ἀγγελικός.

Συναξάριον.

Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, ἡ ἐκ Κομάνων τοῦ Πόντου ἀνακομιδὴ τοῦ τιμίου λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ οἰκουμενικοῦ φω‐ στῆρος καὶ διδασκάλου Ἰωάννου, Ἀρχιεπι‐ σκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσο‐

στόμου, εἰς τὴν Βασιλίδα τῶν πόλεων.

Στίχοι

Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ ̓ ἐν Θεῷ ζῶν, πᾶσιν ʹεἰρήνηʹ λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μαρκιανὴ ἡ Βασίλισ‐ σα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τε‐ λειοῦται.

Στίχοι

Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ψυχῆς ἴδων σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτρι‐

ος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κα‐

τὰ τὸ ἔτος 1784 ξίφει τελειοῦται. Στίχοι

Φῶς οὐράνιον σῷ ἐπέστη λειψάνῳ, Χριστοῦ ὑπὲρ τμηθέντι θείας ἀγάπης.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δημητριανοῦ, ἐπισκόπου Ταμασσοῦ τῆς ἐν Κύπρῳ.

Στίχοι

Ἕτοιμος ἐν ἅπασιν ὁ ἱεράρχης, Δημητριανὸς ἐξέπνευσεν ἐντεῦθεν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

ἡμῶν Ἠλιοὺ Β´, πατριάρχου Ἱεροσολύμων.

Στίχοι

Προέστη Ἠλίας Ἱεροσολύμων, Ἔχων τὸν ζῆλον Ἠλιοὺ τοῦ Θεσβίτου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἀσιὸτ τοῦ

κουροπαλάτου καὶ εἶτα βασιλέως τῆς Γεωρ‐

γίας κατὰ τὸν 9ον αἰῶνα.

Στίχοι

Βασιλέα Κύριον Βασιλευόντων, Ἔχων πρότυπον Ἀσιὸτ βασιλεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Μακαρίου Τίτου,

τοῦ ἀπὸ στρατιωτῶν, μοναχοῦ ἐν τῇ Λαύρα

τῶν Σπηλαίων τοῦ Κιέβου.

Στίχοι

Καὶ ἐν πολέμοις γενναιόψυχος Τίτος, Καὶ ἐν ἀσκήσει στρατιώτης γενναῖος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Λεόντι‐

ος Ἰβανόφσκ, ὁ νέος ὁμολογητής, ἐν εἰρήνῃ

τελειοῦται ἐν ἔτει 1972ῳ.

Στίχοι

Οὐδόλως δεσμὰ καὶ δικαστῶν ὁ φόβος, Λεοντίου ἴσχυσαν, λέοντος θείου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέη‐ σον ἡμᾶς. Ἀμήν.

***

Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου, καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.

Ὁ Οἶκος.

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυ‐ κεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους· ἀλλ ̓ αὐτός με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κῆρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην· καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με· ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμή‐ σας ἐδόξασα, Ἰωάννη Χρυσόστομε.

7

ΚΑΤΑΒΑΣΙΑΙ τῆς Ὑπαπαντῆς ᾨδὴ α´. Ἦχος γ´. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπό‐ λευσέ ποτε· * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέ‐ ρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι· * ᾌσωμεν τῷ Κυρίῳ, *

ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ´.

Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στε‐ ρέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω ....τῷ τιμίῳ σου αἵματι.

ᾨδὴ δ´.

Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ· * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορού‐ μενος· * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰ‐ νέσεως.

ᾨδὴ ε´.

Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ‐ πηρμένῳ Θεὸν * ὑπ ̓ ἀγγέλων δόξης * δορυ‐ φορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέ‐ ρου * καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ Ϛ´.

Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλ‐ μοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη· * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου.

ᾨδὴ ζ´.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογή‐ σαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳ‐ δοῦντες· * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν.

ᾨδὴ η´.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προ‐ εστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέν‐ τες, * θεῖον ὕμνον ἔμελπον· * Εὐλογεῖτε, *

πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.

***

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐ Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φω‐

τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. τός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἦχος γ´.

Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐ ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐ φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.

Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐ καριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐ τόν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐ θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´.

Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ.

8

Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδω‐ μεν οἱ πιστοί· * πᾶν ἄρσεν τὸ τὴν μήτραν δια‐ νοῖγον * ἅγιον Θεῷ· * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ ̓ ἣν ἐκφώνησις·

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

***

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,

... ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Α´.

Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαί‐ ας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξου‐ σίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω· μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα, τοῦ Πα‐ τρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς μύσταις ὡς ὑ‐ πέσχετο, ἕως τῆς συντελείας.

Καὶ τοῦ Ἁγίου. Γυναῖκες ἀκουτίσθητε.

Ἀγάλλου πόλις πόλεων, πασῶν ἡ Βασιλεύ‐ ουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ Ποι‐ μενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον, τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος καὶ σῴζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει τοῖς ὕμνοις.

Θεοτοκίον. Ὅμοιον.

Φρικτὴ ἡ προστασία σου, Μαρία Θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ τῇ γῇ Θεοτόκε, εἰς σὲ γὰρ νῦν καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.

***

ΑΙΝΟΙ

Ἦχος α´.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α´.

Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐ πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον κα‐ ταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρή‐ νευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παν‐ τοδύναμος.

Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ.

Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ‐ ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζον‐ τες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθέ‐ νου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπα‐ θες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ πα‐ στάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύ‐ ριε δόξα σοι.

καὶ τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια δ´.

Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

9

Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγ‐ ματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυ‐ σόστομε, πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε· διό σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐ σα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορί‐ αις τε· ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυ‐ μήχανον· διὸ τῇ ἐπανόδῳ σου, ἡ Ἐκκλησία ἀ‐ γάλλεται, ἣν χρυσῷ κατεκόσμησας, τῶν παν‐ σόφων δογμάτων σου.

Στίχ. ζ´. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐρά‐ νιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁ‐ μαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνι‐ ος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνεί‐ σθω Χρυσόστομος.

Στίχ. η´. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Κόσμον ὡς βασίλειον, ἡ Βασιλὶς τὸ σὸν λεί‐ ψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ σε‐ μνύνεται, καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς σοῖς λό‐ γοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς εὐφροσύ‐ νην καὶ θείαν μέθεξιν, ἀφθόνων τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα· Ἰησοῦ ὑπε‐ ράγαθε, σὺ εἶ δόξα τῶν δούλων σου.

Δόξα. Τοῦ Ἱεράρχου. Ἦχος δ´. Γερμανοῦ

Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας διαδραμών, σοῖς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ παγ‐ χρύσῳ διδασκαλίᾳ σου· διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολι‐

τογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυ‐ χάς, Ἰωάννη, τῶν ἀνυμνούντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐ θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐ ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐ τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐ σας, δόξα σοι.

***

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐ στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐ ποις εὐδοκία.

Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐ μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐ τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐ στέ, * καὶ ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐ μήν.

Καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐ νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐ μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ̓ ἡμᾶς, * κα‐ θάπερ ἠλπίσαμεν ἐπὶ σέ.

10

Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐ ματά σου. (ἐκ γ´)

Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐ ψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐

νων. Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.

Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐ τος· * ἐλέησον ἡμᾶς.

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσω‐ μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλε‐ ος.

*****

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α´. Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐ σον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα

αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β´. Ἦχος β´.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐ κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐ τοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ... Δόξα. Καὶ νῦν.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐ νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐ μᾶς.

Ἀντίφωνον Γ´.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐ θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

11

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐ ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐ θρωπε.

Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.

Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον.

***

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

***

Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον)

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρού‐ μενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυ‐ νάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δό‐ ξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί‐ ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάν‐ θρωπε.

Τὸ Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμ‐ ψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφι‐ λαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδει‐ ξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰω‐

άννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς.

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Εὐφράνθη μυστικῶς * ἡ σεπτὴ Ἐκκλησία, * τῇ Ἀνακομιδῇ ἱεροῦ σου Λειψάνου· * καὶ τοῦτο κατακρύψασα * ὡς χρυσίον πολύτιμον * τοῖς ὑμνοῦσί σε ἀδιαλείπτως παρέχει * ταῖς πρε‐ σβείαις σου * τῶν ἰαμάτων τὴν χάριν, * Ἰωάν‐ νη Χρυσόστομε.

Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.

Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

Ἦχος α´. Αὐτόμελον.

Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ‐ πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ ̓ εἰρήνευσον * ἐν πολέ‐ μοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασι‐ λεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος.

***

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

***

ΑΠΟΣΤΟΛΟΣ Τοῦ Ἱεράρχου, μετὰ τοῦ προκειμένου αὐτοῦ, ζήτει τῇ ιγ´ Νοεμβρίου. (Ἑβρ. ζ ́ 26‐28, η ́ 1‐2) Ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος α´.

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ με‐ λέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐

γνωσμα.

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος∙ ὃς οὐκ ἔχει καθ ̓ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ∙ τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς

12

μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος.

Ἀλληλούϊα (γ´). Ἦχος β´. Στόμα δικαίου ἀποστάζει σοφίαν.

Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ. ***

ΕΥΑΓΓΕΛΙΟΝ

(Κυριακῆς ΙΕ´ Λουκᾶ. Λουκ. ιθ´ 1‐10)

Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀ‐ νάγνωσμα.

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ· καὶ ἰδοὺ ἀ‐ νὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώ‐ νης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐ‐ στι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι δι ̓ ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀ‐ ποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμε‐ ρον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Δόξα σοι, Κύριε, δόξα σοι. *** Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. ***

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.

***

Εἰς τό· Ἐξαιρέτως...

Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐ μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐ μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.

***

Κοινωνικόν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐ λούϊα.

Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσε.

Πάντοτε, νῦν καὶ ἀεί... Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί...

Ἦχος β´.

Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυ‐ στηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετᾶν τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)

Ὁ ἀναστὰς ἐκ νεκρῶν... Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν...

Δι ̓ εὐχῶν... Ἀμήν.

*****

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

καὶ διανέμεται δωρεὰν

ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

http://akolouthies.wordpress.com/

Related Posts Plugin for WordPress, Blogger...